- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段生动描绘了幼年阿喀琉斯在洞穴前带着猎物向喀戎索取苹果与蜜巢作为奖赏,随后在平原上骑在半人马背上练习骑术并聆听喀戎对其未来英雄战功的吉祥预言。
ΑΧΙΛΛΕΩΣ ΤΡΟΦΑΙ. β. νεβροὶ καὶ λαγώς, ταῦτα θηράματα τοῦ νῦν Ἀχιλλέως, ὁ δέ γε ἐν Ἰλίῳ πόλεις αἱρήσει καὶ ἵππους καὶ ἀνδρῶν στίχας, καὶ οἱ ποταμοὶ αὐτῷ μαχοῦνται μὴ ἐῶντι αὐτοὺς ῥεῖν, κἀκείνων μὲν τῶν ἔργων μισθὸν ἀποίσεται Βρισηίδα καὶ τὰς ἐκ Λέσβου ἑπτὰ καὶ χρυσὸν καὶ τρίποδας καὶ τὸ τοὺς Ἀχαιοὺς ἐπʼ αὐτῷ εἶναι,1 τὰ δὲ παρὰ τῷ Χείρωνι ταῦτα μήλων δοκεῖ καὶ κηρίων ἄξια, καὶ ἀγαπᾷς, ὦ Ἀχιλλεῦ, μικρὰ δῶρα πόλεις ἀπαξιώσων τότε καὶ τὸ κῆδος τοῦ Ἀγαμέμνονος.2 ὁ μὲν οὖν ἐπὶ τῆς τάφρου καὶ ὁ κλίνας τοὺς Τρῶας ἐκ μόνου τοῦ βοῆσαι καὶ ὁ κτείνων ἐπιστροφάδην καὶ ἐρυθαίνων τὸ τοῦ Σκαμάνδρου ὕδωρ ἵπποι τε ἀθάνατοι καὶ ἕλξεις Ἕκτορος καὶ ὁ βρυχώμενος ἐπὶ τοῖς Πατροκλείοις στέρνοις Ὁμήρῳ γέγραπται, γράφει δὲ αὐτὸν καὶ ᾅδοντα καὶ εὐχόμενον καὶ ὁμωρόφιον τῷ Πριάμῳ, τουτονὶ δὲ οὔπω ξυνιέντα ἀρετῆς, ἀλλὰ παῖδα ἔτι γάλακτι ὑποθρέψας καὶ μυελῷ καὶ μέλιτι δέδωκεν ὁ Χείρων γράφειν3 ἁπαλὸν καὶ ἀγέρωχον καὶ ἤδη κοῦφον, εὐθεῖα μὲν γὰρ ἡ κνήμη τῷ παιδί, ἐς γόνυ δὲ αἱ χεῖρες, ἀγαθαὶ γὰρ δὴ αὗται πομποὶ τοῦ δρόμου, κόμη τε ἡδεῖα καὶ οὐδὲ ἀκίνητος, ἔοικε γὰρ προσαθύρων ὁ ζέφυρος μετατάττειν αὐτήν, ὡς μεταπιπτούσης τῇδε κἀκεῖσε ἄλλοτε ἄλλος ὁ παῖς εἴη, ἐπισκύνιόν τε καὶ θυμοειδὲς φρύαγμά ἐστι μὲν ἤδη τῷ παιδί, πραύνει δὲ αὐτὸ ἀκάκῳ ὄμματι καὶ παρειᾷ μάλα ἵλεῳ καὶ προσβαλλούσῃ τι ἁπαλοῦ γέλωτος. ἡ χλαμὺς δέ, ἣν ἀμπέχεται, παρὰ τῆς μητρός, οἶμαι· καλὴ γὰρ καὶ ἁλιπόρφυρος καὶ πυραυγὴς ἐξαλλάττουσα τοῦ κυανῆ εἶναι.4 κολακεύει δὲ αὐτὸν ὁ Χείρων, οἷον πτῶκας ἁρπάζειν καὶ νεβροῖς συμπέτεσθαι· νεβρὸν