← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.29-2.30

安提戈涅葬兄与厄瓦德涅自焚殉夫

描绘了安提戈涅违抗禁令于夜间将兄长波吕尼刻斯安葬在厄忒俄克勒斯墓旁的情景,随后描绘了厄瓦德涅飞身跃入其夫卡帕纽斯的火葬柴堆与之殉难的场面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.29

ΑΝΤΙΓΟΝΗ. κθ. τοὺς μὲν ἀμφὶ Τυδέα καὶ Καπανέα καὶ εἰ δή τις Ἱππομέδων καὶ Παρθενοπαῖος ἐνταῦθα, Ἀθηναῖοι θάψουσιν ἀγῶνα ἀράμενοι τὸν ὑπὲρ τῶν σωμάτων, Πολυνείκην δὲ τὸν Οἰδίποδος Ἀντιγόνη ἡ ἀδελφὴ θάπτει νύκτωρ ἐκφοιτήσασα τοῦ τείχους καίτοι κεκηρυγμένον ἐπʼ αὐτῷ μὴ θάπτειν αὐτόν,1 μηδὲ ἑνοῦν τῇ γῇ, ἣν ἐδουλοῦτο. τὰ μὲν δὴ ἐν τῷ πεδίῳ νεκροὶ ἐπὶ νεκροῖς, καὶ ἵπποι, ὡς ἔπεσον, καὶ τὰ ὅπλα, ὡς ἀπερρύη τῶν ἀνδρῶν, λύθρου τε οὑτοσὶ πηλός, ᾧ φασι τὴν Ἐνυὼ χαίρειν, ὑπὸ δὲ τῷ τείχει τὰ μὲν τῶν ἄλλων λοχαγῶν σώματα μεγάλοι τέ εἰσι καὶ ὑπερβεβληκότες ἀνθρώπων, Καπανεὺς δὲ γίγαντι εἴκασται, πρὸς γὰρ τῷ μεγέθει βέβληται ὑπὸ τοῦ Διὸς καὶ ἐπιτύφεται. τὸν Πολυνείκην δὲ ἡ Ἀντιγόνη μέγαν καὶ κατʼ ἐκείνους ὄντα καὶ ἀνῄρηται καὶ θάψει πρὸς τῷ τοῦ Ἐτεοκλέους σήματι διαλλάττειν ἡγουμένη τοὺς ἀδελφούς, ὡς λοιπόν ἐστι. τί φήσομεν, ὦ παῖ, τὴν σοφίαν τῆς γραφῆς; σελήνη μὲν γὰρ προσβάλλει φῶς οὔπω πιστὸν ὀφθαλμοῖς, μεστὴ δὲ ἐκπλήξεως ἡ κόρη θρηνεῖν ὥρμηκε περιβάλλουσα τὸν ἀδελφὸν ἐρρωμένοις τοῖς πήχεσι, κρατεῖ δὲ ὅμως τοῦ θρήνου δεδοικυῖά που τὰ τῶν φυλάκων ὦτα, περιαθρεῖν τε βουλομένη πάντα τὰ πέριξ ὅμως ἐς τὸν ἀδελφὸν βλέπει τὸ γόνυ ἐς γῆν κάμπτουσα. τὸ δὲ τῆς ῥοιᾶς ἔρνος αὐτοφυές, ὦ παῖ, λέγεται γὰρ δὴ κηπεῦσαι αὐτὸ Ἐρινύας ἐπὶ τῷ τάφῳ, κἂν τοῦ καρποῦ σπάσῃς, αἷμα ἐκδίδοται νῦν ἔτι. θαῦμα καὶ τὸ πῦρ τὸ ἐπὶ τοῖς ἐναγίσμασιν, οὐ γὰρ ξυμβάλλει ἑαυτῷ, οὐδὲ ξυγκεράννυσι τὴν φλόγα, τὸ ἐντεῦθεν δὲ ἄλλην καὶ ἄλλην τρέπεται καὶ τὸ ἄμικτον δηλοῖ τοῦ τάφου.

