- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.31-2.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段首先描绘地米斯托克利在波斯宫廷用米底语泰然自若地向国王陈说功勋及画家的细腻技艺,继而描绘赫尔墨斯之女帕莱斯特拉在阿卡迪亚创立摔跤技艺、以英姿飒爽之态端坐于象征角力招数的孩童之间的景象。
ΘΕΜΙΣΤΟΚΛΗΣ. λα. Ἕλλην ἐν βαρβάροις, ἀνὴρ οὐκ ἐν ἀνδράσιν, ἀττικῶς ἔχων μάλα τοῦ τρίβωνος1 ἀγορεύει σοφόν, οἶμαί, τι, μεταποιῶν αὐτοὺς καὶ μεθιστὰς τοῦ θρύπτεσθαι. Μῆδοι ταῦτα καὶ Βαβυλὼν μέση καὶ τὸ σημεῖον τὸ βασίλειον ὁ χρυσοῦς ἐπὶ τῆς πέλτης ἀετὸς καὶ ὁ βασιλεὺς ἐπὶ τοῦ χρυσοῦ θρόνου στικτός, οἷον ταώς. οὐκ ἀξιοῖ ἐπαινεῖσθαι ὁ ζωγράφος, εἰ τιάραν καλῶς μεμίμηται καὶ καλάσιριν ἢ κάνδυν ἢ θηρίων τερατώδεις μορφάς, οἷα ποικίλλουσι βάρβαροι, ἀλλʼ ἐπαινείσθω μὲν ἐπὶ τῷ χρυσῷ γράφων αὐτὸν εὐήτριον καὶ σώζοντα, ὃ ἠνάγκασται,2 καί, νὴ Δίʼ, ἐπὶ τῷ τῶν εὐνούχων εἴδει, καὶ ἡ αὐλὴ χρυσῆ ἔστω, δοκεῖ γὰρ μὴ γεγράφθαι, γέγραπται γὰρ οἵα ᾠκοδομῆσθαι, λιβανωτοῦ τε καὶ σμύρνης αἰσθανόμεθα, τὰς γὰρ τῶν ἀέρων ἐλευθερίας οὕτω παραφθείρουσιν οἱ βάρβαροι, καὶ δορυφόρος ἄλλος ἄλλῳ διαλεγέσθω περὶ τοῦ Ἕλληνος, ἐκπληττόμενοι αὐτὸν3 κατὰ δή τινα σύνεσιν μεγάλων αὐτοῦ ἔργων. Θεμιστοκλέα γάρ, οἶμαι, ἀκούεις, τὸν τοῦ Νεοκλέους Ἀθήνηθεν ἐς Βαβυλῶνα ἥκειν μετὰ τὴν Σαλαμῖνα τὴν θείαν ἀποροῦντα, ὅποι σωθήσεταί ποτε τῆς Ἑλλάδος, καὶ διαλέγεσθαι βασιλεῖ περὶ ὧν στρατηγοῦντος αὐτοῦ ὁ Ξέρξης ὤνητο. ἐκπλήττει δὲ αὐτὸν οὐδὲν τῶν Μηδικῶν, ἀλλὰ τεθάρσηκεν οἷον καθεστὼς ἐπὶ τοῦ λίθου, καὶ ἡ φωνὴ οὐκ ἀπὸ τοῦ ἡμεδαποῦ τρόπου μηδίζων ὁ Θεμιστοκλῆς, ἐξεπόνησε γὰρ ἐκεῖ τοῦτο. εἰ δʼ ἀπιστεῖς, ὅρα τοὺς ἀκούοντας, ὡς εὐξύνετον ἐπισημαίνουσι τοῖς ὄμμασιν, ὅρα καὶ τὸν Θεμιστοκλέα τὴν μὲν τοῦ προσώπου στάσιν παραπλήσιον τοῖς λέγουσι, πεπλανημένον δὲ τὴν τῶν ὀφθαλμῶν ἔννοιαν ὑπὸ τοῦ λέγειν, ὡς μετέμαθεν.4
