← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.3-2.4

雌肯陶洛斯家族与希波吕托斯之死

叙述者先是描摹了生活在珀利翁山上的雌肯陶洛斯及其幼兽婴儿的情态,随后描述了纯洁少年希波吕托斯因父亲的诅咒招致海怪袭击、被狂奔的战马与碎裂的车轮残害至死的悲剧画面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

ΚΕΝΤΑΥΡΙΔΕΣ. γ. σὺ μὲν ᾤου τὴν τῶν κενταύρων ἀγέλην δρυῶν ἐκπεφυκέναι καὶ πετρῶν ἤ, νὴ Δία, ἵππων μόνον, αἷς τὸν τοῦ Ἰξίονος ἐπιθόρνυσθαί φασιν, ὑφʼ οὗ οἱ κένταυροι ἦλθον ἐς κρᾶσιν· τοῖς δὲ ἄρα καὶ μητέρες ὁμόφυλοι ἦσαν καὶ γυναῖκες ἤδη καὶ πῶλοι ἐν εἴδει βρεφῶν καὶ οἶκος ἥδιστος. οὐ γὰρ οἶμαί σε ἄχθεσθαι τῷ Πηλίῳ καὶ τῇ ἐν αὐτῷ διαίτῃ καὶ τῷ τῆς μελίας φυτῷ ἀνεμοτρεφεῖ ὄντι καὶ παρεχομένῳ τὸ ἰθὺ ὁμοῦ καὶ τὸ μὴ κλᾶσθαι ἐν τῇ αἰχμῇ, καὶ τὰ ἄντρα κάλλιστα καὶ αἱ πηγαί, καὶ αἱ παρʼ αὐτοῖς κενταυρίδες, εἰ μὲν ἐπιλαθοίμεθα τῶν ἵππων, οἷον Ναίδες, εἰ δὲ μετὰ τῶν ἵππων αὐτὰς λογιζοίμεθα, οἷον Ἀμαζόνες, ἡ γὰρ τοῦ γυναικείου εἴδους ἁβρότης ῥώννυται συνορωμένου αὐτῷ τοῦ ἵππου. κένταυροι δὲ ταυτὶ τὰ βρέφη τὰ μὲν σπαργάνοις ἔγκειται, τὰ δὲ τῶν σπαργάνων ὑπεκδύεται, τὰ δὲ κλᾴειν ἔοικε, τὰ δὲ εὖ πράττει καὶ εὐροοῦντος τοῦ μαζοῦ μειδιᾷ, τὰ δὲ ἀτάλλει ὑπὸ ταῖς μητράσι, τὰ δὲ περιβάλλει αὐτὰς ὀκλαζούσας, ὁ δὲ ἐς τὴν μητέρα λίθον ἀφίησιν ὑβρίζων ἤδη. καὶ τὸ μὲν τῶν νηπίων εἶδος οὔπω σαφὲς ἐμπλημμυροῦντος αὐτοῖς τοῦ γάλακτος, τὰ δὲ ἤδη σκιρτῶντα ἐκφαίνει τι καὶ τραχύτητος, ὑπάρχει δὲ αὐτοῖς χαίτη μέλλουσα καὶ ὁπλαὶ ἁπαλαὶ ἔτι. ὡς καλαὶ αἱ κενταυρίδες καὶ ἐν ταῖς ἵπποις· αἱ μὲν γὰρ λευκαῖς ἵπποις ἐμπεφύκασιν, αἱ δὲ ξανθαῖς συνάπτονται, τὰς δὲ ποικίλλει μέν, ἀποστίλβει δὲ αὐτῶν οἷόν τι τῶν ἐν κομιδῇ ἵππων. ἐκπέφυκε καὶ μελαίνης ἵππου λευκὴ κενταυρὶς καὶ τὰ ἐναντιώτατα τῶν χρωμάτων ἐς τὴν τοῦ κάλλους συνθήκην ὁμολογεῖ.