安提戈涅 至于堤丢斯和卡帕纽斯的同袍,以及倘若这里还有希波墨冬与帕耳忒诺派俄斯的话,雅典人将承担起争夺遗体的战斗而安葬他们;然而俄狄浦斯之子波吕尼刻斯,其妹安提戈涅在夜间潜出城墙而将其埋葬,尽管已有告示针对他颁布,不得埋葬他,亦不得使他与那片他曾试图奴役的土地合为一体。平原上的景象确实是尸叠着尸,战马保持着倒地时的姿态,兵刃如自战士手中滑落般散置,这片污血之泥据说正是厄倪俄所喜悦的;城墙之下,其他将领的身躯皆高大而超越常人,卡帕纽斯更宛如一位巨人,因为除了身形硕大之外,他还遭宙斯击中而至今仍在冒烟。但安提戈涅已将身形同样巨大的波吕尼刻斯抱起,并将他安葬在厄忒俄克勒斯的坟墓旁,认为这是使兄弟二人和解的唯一残存方式。孩子啊,我们将如何称道这幅画的精湛技艺呢?月亮所投下的光芒尚不足以为肉眼所确信,而这少女满怀惊惧,急切地欲行哀悼,用坚实的手臂环抱着兄长;然而她想来是畏惧守卫的耳朵,克制住了哭声,虽想环顾四周的一切,却依旧弯膝跪地,凝视着兄长。这株石榴幼苗是自然生出的,孩子啊,因为据说复仇女神们将其培植在坟墓之上,直至今日,你若摘下果实,仍有鲜血渗出。那供奉之祭上的火光亦是奇观:它并不自行聚合,亦不交融火焰,而是自此处分道扬镳,各自偏向一方,显露出这座坟墓无可交融的怨恨。

§2.30

ΕΥΑΔΝΗ. λ. ἡ πυρὰ καὶ τὰ ἐς αὐτὴν ἐσφαγμένα καὶ ὁ ἀποκείμενος ἐπὶ τῇ πυρᾷ μείζων ἢ ἀνθρώπου δόξαι2 νεκρὸς ἡ γυνή τε ἡ σφοδρὸν οὕτω πήδημα ἐς τὸ πῦρ αἴρουσα ἐπὶ τοιοῖσδε, ὦ παῖ, γέγραπται· τὸν Καπανέα οἱ προσήκοντες θάπτουσιν ἐν τῷ Ἄργει, ἀπέθανε δὲ ἄρα ἐν Θήβαις ὑπὸ τοῦ Διὸς ἐπιβεβηκὼς ἤδη τοῦ τείχους. ποιητῶν γάρ που ἤκουσας, ὡς κομπάσας τι ἐς τὸν Δία κεραυνῷ ἐβλήθη καὶ πρὶν ἐς τὴν γῆν πεσεῖν, ἀπέθανεν, ὅτε δὴ καὶ οἱ λοχαγοὶ οἱ λοιποὶ ὑπὸ τῇ Καδμείᾳ ἔπεσον. νικησάντων δʼ Ἀθηναίων ταφῆναι σφᾶς3 πρόκειται ὁ Καπανεὺς τὰ μὲν ἄλλα ἔχων ὥσπερ Τυδεὺς καὶ Ἱππομέδων καὶ οἱ ἄλλοι, τουτὶ δὲ ὑπὲρ πάντας λοχαγούς τε καὶ βασιλέας· Εὐάδνη γὰρ ἡ γυνὴ ἀποθανεῖν ἐπʼ αὐτῷ ὥρμηκεν οὔτε ξίφος τι ἐπὶ τὴν δέρην ἕλκουσα οὔτε βρόχου τινὸς ἑαυτὴν ἀπαρτῶσα, οἷα ἠσπάσαντο γυναῖκες ἐπʼ ἀνδράσιν, ἀλλʼ ἐς αὐτὸ τὸ πῦρ ἵεται οὔπω τὸν ἄνδρα ἔχειν ἡγούμενον, εἰ μὴ καὶ αὐτὴν ἔχοι. τὸ μὲν δὴ ἐντάφιον τῷ Καπανεῖ τοιοῦτον, ἡ γυνὴ δέ, καθάπερ οἱ ἐς τὰ ἱερὰ στεφάνους τε καὶ χρυσὸν ἐξασκοῦντες, ὡς φαιδρὰ θύοιτο καὶ ἐς χάριν τοῖς θεοῖς, οὕτως ἑαυτὴν στείλασα καὶ οὐδὲ ἐλεεινὸν βλέπουσα πηδᾷ ἐς τὸ πῦρ καλοῦσα, οἶμαι, τὸν ἄνδρα, καὶ γὰρ βοώσῃ ἔοικεν, δοκεῖ δʼ ἄν μοι καὶ τὴν κεφαλὴν ὑποσχεῖν τῷ σκηπτῷ ὑπὲρ τοῦ Καπανέως. οἱ δὲ Ἔρωτες ἑαυτῶν ποιούμενοι ταῦτα τὴν πυρὰν ἀπὸ τῶν λαμπαδίων ἅπτουσι καὶ τὸ πῦρ οὔ φασι χραίνειν, ἀλλʼ ἡδίονί τε καὶ καθαρωτέρῳ χρήσεσθαι θάψαντες αὐτῷ τοὺς καλῶς χρησαμένους τῷ ἐρᾶν.

