- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者描述了一幅描绘波斯女王罗多古涅击溃毁约的亚美尼亚军的画作,详细刻画了惨烈的战场、装饰华丽的战马与兵甲,以及她半挽秀发祭酒祈胜时英武动人的容貌。
ΡΟΔΟΓΟΥΝΗ. ε. καὶ τὸ αἷμα πρὸς τῷ χαλκῷ καὶ ταῖς φοινικίσι προσβάλλει τι ἄνθος τῷ στρατοπέδῳ, καὶ χαρίεν τῆς γραφῆς οἱ ἄλλος ἄλλως πεπτωκότες1 ἵπποι τε ἀτακτοῦντες μετʼ ἐκπλήξεως καὶ παρεφθορὸς ὕδωρ ποταμοῦ, ἐφʼ ᾧ ταῦτα, οἱ δὲ αἰχμάλωτοι καὶ τὸ ἐπʼ αὐτοῖς τρόπαιον Ῥοδογούνη καὶ Πέρσαι νικῶσιν2 Ἀρμενίους ἐν σπονδαῖς ἀτακτήσαντας, ὅτε δὴ λέγεται ἡ Ῥοδογούνη κρατῆσαι τῆς μάχης οὐδὲ ὅσον τὰ δεξιὰ τῆς χαίτης ἀναλαβεῖν ξυγχωρήσασα ἑαυτῇ βραδῦναι.3 ἢ οὐκ ἐπῆρται καὶ φρονεῖ ἐπὶ τῇ νίκῃ καὶ ξυνίησιν, ὡς ἔσοιτο ἀοίδιμος ἐπὶ τῷ ἔργῳ καὶ ἐν κιθάρᾳ καὶ ἐν αὐλῷ καὶ ἔνθα Ἕλληνες; προσγέγραπται δὲ αὐτῇ καὶ Νισαία ἵππος μέλαινα ἐπὶ λευκοῖς τοῖς σκέλεσι, καὶ τὰ στέρνα λευκὰ καὶ τὸ πνεῦμα ἀπὸ λευκοῦ τοῦ μυκτῆρος καὶ τὸ μέτωπον ἐν ἀρτίῳ τῷ κύκλῳ. λίθων μὲν οὖν καὶ ὅρμων καὶ παντὸς ἁπαλοῦ κόσμου παρακεχώρηκεν ἡ Ῥοδογούνη τῷ ἵππῳ, ὡς ἀγάλλοιτο καὶ ἁβρῶς τὸν χαλινὸν διαπτύοι, κοκκοβαφεῖ δὲ ἐσθῆτι καταλάμπει πάντα πλὴν τοῦ ἑαυτῆς εἴδους ἐν ἡδείᾳ μὲν τῇ ζώνῃ καὶ τὴν ἐσθῆτα μετρούσῃ ἐς γόνυ, ἡδείᾳ δὲ τῇ ἀναξυρίδι καὶ παρεχομένῃ γραφὰς ἀπὸ κερκίδος, τὸ δὲ ἀπὸ ὤμου ἐς ἀγκῶνα τὸν χιτῶνα διαλείπουσαι πόρπαι ξυνάπτουσιν ὑπανισχούσης ἐναλλὰξ τῆς ὠλένης, ἔνθα ὁ δεσμός. ὁ δὲ ὦμος ἔγκειται καὶ τὸ σχῆμα οὔπω Ἀμαζόνος. καὶ τῆς ἀσπίδος ἄγασθαι χρὴ τὸ μέτριον καὶ ἀποχρῶν τῷ στέρνῳ καὶ τὴν ἰσχὺν τῆς γραφῆς ἐνταῦθα ἐξετάσαι· ὑπερβάλλουσα γὰρ ἡ ἀριστερὰ τὸν