雌肯陶洛斯 你原本也许以为,半人马族群是从橡树和岩石中生长出来的,或者,指宙斯起誓,仅仅出自母马,据说伊克西翁之子曾骑跨这些母马,半人马就是借由他才交合而成的;然而事实表明,他们也有同族的母亲,且早已有了妻子,以及婴儿形态的马驹,和极其舒适的居所。因为我想你绝不会厌弃珀利翁山和其间的生活,以及在风中滋长、在长枪上同时呈现挺直与不易折断的白蜡树;洞穴是极美的,泉水亦然;而伴随在他们身旁的雌肯陶洛斯,如果我们忘却马身,她们便宛如水仙宁芙;但若将马身一同考虑,她们又宛若亚马孙女战士,因为女性体态的柔美由于马身的同观而倍增刚劲。至于这些半人马幼婴,有的卧在襁褓中,有的正从襁褓中挣脱出来,有的仿佛在啼哭,有的安然自适并在乳汁畅流时露出微笑,有的在母亲膝下戏耍,有的抱住蹲坐下来的母亲,还有一个已然放肆顽劣,竟向母亲掷出石子。婴儿们的样貌因乳汁充溢而尚不清晰,但那些已能蹦跳的孩子已显露出几分野性粗犷,在他们身上初具未来的鬃毛与尚显娇嫩的马蹄。雌肯陶洛斯在马身的部分也是何等美丽!有的生长于白马之躯,有的与栗色马身相连,有的斑斑驳驳,但皮毛却像精心照料的骏马一般闪耀生辉。更有白色的雌肯陶洛斯生于黑马之躯,最对立的色彩在这里达成了美的契合。

§2.4

ΙΠΠΟΛΥΤΟΣ. δ. τὸ μὲν θηρίον ἀρὰ Θησέως, ἐμπέπτωκε δὲ τοῖς Ἱππολύτου ἵπποις ἐν εἴδει ταύρου γλαυκοῦ κατὰ τοὺς δελφῖνας, ἥκει δὲ ἐκ θαλάττης κατὰ τοῦ μειρακίου οὐδεμιᾷ δίκῃ· μητρυιὰ γὰρ Φαίδρα ξυνθεῖσα λόγον ἐπʼ αὐτῷ οὐκ ὄντα, ὡς δὴ ἐρῷτο ὑπὸ τοῦ Ἱππολύτου — αὐτὴ δὲ ἄρα τοῦ μειρακίου ἤρα — ἀπατᾶται ὁ Θησεὺς τῷ λόγῳ καὶ καταρᾶται τοῦ παιδὸς τὰ ὁρώμενα·1 οἱ μὲν δὴ ἵπποι ὁρᾷς, ὡς ἀτιμάσαντες τὸν ζυγὸν ἐλευθέραν αἴρουσι τὴν χαίτην, οὐδὲ κροαίνουσιν, ὥσπερ οἱ λαμπροὶ καὶ ἔμφρονες, ἀλλʼ ἐξηρμένοι φόβῳ καὶ πτοίᾳ, ῥαίνοντες δὲ ἀφρῷ τὸ πεδίον ὁ μὲν ἐς τὸ θηρίον ἐπέστραπται φεύγων, ὁ δʼ ἀνεσκίρτησεν ἐς αὐτό, ὁ δὲ ὑποβλέπει, τῷ δὲ ἐς τὴν θάλατταν ἡ φορὰ καθάπερ ἑαυτοῦ τε καὶ τῆς γῆς ἐκλαθομένῳ,2 μυκτῆρσι δὲ ὀρθοῖς ὀξὺ χρεμετίζουσιν, εἰ μὴ παρακούεις τῆς γραφῆς. τροχοὶ δʼ ἅρματος ὁ μὲν ἐξήρμοσται τὰς κνήμας ὑπὸ τοῦ συγκλιθῆναι τὸ ἅρμα ἐς αὐτόν, ὁ δʼ ἐκλελοιπὼς τὸν ἄξονα φέρεται καθʼ ἑαυτὸν στροβούσης αὐτὸν ἔτι τῆς δίνης. διεπτόηνται καὶ οἱ τῶν ὀπαδῶν ἵπποι καὶ τοὺς μὲν ἀποσείονται, τοὺς δʼ ἄγχοντας ἤδη φέρουσι. σὺ δέ, μειράκιον, σωφροσύνης ἐρῶν ἄδικα μὲν ὑπὸ τῆς μητρυιᾶς ἔπαθες, ἀδικώτερα δὲ ὑπὸ τοῦ πατρός, ὥστε ὠδύρατο καὶ ἡ γραφὴ θρῆνόν τινα ποιητικὸν ἐπὶ σοὶ ξυνθεῖσα· σκοπιαὶ μὲν γὰρ αὗται, διʼ ὧν ἐθήρας ξὺν Ἀρτέμιδι, δρύπτονται τὰς παρειὰς ἐν εἴδει γυναικῶν, λειμῶνες δʼ ἐν ὥρᾳ μειρακίων, οὓς ἀκηράτους ὠνόμαζες, μαραίνουσιν ἐπὶ σοὶ τὰ ἄνθη, Νύμφαι τε αἱ σαὶ τροφοὶ τουτωνὶ τῶν πηγῶν ἀνασχοῦσαι σπαράττουσι τὰς κόμας ἀποβλύζουσαι τῶν μαζῶν ὕδωρ. ἤμυνε δέ σοι οὐδʼ ἡ ἀνδρεία οὐδέν, οὐδὲ ὁ βραχίων, ἀλλά σοι τὰ μὲν ἐσπάρακται τῶν μελῶν, τὰ δὲ συντέτριπται, πέφυρται δʼ ἡ κόμη, καὶ τὸ μὲν στέρνον ἔμπνουν ἔτι καθάπερ μὴ μεθιέμενον τῆς ψυχῆς, τὸ δὲ ὄμμα περιαθρεῖ τὰ τετρωμένα. φεῦ τῆς ὥρας, ὡς ἄτρωτός τις ἐλελήθει οὖσα.3 οὐδὲ γὰρ νῦν ἀπολείπει τὸ μειράκιον, ἀλλʼ ἐπιπρέπει τι καὶ τοῖς τραύμασιν.

