← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.27-2.28

雅典娜的诞生与结网的蜘蛛

第27章描绘了雅典娜在赫淮斯托斯的斧凿下从宙斯头部武装诞生的景象,众神的赞叹欢欣,以及雅典与罗得两地人民的祭祀和财神降临的黄金之雨。第28章则描述了一幅在荒废宅院门廊结网的蜘蛛画作,赞叹其精妙的几何蛛网构造、逼真的蜘蛛习性及捕食苍蝇的生动场景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

ΑΘΗΝΑΣ ΓΟΝΑΙ. κζ. οἱ μὲν ἐκπληττόμενοι θεοὶ καὶ θεαὶ προειρημένον1 μηδὲ Νύμφας ἀπεῖναι τοῦ οὐρανοῦ, παρεῖναι δὲ αὐτοῖς ποταμοῖς,2 ὧν γίγνονται, φρίττουσι δὲ τὴν Ἀθηνᾶν ἄρτι τῆς τοῦ Διὸς κεφαλῆς ἐν ὅπλοις ἐκραγεῖσαν Ἡφαίστου μηχαναῖς, ὡς ὁ πέλεκυς. τὴν δὲ ὕλην τῆς πανοπλίας οὐκ ἂν συμβάλοι τις, ὅσα γὰρ τῆς ἴριδος χρώματα παραλλαττούσης ἐς ἄλλοτε ἄλλο φῶς, τοσαῦτα καὶ τῶν ὅπλων, καὶ ὁ Ἥφαιστος ἀπορεῖν ἔοικεν, ὅτῳ ποτὲ τὴν θεὸν προσαγάγηται, προανάλωται γὰρ αὐτῷ τὸ δέλεαρ ὑπὸ τοῦ τὰ ὅπλα συνεκφῦναί οἱ.3 ὁ δὲ Ζεὺς ἀσθμαίνει σὺν ἡδονῇ, καθάπερ οἱ μέγαν ἐπὶ μεγάλῳ καρπῷ διαπονήσαντες ἆθλον, καὶ τὴν παῖδα ἐξιστορεῖ φρονῶν τῷ τόκῳ καὶ οὐδὲ τῆς Ἥρας τι δεινὸν ἐνταῦθα, γέγηθε δέ, ὡς ἂν εἰ καὶ αὐτῆς ἐγένετο. καὶ θύουσιν ἤδη τῇ Ἀθηνᾷ δῆμοι δύο ἐπὶ δυοῖν ἀκροπολέοιν, Ἀθηναῖοι καὶ Ῥόδιοι, γῆ καὶ θάλαττα, οἱ μὲν ἄπυρα ἱερὰ καὶ ἀτελῆ, ὁ δὲ Ἀθήνησι δῆμος πῦρ ἐκεῖ καὶ κνῖσα ἱερῶν καὶ ὁ καπνὸς οἷον εὐώδης γέγραπται καὶ μετὰ τῆς κνίσης ἀναρρέων, ὅθεν ὡς παρὰ σοφωτέρους ἀφίκετο ἡ θεὸς καὶ θύσαντας εὖ, Ῥοδίοις δὲ λέγεται χρυσὸς ἐξ οὐρανοῦ ῥεῦσαι καὶ διαπλῆσαι σφῶν τὰς οἰκίας καὶ τοὺς στενωποὺς νεφέλην ἐς αὐτοὺς ῥήξαντος τοῦ Διός, ὅτι κἀκεῖνοι τῆς Ἀθηνᾶς ξυνῆκαν. ἐφέστηκε τῇ ἀκροπόλει καὶ ὁ δαίμων ὁ Πλοῦτος, γέγραπται δὲ πτηνὸς μὲν ὡς ἐκ νεφῶν, χρυσοῦς δὲ ἀπὸ τῆς ὕλης, ἐν ᾗ ἐφάνη. γέγραπται καὶ βλέπων, ἐκ προνοίας γὰρ αὐτοῖς ἀφίκετο.