厄瓦德涅 那座柴堆、其上被屠宰的祭品、横陈在柴堆上显得超越凡人身躯的尸体,以及向烈火中如此决绝一跃的妇人,孩子啊,是基于以下的原委而绘就的:卡帕纽斯的亲族正在阿耳戈斯为他送葬;他其实是在忒拜因已登上城壁而被宙斯所杀。你大约听诗人们讲起过,他如何因对宙斯狂妄夸口而被雷霆击中,未及坠地便已气绝,那时其余将领亦在卡德墨亚城下阵亡。在雅典人获胜使他们得以安葬之后,卡帕纽斯陈尸于此,在其他方面虽与堤丢斯、希波墨冬等人无异,却享有一项超越所有将帅与君王的殊荣:因为他的妻子厄瓦德涅决心为他殉死,她既未横剑割颈,亦未悬梁自尽——那是女人们为丈夫殉节时惯常所取的方式——而是直扑烈火本身,那烈火认为若非连她也拥有,便尚未拥有她的丈夫。卡帕纽斯的葬仪便是如此;而这妇人,正如那些为了祭祀而用花冠与黄金装扮自己、以便能容光焕发且合乎神意地献祭的人一样,如此整束衣装,神色毫无哀戚,呼唤着丈夫(我想)跳入烈火之中——因为她看起来宛如在呼喊——在我看来,为了卡帕纽斯,她甚至愿意用自己的头颅去承受那道霹雳。而诸厄洛斯们将此举视为己任,用他们的小火炬点燃柴堆,并宣称自己绝非玷污火焰,反而是在用这烈火安葬了善待爱情之人后,能享用更加甘美与纯洁的火焰。

语法注3 条
  1. 2.29καίτοι κεκηρυγμένον ἐπʼ αὐτῷ μὴ θάπτειν αὐτόν

    κεκηρυγμένον 为非人称被动动词的中性单数分词构成的独立宾格(accusativus absolutus),意为“尽管针对他已有不得埋葬他的宣告”。不定式短语 μὴ θάπτειν αὐτόν 充当该宣告所禁止的实质内容。

  2. 2.30μείζων ἢ ἀνθρώπου δόξαι

    比较级 μείζων 后接连词 ἤ 以及带有属格 ἀνθρώπου 的限制/结果性不定式 δόξαι,意为“大于令人看似属于凡人的尺度”。这是类似 μείζων ἢ κατʼ ἄνθρωπον 或 μείζων ἢ ὥστε δοκεῖν 的惯用比较结构。

  3. 2.30νικησάντων δʼ Ἀθηναίων ταφῆναι σφᾶς

    νικησάντων Ἀθηναίων 为属格独立结构(genitive absolute),后随的带宾格的不定式 ταφῆναι σφᾶς(使他们得以安葬)作为表示结果或目的的补足成分,意即“雅典人战胜而赢得了他们的安葬”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.29-2.30