- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.33-2.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中描述了两幅画作:其一是多多那神谕所中的圣橡树、金鸽、苦修的祭司与女祭司;其二是时序女神荷赖降临大地携手起舞,轮转四时并赐予大地丰产。
ΔΩΔΩΝΗ. λγ. ἡ μὲν χρυσῆ πέλεια ἔτʼ ἐπὶ τῆς δρυὸς ἐν λογίοις ἡ σοφὴ καὶ χρησμοί,1 οὓς ἐκ Διὸς ἀναφθέγγεται, κεῖται δʼ οὗτος ὁ πέλεκυς, ὃν μεθῆκεν Ἑλλὸς ὁ δρυτόμος, ἀφʼ οὗ κατὰ Δωδώνην οἱ Ἑλλοί, στέμματα δʼ ἀνῆπται τῆς δρυός, ἐπειδή, καθάπερ ὁ Πυθοῖ τρίπους, χρησμοὺς ἐκφέρει. φοιτᾷ δʼ ὁ μὲν ἐρέσθαι τι αὐτήν, ὁ δὲ θῦσαι, καὶ χορὸς οὑτοσὶ ἐκ Θηβῶν περιεστᾶσι τὴν δρῦν οἰκειούμενοι τὴν σοφίαν τοῦ δένδρου, οἶμαι δὲ καὶ τὴν χρυσῆν ὄρνιν ἐκεῖ παλευθῆναι. οἱ δʼ ὑποφῆται τοῦ Διός, οὓς ἀνιπτόποδάς τε καὶ χαμαιεύνας ἔγνω Ὅμηρος, αὐτοσχέδιοί τινές εἰσι καὶ οὔπω κατεσκευασμένοι τὸν βίον, φασὶ δὲ μηδʼ ἂν κατασκευάσασθαι,2 τὸν γὰρ Δία χαίρειν σφίσιν, ἐπειδὴ ἀσπάζονται τὸ αὐτόθεν· ἱερεῖς γὰρ οὗτοι καὶ ὁ μὲν τοῦ ἐρέψαι κύριος, ὁ δὲ τοῦ κατεύξασθαι, τὸν δὲ πόπανα χρὴ τάττειν, τὸν δὲ οὐλὰς καὶ κανᾶ, ὁ δὲ θύει τι, ὁ δʼ οὐ παρήσει ἑτέρῳ δεῖραι τὸ ἱερεῖον. ἐνταῦθα δὲ ἱέρειαι Δωδωνίδες ἐν στρυφνῷ τε καὶ ἱερῷ τῷ εἴδει, ἐοίκασι γὰρ θυμιαμάτων τε ἀναπνεῖν καὶ σπονδῶν. καὶ τὸ χωρίον δὲ αὐτὸ θυῶδες, ὦ παῖ, γέγραπται καὶ ὀμφῆς μεστὸν χαλκῆ τε Ἠχὼ ἐν αὐτῷ τετίμηται, ἥν, οἶμαι, ὁρᾷς ἐπιβάλλουσαν τὴν χεῖρα τῷ στόματι, ἐπειδὴ χαλκεῖον ἀνέκειτο τῷ Διὶ κατὰ Δωδώνην ἠχοῦν ἐς πολὺ τῆς ἡμέρας καὶ μέχρι λάβοιτό τις αὐτοῦ,3 μὴ σιωπῶν.
多多那 那只通晓神谕的智慧金鸽仍在橡树上,还有它从宙斯那里所宣示的神谕;这把倒在地上的斧头,是伐木工赫罗斯所遗落的,多多那的赫罗伊人便得名于他;橡树上系着饰带,因为正如皮托的三脚祭坛一样,它传达着神谕。有人前来向它求问,有人前来进行祭祀,这支来自底比斯的歌队正围绕着橡树,将这棵树的智慧据为己有;我想,那只金鸟也是在那里被诱捕的。宙斯的代言人们——荷马熟知他们赤足不洗、卧于地上——是一群随遇而安之人,尚未修整自己的生活方式,且声称绝不愿去加以修整,因为宙斯喜悦他们,正因他们安于就地取材。他们乃是祭司,一人主管修葺覆顶,一人主管祈祷,一人须摆放祭饼,一人须备办粗麦与篮筐,一人主持祭献,另一人则决不将剥取祭牲皮的差事让与旁人。这里还有多多那的女祭司们,容貌肃穆而神圣,仿佛呼吸着乳香与奠酒的气息。孩子啊,此地本身在画中也被描绘得香烟缭绕、充溢着神圣之声,一座青铜厄科在此受到尊奉,我想你看见她正将手捂在嘴上,因为在多多那有一只献给宙斯的铜釜,一天的很长一段时间里都会鸣响,直到有人按住它才不再发声。