πόρπακα ἔχεται τῆς αἰχμῆς ἀφιστᾶσα τοῦ στέρνου τὴν ἀσπίδα, ὀρθῆς δὲ ἐκκειμένης τῆς ἴτυος ὁρᾶται μὲν καὶ τὰ ἔξω τῆς ἀσπίδος· ἢ οὐ χρυσᾶ ταῦτα καὶ οἷον ζῷα; τὰ δὲ ἔσω, καὶ ἔνθα ἡ χείρ, ἁλουργά, προσανθεῖ δὲ αὐτοῖς ὁ πῆχυς. αἰσθάνεσθαί μοι δοκεῖς, ὦ παῖ, τοῦ ἐν αὐτῇ κάλλους καὶ βούλεσθαί τι καὶ περὶ τούτου ἀκούειν. ἄκουε δή· σπένδει μὲν ἐπὶ τῇ τῶν Ἀρμενίων τροπῇ, καὶ ἡ ἔννοια εὐχομένης. εὔχεται δὲ αἱρεῖν τοὺς ἄνδρας, οὓς νῦν ᾕρηκεν, οὐ γάρ μοι δοκεῖ ἐρᾶν τοῦ ἐρᾶσθαι. καὶ τὸ μὲν ἀνειλημμένον τῶν τριχῶν αἰδοῖ κεκόσμηται τὸ ἀγέρωχον κολαζούσῃ, τὸ δὲ ἄνετον βακχεύει αὐτὴν καὶ ῥώννυσι, καὶ ξανθὸν μὲν καὶ χρυσοῦ πέρα τὸ ἀτακτοῦν τῆς κόμης, τὸ δὲ ἐπὶ θάτερα κείμενον ἔχει τι καὶ ἐς αὐγὴν παραλλάττον ὑπὸ τοῦ τετάχθαι. τῶν δὲ ὀφρύων χαρίεν μὲν τὸ ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι καὶ ὁμόθεν ἐκπεφυκέναι τῆς ῥινός, χαριέστερον δὲ τὸ περιῆχθαι, δεῖ γὰρ αὐτὰς μὴ προβεβλῆσθαι τῶν ὀφθαλμῶν μόνον, ἀλλὰ καὶ περιβεβλῆσθαι αὐτοῖς. ἡ παρειὰ δὲ ὑποδέχεται μὲν τὸν ἀπὸ τῶν ὀμμάτων ἵμερον, εὐφραίνει δὲ τῷ ἱλαρῷ, τὸ γὰρ φιλομειδὲς ἐν παρειᾷ μάλιστα, καὶ οἱ ὀφθαλμοὶ κέκρανται μὲν ἀπὸ τοῦ χαροποῦ ἐς τὸ μέλαν, παρέχονται δὲ τὸ μὲν ἱλαρὸν ἀπὸ τοῦ καιροῦ, τὸ δὲ ὡραῖον ἀπὸ τῆς φύσεως, τὸ δὲ γαῦρον ἀπὸ τοῦ ἄρχειν. στόμα δὲ ἁπαλὸν καὶ ἀνάμεστον ὀπώρας ἐρωτικῆς, φιλῆσαι μὲν ἥδιστον, ἀπαγγεῖλαι δὲ οὐ ῥᾴδιον· ἃ δὲ ἀπόχρη σοι μαθεῖν, ὅρα, παιδίον· χείλη ἀνθηρὰ καὶ ἴσα, στόμα σύμμετρον καὶ παραφθεγγόμενον τὴν εὐχὴν τῷ τροπαίῳ, κἂν παρακοῦσαι βουληθῶμεν,4 τάχα ἑλληνιεῖ.