雅典娜的诞生 众神与女神们惊叹不已——此前已有宣告,即便是宁芙们亦不得缺席天界,而须同孕育她们的河流本身一同出席——他们对刚由赫淮斯托斯的机巧(正如那把斧头所示)而身被武装、自宙斯头部迸发而出的雅典娜肃然起敬。至于这套全副盔甲的材质,无人能够揣度;因为彩虹在不断变换的光线下呈现多少色彩,这套武装上亦有多少颜色。赫淮斯托斯似乎正苦于不知该用何种礼物来博取这位女神的芳心,因为武器随她一同生出,使得他的诱饵早已消耗殆尽。宙斯则满怀欢欣地喘息着,正如那些为了巨大的收获而完成艰难劳役的人一样,他为这次分娩而深感自豪,凝视着自己的女儿;这里亦不见赫拉的丝毫嗔怒,她反而满心欢喜,宛如这孩子也是由她所生一般。此时已有两地之民在两座卫城之上向雅典娜献祭:雅典人与罗得岛人,分别代表大地与海洋;罗得岛人献上的是不用火且不完整的祭品,而雅典城的民众则在那里燃起火焰,升腾起牺牲的脂膏之气,画作中的烟雾显得芬芳四溢,伴着脂膏升腾,因此女神降临于他们之中,正如降临于更明智且妥善献祭的人那里一样。然而据说罗得岛人曾得黄金从天而降,倾注充溢了他们的房屋与狭窄街道,那是宙斯为他们破裂了云层,因为他们同样领悟了雅典娜的神性。财神普路托斯亦守立在卫城之上,他被描绘成生有双翼宛自云端而来,且由他显现时的材质绘成金身。他亦被描绘成双目明亮,因为他是出于先见与明智而降临他们之中的。