ΩΡΑΙ. λδ. τὸ μὲν ἐπὶ ταῖς Ὥραις εἶναι τὰς τοῦ οὐρανοῦ πύλας Ὁμήρῳ ἀφῶμεν εἰδέναι καὶ ἔχειν, εἰκὸς γάρ που αὐτὸν ξυγγενέσθαι ταῖς Ὥραις, ὅτε τὸν αἰθέρα ἔλαχε, τουτὶ δὲ τὸ σπουδαζόμενον ὑπὸ τῆς γραφῆς καὶ ἄλλῳ ξυμβαλεῖν ῥᾴδιον· αἱ γὰρ δὴ Ὧραι αὐτοῖς εἴδεσιν ἐς τὴν γῆν ἀφικόμεναι ξυνάπτουσαι τὰς χεῖρας ἐνιαυτόν, οἶμαι, ἑλίττουσι καὶ ἡ γῆ σοφὴ οὖσα εὐφορεῖ αὐταῖς τὰ ἐνιαυτοῦ πάντα. μὴ πατεῖτε τὴν ὑάκινθον ἢ τὰ ῥόδα οὐκ ἐρῶ πρὸς τὰς ἠρινάς, ὑπὸ γὰρ τοῦ πατεῖσθαι ἡδίω φαίνεται καὶ αὐτῶν τι τῶν Ὡρῶν ἀναπνεῖ. μὴ ἐμβαίνετε ἁπαλαῖς ταῖς ἀρούραις οὐκ ἐρῶ πρὸς τὰς χειμερίους σφῶν, τὸ γὰρ πατεῖσθαι αὐτὰς ὑπὸ τῶν Ὡρῶν ποιήσει ἄσταχυν. αἱ ξανθαὶ δὲ αὗται βαίνουσιν ἐπὶ τῆς τῶν ἀσταχύων κόμης, οὐ μὴν ὡς κλάσαι ἢ κάμψαι, ἀλλʼ εἰσὶν οὕτω τι ἐλαφραί, ὡς μηδὲ ἐπημύειν τι τῷ ληίῳ. χαρίεν ὑμῶν, ὦ ἄμπελοι, τὸ λαβέσθαι τῶν ὀπωρινῶν ἐθέλειν, ἐρᾶτε γάρ που τῶν Ὡρῶν, ὅτι ὑμᾶς ἐργάζονται καλὰς καὶ ἡδυοίνους. ταυτὶ μὲν οὖν οἷον γεωργίαι τῆς γραφῆς, αὐταὶ δʼ αἱ Ὧραι μάλα ἡδεῖαι καὶ δαιμονίου τέχνης. οἷον μὲν γὰρ αὐτῶν τὸ ᾅδειν, οἵα δὲ ἡ δίνη τοῦ κύκλου καὶ τὸ κατόπιν ἡμῖν μηδεμιᾶς φαίνεσθαι ὑπὸ τοῦ πάσας οἷον ἔρχεσθαι, βραχίων δὲ ἄνω καὶ ἐλευθερία ἀφέτου κόμης καὶ παρειὰ θερμὴ ὑπὸ τοῦ δρόμου καὶ οἱ ὀφθαλμοὶ συγχορεύοντες. τάχα τι καὶ μυθολογῆσαι συγχωροῦσιν ὑπὲρ τοῦ ζωγράφου, δοκεῖ γάρ μοι χορευούσαις ταῖς Ὥραις ἐντυχὼν σεισθῆναι ὑπʼ αὐτῶν ἐς τὴν τέχνην ἴσως αἰνιττομένων τῶν θεῶν, ὅτι χρὴ σὺν ὥρᾳ4 γράφειν.
荷赖 天门由时序女神荷赖掌管之事,且由荷马去知晓和保有吧,因为当他升入以太时,大抵是曾与荷赖相伴的;但这幅画所倾力描绘之物,旁人亦极易领会:荷赖们以真身降临大地,携起双手,我想,正运转着一年的岁月,而明慧的大地亦为她们丰盛地产出一岁的所有果实。 “莫践踏风信子与玫瑰,”我不会对春季的女神们这般说;因为受踩踏反倒使花朵更显甜美,并吐露出荷赖本身的气息。 “莫踏入柔嫩的耕地,”我不会对她们当中冬季的女神们这般说;因为荷赖的踩踏将使田地抽出麦穗。而这些金发的女神行走在麦穗的毛芒之上,绝非要将其折断或压弯,她们是如此轻盈,竟至丝毫未使庄稼倾伏。葡萄藤啊,你们想要挽住秋季的女神,真是惹人怜爱;想必你们深爱荷赖,因为她们使你们秀美多姿、酿出醇酒。这些可说是画中的农事风光,但荷赖本身极为悦目,出自神工妙艺。她们的歌唱是何等动人,她们舞圈的飞旋是何等优美,由于所有人仿佛皆迎面而来,我们竟看不到任何一人的背影;高擎的手臂、散落秀发的自由飘逸、因奔舞而温热的面颊,还有那一同起舞的眼波!她们或许也容许人们为画家编织一段传说;因为在我看来,他邂逅了起舞的荷赖,受她们震撼而迈入此种技艺,众女神或许正暗示着:作画应当依合时序、合乎风致。
- 2.33ἐν λογίοις ἡ σοφὴ καὶ χρησμοί
ἡ σοφή 为修饰主语 ἡ χρυσῆ πέλεια 的表语性成分,与 ἐν λογίοις 构成“通晓神谕的智慧者”,后文的 καὶ χρησμοί 与之并列,语境中承前省略了存在动词(ἔστι / πάρεισι 等),意即“金鸽仍在橡树上,神谕亦在那里”。
- 2.33μηδʼ ἂν κατασκευάσασθαι
间接引语中 ἄν 搭配不定过去时不定词,对应于直接引语中的 ἄν 搭配愿望语气(οὐδʼ ἂν κατασκευασαίμεθα,“我们决不会修整生活”),表示坚定的潜在意志或假定。
- 2.33μέχρι λάβοιτό τις αὐτοῦ
连词 μέχρι 在过去叙述中不带 ἄν 而接愿望语气 λάβοιτο,表示过去时间里反复出现的限定界限(“直到有人触碰它为止”)。中动相动词 λαμβάνομαι 意为“抓住、触碰”,支配部分属格 αὐτοῦ。
- 2.34σὺν ὥρᾳ
此处是修辞上的双关语(paronomasia),将画作主题时序女神“荷赖”(Ὧραι)与名词 ὥρα(适度、时节、风致、优美)相勾连,既指作画当“顺应时序、合乎优雅规度”,又暗示在女神们的启示下进行创作。