地米斯托克利 一位置身于蛮族之中的希腊人,一个身处非男子汉之列的男子汉,以十分地道的阿提卡风范穿着粗斗篷,我想,他正在宣讲某种智慧之语,改造着他们,使他们脱离骄奢靡丽。这些人是米底人,地点是巴比伦中心,王室徽记是盾牌上的金鹰,而端坐于黄金宝座上的君王则宛如孔雀般华服斑斓。画家若只是逼真地描摹了头巾、长袍、坎底斯大袍或蛮族所绣的怪异兽形,并不足以自命受赞;但他以金线描画织物,既显其细致柔韧,又保持了它受挤压时应有的褶皱,并且——凭宙斯起誓——因刻画出太监们的容貌,理应获得赞赏。且让这宫殿也金碧辉煌吧,因为它看似并非绘制而成,而是宛如被营造出来一般;我们甚至能嗅到乳香与没药的芬芳,因为蛮族人正是如此败坏了空气的清新自由;且让侍卫们彼此谈论着这位希腊人吧,他们因对他的丰功伟绩略有所解而对他惊叹不已。我想,你自会听说涅俄克勒斯之子地米斯托克利在神圣的萨拉米斯之战后,因走投无路不知希腊何处可以安身,便从雅典来到了巴比伦,正向国王陈说当年自己统军时薛西斯所蒙受的恩惠。米底的排场丝毫无损他的胆魄,他毫无惧色,宛如立于故土的演说石台之上,而且地米斯托克利的谈吐脱离了我们的本土腔调,说着米底语,因为他在那里下苦功学会了这种语言。你若不信,且看那些听众,看他们如何用眼神示意他极易被听懂;再看地米斯托克利,他面部的姿态与演说者们相似,但由于用重新学来的语言说话,他双眼的眼神正流露出沉思与摸索。
ΠΑΛΑΙΣΤΡΑ. λβ. ὁ μὲν χῶρος τὸ κάλλιστον Ἀρκαδίας καὶ ᾧ μάλιστα ὁ Ζεὺς χαίρει — Ὀλυμπίαν αὐτὸ ὀνομάζομεν — ἆθλον δὲ οὔπω πάλης, οὐδὲ τοῦ παλαίειν ἔρως, ἀλλʼ ἔσται. παλαίστρα γὰρ ἡ Ἑρμοῦ ἡβήσασα νῦν ἐν Ἀρκαδίᾳ πάλην εὕρηκε καὶ ἡ γῆ χαίρει πως τῷ εὑρήματι, ἐπειδὴ σίδηρος μὲν πολεμιστήριος ἔνσπονδος ἀποκείσεται τοῖς ἀνθρώποις, στάδια δὲ ἡδίω στρατοπέδων δόξει καὶ ἀγωνιοῦνται γυμνοί. τὰ μὲν δὴ παλαίσματα παιδία, ταυτὶ γὰρ ἀγέρωχα σκιρτᾷ περὶ τὴν Παλαίστραν ἄλλο ἐπʼ ἄλλῳ ἐς αὐτήν λυγίζοντα, εἴη δʼ ἂν γηγενῆ, φησὶ γὰρ ὑπʼ ἀνδρείας ἡ κόρη μήτʼ ἂν γήμασθαί τῳ ἑκοῦσα μήτʼ ἂν τεκεῖν. διαπέφυκε δὲ ἀπʼ ἀλλήλων τὰ παλαίσματα, κράτιστον γὰρ τὸ ξυνημμένον τῇ πυγμῇ. τὸ δὲ εἶδος τῆς Παλαίστρας, εἰ μὲν ἐφήβῳ εἰκάζοιτο, κόρη ἔσται, εἰ δὲ ἐς κόρην λαμβάνοιτο, ἔφηβος δόξει, κόμη τε γὰρ ὅση μηδʼ ἀναπλέκεσθαι5 ὄμμα τε ἀμφοτέρῳ τῷ ἤθει καὶ ὀφρὺς οἵα καὶ ἐρώντων ὑπερορᾶν καὶ παλαιόντων, φησὶ γὰρ πρὸς ἄμφω τὰ ἔθνη ἐρρῶσθαι, μαζῶν τε οὐδʼ ἂν παλαίοντα θιγεῖν τινά, τοσοῦτον αὐτῇ περιεῖναι τῆς τέχνης. καὶ αὐτοὶ δὲ οἱ μαζοὶ μικρὰ τῆς ὁρμῆς παραφαίνουσιν, ὥσπερ ἐν μειρακίῳ ἁπαλῷ, θῆλύ τε ἐπαινεῖ οὐδέν, ὅθεν οὐδὲ λευκώλενος θέλει εἶναι, οὐδὲ τὰς Δρυάδας ἐπαινεῖν ἔοικεν, ὅτι λευκαίνουσιν ἑαυτὰς ἐν ταῖς σκιαῖς, ἀλλὰ τὸν Ἥλιον, ἅτε κοίλην Ἀρκαδίαν οἰκοῦσα, αἰτεῖ χρῶμα, ὁ δʼ οἷον ἄνθος τι ἐπάγει αὐτῇ καὶ φοινίττει τὴν κόρην μετρίᾳ τῇ σίδῃ. καθῆσθαι δέ, ὦ παῖ, τὴν κόρην πάνσοφόν τι τοῦ ζωγράφου,6 πλεῖσται γὰρ τοῖς καθημένοις αἱ σκιαὶ καὶ τὸ καθῆσθαι αὐτῇ ἱκανῶς εὔσχημον, πράττει δὲ τοῦτο καὶ ὁ θαλλὸς τῆς ἐλαίας ἐν γυμνῷ τῷ κόλπῳ. ἀσπάζεται δέ που τὸ φυτὸν τοῦτο ἡ Παλαίστρα, ἐπειδὴ πάλῃ τε ἀρήγει καὶ χαίρουσιν αὐτῷ πάνυ ἄνθρωποι.