γοῦν ἄρτι ᾑρηκὼς ἥκει παρὰ τὸν Χείρωνα καὶ ἀπαιτεῖ τὸ ἆθλον, ὁ δὲ χαίρει ἀπαιτούμενος καὶ τοὺς προσθίους ὀκλάσας ἐς ἴσον καθίσταται τῷ παιδί, μῆλα ἀπὸ τοῦ κόλπου ὀρέγων αὐτῷ καλὰ καὶ εὐώδη, καὶ γὰρ καὶ τοῦτο αὐτῶν ἔοικεν ἐγγεγράφθαι, καὶ κηρίον ὀρέγει τῇ χειρὶ σταγόνα λεῖβον διʼ εὐνομίαν τῶν μελιττῶν. ὅταν γὰρ πόαις ἀγαθαῖς ἐντυχοῦσαι κυίσκωσι, περιπληθῆ τὰ κηρία γίγνεται καὶ ἀποβλύζουσι τὸ μέλι οἱ οἶκοι αὐτῶν. ὁ δὲ Χείρων γέγραπται μὲν ὅσα κένταυρος· ἀλλὰ ἵππον ἀνθρώπῳ συμβαλεῖν θαῦμα οὐδέν, συναλεῖψαι μὴν καὶ ἑνῶσαι καί, νὴ Δία, λήγειν ἄμφω δοῦναι καὶ ἄρχεσθαι καὶ διαφεύγειν τοὺς ὀφθαλμούς, εἰ τὸ τέρμα τοῦ ἀνθρώπου ἐλέγχοιεν, ἀγαθοῦ, οἶμαι, ζωγράφου. καὶ τὸ ἥμερον δὲ φαίνεσθαι τὸ τοῦ Χείρωνος ὄμμα ἐργάζεται μὲν καὶ ἡ δικαιοσύνη καὶ τὸ ὑπʼ αὐτῆς πεπνύσθαι, πράττει δὲ καὶ ἡ πηκτίς, ὑφʼ ἧς ἐκμεμούσωται, νυνὶ δὲ καὶ ὑποκορισμοῦ τι αὐτῷ ἔπεστιν, εἰδώς που ὁ Χείρων, ὅτι τοὺς παῖδας τοῦτο μειλίσσεται καὶ τρέφει μᾶλλον ἢ τὸ γάλα. ταυτὶ μὲν περὶ θύρας τοῦ ἄντρου, ὁ δʼ ἐν τῷ πεδίῳ παῖς ὁ ἱππηδὸν ἐπὶ τοῦ κενταύρου ἀθύρων ὁ αὐτὸς ἔτι· διδάσκει ὁ Χείρων τὸν Ἀχιλλέα ἱππάζεσθαι καὶ κεχρῆσθαι αὐτῷ ὅσα ἵππῳ, καὶ συμμετρεῖται μὲν τὸν δρόμον ἐς τὸ ἀνεκτὸν τῷ παιδί, καγχάζοντι δὲ αὐτῷ ὑπὸ τοῦ ἥδεσθαι προσμειδιᾷ μεταστρεφόμενος καὶ μονονουχὶ λέγει ἰδού σοι κροαίνω ἄπληκτος, ἰδοὺ καὶ ἐπικελεύομαί σοι· ὁ ἵππος ὀξὺς ἄρα καὶ ἀφαιρεῖ γέλωτα. λαγαρῶς γάρ μοι ἱππασθείς, θεῖε παῖ, καὶ τοιῷδʼ ἵππῳ πρέπων ὀχήσῃ ποτὲ καὶ ἐπὶ Ξάνθου καὶ Βαλίου καὶ πολλὰς μὲν πόλεις αἱρήσεις, πολλοὺς δὲ ἄνδρας ἀποκτενεῖς ὅσα θεὸν καὶ σὲ ὑπεκφεύγοντας. ταῦτα ὁ Χείρων μαντεύεται τῷ παιδὶ καλὰ καὶ εὔφημα καὶ οὐχ οἷα ὁ Ξάνθος.