罗多古涅 青铜与猩红斗篷上的鲜血为军营平添了一种夺目的光泽;那些以各种姿态倒卧的战士、惊恐溃乱的马匹,以及战事发生地那被血污污染的河水,皆是这幅画的精妙之处。至于俘虏与为克敌而立的战利品标柱,乃是罗多古涅与波斯人击溃了违约毁约的亚美尼亚人;据说正是在那时,罗多古涅赢得了这场战斗,甚至未容许自己耽搁哪怕是把右侧秀发挽起的时间。难道她未曾因这场胜利而神采飞扬、满怀自豪,并深知自己将因这一伟业在竖琴与长笛的伴奏下、在凡是有希腊人生活的地方永被颂唱吗?在她身旁还画着一匹来自尼萨的母马,黑躯而四蹄皆白,胸膛白净,白色的鼻孔中喷着热气,额上带有端正滚圆的白星。罗多古涅将宝石、项链以及一切柔美的饰物都让给了这匹母马,使得它骄傲地以此自炫,优雅地咀嚼并吐着嚼子;她身着绛红战袍,辉映着除其自身美貌之外的一切事物,优雅的腰带将战袍束在及膝之处,优美的长裤展现着织机穿梭而成的图案;自肩至肘的短袍由间隔排列的搭扣联结,在扣结之处手臂依次隐约显露。她的肩膀裹在〔短袍〕中,形貌尚不似亚马孙女战士。人们还应赞赏盾牌大小适度、足以遮护胸膛,并在此细鉴画艺之高妙:因为左手穿过盾握把持住矛杆,将盾牌略推离胸膛,而随着盾边笔直向前,盾牌的外面亦得以得见——那上面的纹样难道不是金铸的生动图纹吗?内面手掌所附之处呈紫红色,前臂在其映衬下更显娇艳。孩子,我看你已经体会到了她身上的美,并希望就此多听一些。那么听着:她正为亚美尼亚人的溃败浇奠祈祷,其神态俨然一位祈福者。但她祈求的是俘获制服她如今已俘获的这群男子,因为在我看来她并不渴望被爱。发丝中被挽起的部分饰以端庄,敛束着傲然之气;而披散的部分则令她如醉如狂、英姿勃发;散乱的鬃发金黄灿烂更胜真金,而整饬伏于另一侧的发丝则因梳理井然而在光照下流转着异样的光泽。双眉从同一原点展开、自鼻梁同出一处,此固然妩媚,而其弯转环抱之势则更为动人,因为双眉不仅当庇护双目于前,更当将双目环抱其中。面颊承接了来自眼眸的脉脉含情,复以其和颜悦色令人欣喜——盖喜好微笑之情尤在面颊;双眸则融和了灰蓝与黝黑,因时势而流露欢欣,本于天性而蕴含芳华,借执掌权柄而展现傲岸。口唇娇柔且饱含爱欲之果香,吻之固极甘美,言之却非易事。孩子,且看那足令你领会之处:娇艳而均称的双唇,端正适度的口吻,正向着战胜纪念物轻诵祈辞;若我们愿意侧耳倾听,或许她会讲希腊语呢。
- 2.5καὶ χαρίεν τῆς γραφῆς οἱ ἄλλος ἄλλως πεπτωκότες
中性单数谓语形容词 χαρίεν 搭配部分属格 τῆς γραφῆς 置于句首,统领后接的多个并列主格主语(οἱ πεπτωκότες, ἵπποι, ὕδωρ)。中性单数形式在此概括地指代画面中诸多要素所呈现的特质。
- 2.5οἱ δὲ αἰχμάλωτοι καὶ τὸ ἐπʼ αὐτοῖς τρόπαιον Ῥοδογούνη καὶ Πέρσαι νικῶσιν
句首的主格短语 οἱ αἰχμάλωτοι καὶ τὸ ἐπʼ αὐτοῖς τρόπαιον 为语法破格(悬挂主格)或话题提示成分,其后紧接主句的主谓结构 Ῥοδογούνη καὶ Πέρσαι νικῶσιν。这种结构体现了生动说明画作时先指陈画面物象再交代其事件意义的文体特征。
- 2.5οὐδὲ ὅσον τὰ δεξιὰ τῆς χαίτης ἀναλαβεῖν ξυγχωρήσασα ἑαυτῇ βραδῦναι
οὐδὲ ὅσον 为表示程度的副词性短语(“甚至不足以……”),由不定式 ἀναλαβεῖν(挽起)加以限定。不定式 βραδῦναι(耽搁、迟延)作分词 ξυγχωρήσασα 的宾语补足成分,整句意为“甚至未允许自己耽搁哪怕是挽起右发的时间”。
- 2.5κἂν παρακοῦσαι βουληθῶμεν
动词 παρακούω 在上一章中意为“听漏、听错”,但在此处前缀 παρά- 带有“在近旁、悄悄地”的含义,因而表示“侧耳细听、偷听”。此处与 κἂν(= καὶ ἐάν)搭配虚拟式构成条件从句。