帕莱斯特拉 这地方是阿卡迪亚最美丽之境,亦是宙斯最喜悦之处——我们称之为奥林匹亚——然而这里尚无角力的桂冠,亦无对摔跤的热爱,但这一切即将出现。因为赫尔墨斯之女帕莱斯特拉如今在阿卡迪亚已值妙龄,她发明了摔跤,大地也莫名地为这项发明而欣喜,因为用于战争的铁器将在休战中被人类收起,竞技场将显得比军营更惬意,而人们将赤身裸体竞相角逐。那些角力招数乃是孩童,他们骄纵地在帕莱斯特拉身旁跳跃,相继向她弯曲身躯;他们大概是大地所生,因为这少女出于其刚阳之气宣称,自己绝不愿嫁给任何人,亦不愿生育子嗣。这些角力招数彼此天性各异,而与拳击相结合者最为强悍。至于帕莱斯特拉的容貌,若被比作少年,她便是一位少女;若被视作少女,她又俨然是一位少年。因为她的头发短至无从编辫,双眼兼备两种气质,眉宇之间既能俯视追求者,亦能俯视角力对手;因为她说自己面对这两类人皆强健有力,在摔跤中无人能触碰到她的胸乳,她的技艺竟精湛至斯。她的双乳本身也仅显露出微弱的隆起,宛如柔弱的少年;她不称许任何阴柔之物,因而既不愿拥有白皙的双臂,似乎也不赞赏在林荫中把自己养得白净的树精们,而是住在洼地阿卡迪亚,向太阳乞求肤色;太阳便为她带来若花之容,用适度的石榴色将少女染红。孩子啊,少女端坐这一笔实乃画家的绝顶机智,因为对于静坐者而言阴影最为丰富,端坐对她而言亦极为优雅得体,而她裸露胸前的橄榄枝更增添了这份美感。帕莱斯特拉想必珍爱这种植物,因为它既有助角力,又深受人类由衷的喜爱。
- 2.31ἀττικῶς ἔχων μάλα τοῦ τρίβωνος
表示状态的副词结构(ἔχω 搭配副词 ἀττικῶς ἔχων μάλα)后接表示范畴或关涉的属格(τοῦ τρίβωνος),意为“在粗斗篷的穿戴上极其符合阿提卡风格”。
- 2.31σώζοντα, ὃ ἠνάγκασται
关系代词 ὃ 作被动完成时 ἠνάγκασται 的主语或内在宾格(“保持着它所被迫呈现的形态”),指沉重的金线织物因重力与剪裁而被迫形成的褶皱,赞扬画家在描绘金线织料时不失布料自然垂坠感的精湛技艺。
- 2.31δορυφόρος ἄλλος ἄλλῳ διαλεγέσθω περὶ τοῦ Ἕλληνος, ἐκπληττόμενοι αὐτὸν
单数主语短语 δορυφόρος ἄλλος ἄλλῳ(“侍卫彼此之间……”)后接阳性复数分词 ἐκπληττόμενοι,属于按意义一致(constructio ad sensum)的语法现象,因为侍卫们在概念上被视作复数群体。
- 2.31πεπλανημένον δὲ τὴν τῶν ὀφθαλμῶν ἔννοιαν ὑπὸ τοῦ λέγειν, ὡς μετέμαθεν
完成时被动分词 πεπλανημένον(宾格,修饰地米斯托克利)带有表示范畴的关涉宾格 τὴν τῶν ὀφθαλμῶν ἔννοιαν(“在眼神的意态上”)。从句 ὡς μετέμαθεν(“正如他后来重新习得的那样”)补充说明 ὑπὸ τοῦ λέγειν,生动刻画出他因费力操持后天学得的异邦语言而使得眼神流露出寻思游移的微妙状态。
- 2.32κόμη τε γὰρ ὅση μηδʼ ἀναπλέκεσθαι
关系/相关代词 ὅση 与带否定词的结果不定式(μηδʼ ἀναπλέκεσθαι)连用,表示“短到甚至无法编结的头发”,意指她留着短捷如男子的发型。
- 2.32καθῆσθαι δέ, ὦ παῖ, τὴν κόρην πάνσοφόν τι τοῦ ζωγράφου
不定式短语 καθῆσθαι... τὴν κόρην 充当全句主语,表语 πάνσοφόν τι 搭配属格 τοῦ ζωγράφου(表示属于/出于画家的智巧),系动词 ἐστί 被省略,意为“少女端坐一事,实乃画家的绝顶机智”。