阿喀琉斯的养育 幼鹿与野兔,这些是如今幼年阿喀琉斯的猎物;然而在伊利昂,他将攻取城池、战马和士兵的行列,江河也将因他不准其顺流奔淌而与他交战,并且作为那些功绩的酬报,他将赢得布里塞伊斯、来自莱斯博斯的七名女子、黄金、三脚器,以及阿开奥斯人皆倚赖于他的尊荣;然而眼下在喀戎身边的这些举动,只被认为配得上苹果与蜜巢,而你竟满足于这些微薄的赏赐,阿喀琉斯啊,日后你可是连诸座城池和阿伽门农的联姻都会拒不放在眼里的。那个在壕堑旁的阿喀琉斯,仅凭一声呼喊就退却特洛伊人的阿喀琉斯,转身四向砍杀并将斯卡曼德罗斯之水染红的阿喀琉斯,以及不死的神马、对赫克托耳的拖曳,还有在帕特罗克洛斯胸膛上咆哮的阿喀琉斯,荷马都已作了描绘;荷马还描绘了他歌唱、祈祷以及与普里阿摩斯同处一室的模样;然而眼前这个尚未懂得武勇、仍是个孩子、由喀戎用乳汁、骨髓和蜂蜜加以哺育的阿喀琉斯,喀戎将他交由画家描摹成柔嫩、骄傲且已然轻捷的模样。因为这孩子的胫骨挺直,双手垂至膝部——这正是奔跑的得力向导——秀发宜人且绝非静止,因为西风嬉戏拂动着它,似乎随时都在重新梳理,使得发丝左右飘忽之间,这孩子时时刻刻呈现出不同的风采。这孩子已然具备微蹙的眉宇与炽烈的桀骜之气,但他以纯真的双眸,以及极为温和、泛着浅浅笑意的面颊化解了这份威严。他所披的短斗篷,我想是来自他的母亲;因为它华美非凡,呈深海紫色,在摆脱了暗蓝之处泛着如火焰般的光华。喀戎哄诱鼓励着他,使他能够捕获野兔并与幼鹿竞逐飞奔;不管怎样,他刚刚捕得一只幼鹿,来到喀戎身旁索要奖赏,而喀戎因受到索要而欣喜,便屈下前腿使自己与孩子齐平,从衣襟中向他递出美丽而芬芳的苹果——因为苹果的香气似乎也都被绘入了画中——并且用手递上一块因蜜蜂采食丰美而滴淌着汁滴的蜜巢。因为每当蜜蜂遇上良草而孕蜜时,蜜巢便充盈丰沛,它们的巢室也涌流出蜂蜜。喀戎在各方面都被描绘成半人马;然而将马与人结合起来并不足为奇,但能将两者天衣无缝地交融统一,以宙斯之名,使两者的终始浑然莫辨,并且在双眼审察人身的界限时能避过目光,我想,这唯有优秀的画家才能做到。喀戎的眼眸显得温和,这既是他内心的正义以及由正义所带来的明智所致,也是陶冶了他的弦琴的功劳;而眼下他的神态中更带着几分亲昵的爱抚,因为喀戎深知,比起乳汁,这种温情更能抚慰并滋养孩童。这些景象发生在洞穴门前;而平原上骑在半人马背上嬉戏的孩子,依然是同一个阿喀琉斯。喀戎正在教阿喀琉斯骑术,并让他完全将自己当作骏马来驾驭。他将奔跑的速度调整至孩子能够承受的限度,对着因喜悦而大笑的孩子转过头来微笑着,几乎就在开口说道:“看哪,我不受鞭笞便为你飞奔;看哪,我还在督促着你:骏马如此迅捷,竟把笑声都夺走了!神圣的孩子啊,你既然能从容轻巧地骑在我身上,与这样的坐骑相配,日后你定会驾驭克珊托斯和巴利俄斯,你将攻克许多城池,并斩杀许多如同逃避神明一般也妄图逃避你的凡人。”喀戎为这孩子做出了这般美好而吉祥的预言,全然不同于克珊托斯后来所言。
- 2.2τὸ τοὺς Ἀχαιοὺς ἐπʼ αὐτῷ εἶναι
带有冠词的不定式短语(其主语为宾格 τοὺς Ἀχαιοὺς),与前文的名词(如 Βρισηίδα、χρυσόν 等)并列,作动词 ἀποίσεται 的直接宾语。介词短语 ἐπʼ αὐτῷ 表示依赖或处于某人掌管之下(即“阿开奥斯人皆依赖于他”)。
- 2.2πόλεις ἀπαξιώσων τότε καὶ τὸ κῆδος τοῦ Ἀγαμέμνονος
将来时分词 ἀπαξιώσων 修饰呼格 ὦ Ἀχιλλεῦ,将他眼下对微薄礼物的满足(ἀγαπᾷς)与他未来注定拒斥城邦和阿伽门农联姻的举动(τότε)形成鲜明对照。此处并非单纯表示目的,而是用以描绘主语日后必将显露的性格与命运。
- 2.2δέδωκεν ὁ Χείρων γράφειν
说明性(epexegetic)不定式结构,不定式 γράφειν 依附于动词 δέδωκεν,意为“喀戎将他交付[给画家]来描摹”。宾格成分(τουτονὶ δὲ ... ἁπαλὸν καὶ ἀγέρωχον...)既是 δέδωκεν 的宾语,在逻辑上亦作为不定式 γράφειν 的受事。
- 2.2ἐξαλλάττουσα τοῦ κυανῆ εἶναι
分词 ἐξαλλάττουσα(与主语 ἡ χλαμύς 一致)支配带有冠词的属格不定式 τοῦ κυανῆ εἶναι,表示脱离原有状态的起点(分离属格),意为“脱出暗蓝之色”,生动表现出衣料从深蓝向如火般闪耀的海紫色的色彩渐变。