希波吕托斯 这头怪兽是忒修斯的诅咒,它化作如海豚般灰蓝色的公牛形态,扑向希波吕托斯的马群;它毫无正义可言地从海中冲出,袭向这位少年。因为继母淮德拉捏造了对他不利的不实流言,声称自己竟被希波吕托斯爱慕——其实是她自己在恋慕少年——忒修斯被这流言蒙蔽,便向儿子降下了眼前所见的这些诅咒。你瞧这些战马,它们蔑弃了轭木,扬起自由不受羁绊的鬃毛,既不似尊贵而通人性的良驹那样有节奏地踏步,反倒因恐惧与狂乱而腾跃而起;它们将飞沫洒向原野,一匹在逃奔中转头朝向怪兽,另一匹向它猛跃而起,还有一匹投以窥视的凶光,另一匹则奔向大海,仿佛遗忘了自身与大地;它们高耸鼻孔,发出尖锐的嘶鸣——只要你没有听漏这幅画的声音。至于战车的车轮,一只因车身向其倾轧而辐条脱落,另一只脱离了车轴,在旋转的余力犹自盘旋下独自向前疾滚。侍从们的马也陷入了惊乱,将一些人甩脱,载着另一些已在勒紧〔马〕颈的人。而你,少年啊,节制的爱慕者,你遭受了来自继母的不公,更遭受了来自父亲更甚的不公,以至于这幅画也为你谱写了一曲诗意的挽歌并深切痛惜。因为你曾与阿耳忒弥斯一同狩猎的这些峰峦,化作女子的身形抓破面颊;那些有着少年芳华〔之姿〕、曾被你称为“无瑕”的草甸,为你枯萎了繁花;作为你养育者的宁芙们,从这些泉水中探出身躯,撕扯着秀发,水流从她们的胸乳中喷涌而出。然而你的英勇对你毫无助益,你的臂膀亦然;你的肢体,有的被撕裂,有的被碾碎,秀发污损凌乱,胸膛虽仍有微息,仿佛尚不肯弃绝灵魂,眼眸却茫然环视着自己的累累创伤。哀哉这青春的风华,竟不知不觉间原是某种不可受损之物!因为即便在此时,它也未曾舍弃少年,反倒在这重重创伤之上依然焕发出夺目的光辉。

语法注3 条
  1. 2.4καταρᾶται τοῦ παιδὸς τὰ ὁρώμενα

    动词 καταρῶμαι 通常接人(与格)和诅咒内容(宾格);此处以属格(τοῦ παιδός,宾格性属格/对象属格)表示诅咒的对象,并以内在宾格/结果宾格(τὰ ὁρώμενα,“眼见所及的这些[灾祸]”)表示诅咒的具体显现与内容。

  2. 2.4καθάπερ ἑαυτοῦ τε καὶ τῆς γῆς ἐκλαθομένῳ

    与格分词 ἐκλαθομένῳ 与前述的与格代词 τῷ δέ(“另一匹马”)保持一致。受 καθάπερ 修饰,表示方式或情态,支配表示遗忘对象属格的 ἑαυτοῦ 与 τῆς γῆς。

  3. 2.4φεῦ τῆς ὥρας, ὡς ἄτρωτός τις ἐλελήθει οὖσα

    感叹词 φεῦ 支配表示感叹缘由的属格 τῆς ὥρας(“青春的风华”)。随后的 ὡς 引导从句运用了 λανθάνω 的过去完成时(ἐλελήθει)搭配主格补充分词 οὖσα 的典型句式,意为“(他的青春)竟不知不觉中原是不可受损的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.3-2.4