§2.28

ΙΣΤΟΙ. κη. ἐπεὶ τὸν τῆς Πηνελόπης ἱστὸν ᾅδεις ἐντετυχηκὼς ἀγαθῇ γραφῇ καὶ δοκεῖ σοι πάντα ἱστοῦ ἔχειν, στήμοσί τε ἱκανῶς ἐντέταται καὶ ἄνθεα κεῖται ὑπὸ τῶν μίτων καὶ μόνον οὐχ ὑποφθέγγεται ἡ κερκὶς αὐτή τε ἡ Πηνελόπη κλαίει δακρύοις, οἷς τὴν χιόνα τήκει Ὅμηρος καὶ ἀναλύει, ἃ διύφηνεν, ὅρα καὶ τὴν ἀράχνην ὑφαίνουσαν ἐκ γειτόνων, εἰ μὴ παρυφαίνει καὶ τὴν Πηνελόπην καὶ τοὺς Σῆρας ἔτι, ὧν τὰ ὑπέρλεπτα καὶ μόλις ὁρατά. οἰκίας μὲν οὐκ εὖ πραττούσης προπύλαια ταῦτα, φήσεις αὐτὴν χηρεύειν δεσποτῶν, αὐλὴ δὲ ἔρημος ἔσω παραφαίνεται, καὶ οὐδὲ οἱ κίονες αὐτὴν ἔτι ἐρείδουσιν ὑπὸ τοῦ συνιζάνειν καὶ καταρρέειν, ἀλλʼ ἔστιν οἰκητὸς ἀράχναις μόναις, φιλεῖ γὰρ τὸ ζῷον ἐν ἡσυχίᾳ διαπλέκειν. ὅρα καὶ τὰ μηρύματα· τοῦτο ἀναπτύουσαι τὸ νῆμα καθιᾶσιν ἐς τοὔδαφος, δεικνύει δὲ αὐτὰς ὁ ζωγράφος κατιούσας διʼ αὐτοῦ καὶ ἀναρριχωμένας ἀερσιποτήτους κατὰ τὸν Ἡσίοδον4 καὶ μελετώσας πέτεσθαι, καὶ οἰκίας δὲ προσυφαίνουσι ταῖς γωνίαις τὰς μὲν εὐρείας, τὰς δὲ κοίλας· τούτων αἱ μὲν εὐρεῖαι χρησταὶ θερίζειν, ἃς δὲ κοίλας ὑφαίνουσιν, ἀγαθὸν τοῦτο χειμῶνος. καλὰ μὲν οὖν καὶ ταῦτα τοῦ ζωγράφου, τὸ γὰρ οὕτω γλίσχρως ἀράχνην τε αὐτὴν διαπονῆσαι καὶ στίξαι κατὰ τὴν φύσιν καὶ τὸ ἔριον αὐτῆς ὑπομόχθηρον γράψαι καὶ ἄγριον, ἀγαθοῦ δημιουργοῦ καὶ δεινοῦ τὴν ἀλήθειαν, ὁ δʼ ἡμῖν καὶ τὰ λεπτὰ διύφηνεν. ἰδοὺ γάρ· τετράγωνος μὲν αὕτη μήρινθος περιβέβληται ταῖς γωνίαις, οἷον πεῖσμα τοῦ ἱστοῦ, περιῆπται δὲ τῇ μηρίνθῳ λεπτὸς ἱστὸς πολλοὺς ἀποτετορνευμένος τοὺς κύκλους,5 βρόχοι δὲ ἐκτενεῖς ἀπὸ τοῦ πρώτου κύκλου μέχρι τοῦ σμικροτάτου διαπλέκονται διαλείποντες ἀπʼ ἀλλήλων ὅσον οἱ κύκλοι. αἱ δὲ ἔριθοι διʼ αὐτῶν βαδίζουσι τείνουσαι τοὺς κεχαλασμένους τῶν μίτων. ἀλλὰ καὶ μισθὸν ἄρνυνται τοῦ ὑφαίνειν καὶ σιτοῦνται τὰς μυίας, ἐπειδὰν τοῖς ἱστοῖς ἐμπλακῶσιν, ὅθεν οὐδὲ τὴν θήραν αὐτῶν παρῆλθεν ὁ ζωγράφος, ἡ μὲν γὰρ ἔχεται τοῦ ποδός, ἡ δὲ ἄκρου τοῦ πτεροῦ, ἡ δὲ ἐσθίεται τῆς κεφαλῆς,6 ἀσπαίρουσι δὲ πειρώμεναι διαφυγεῖν· ὅμως οὐ ταράττουσιν οὐδὲ διαλύουσι τὸν ἱστόν.

蛛网 既然你见到了精美的画作便赞叹佩涅洛佩的织机,并认为它具备了织机应有的一切——经线绷得十分坚实,丝线之下展现出花纹,织梭几乎发出了声响,而佩涅洛佩本人正洒下荷马形容能融化白雪的泪水,拆解着自己织就之物——那么也请看一旁正在结网的蜘蛛,看她是否不仅织得胜过佩涅洛佩,甚至胜过那些产出极细微且肉眼难以看清之物的赛里斯人。这是衰败之家的门廊,你会说这里已没有了主人,里面隐约露出一座荒废的庭院,甚至连柱子因坍塌与下陷也不再能支撑房屋,而成了仅仅属于蜘蛛的居所,因为这种生物素喜在静谧中编织。且看那吐出的丝线:它们吐出这根丝降到地面,画家展现了它们顺着丝线降下,又如赫西俄德所说的“凌空飞腾者”那般蜷曲攀援而上,练习着飞翔;它们还在墙角增织巢穴,有的宽阔,有的凹陷;其中宽阔的适于度夏,而织成凹陷的则便于过冬。画家的这些描绘固然优美,因为将蜘蛛本身雕琢得如此精微,依其天性点染斑纹,并将其绒毛画得微显粗粝野性,皆出自善于把握真实的优秀巨匠之手;然而他还为我们编织出了纤细的罗网。看啊:这四方主线围绕在墙角,犹如织网的锚缆,紧系在主线之上的是回旋成多重圆圈的精致细网,放射状的网孔从最外圈一直编织到最小的内圈,彼此间的间隔正如各圆圈之间那般规整。织工们在网间穿行,拉紧松弛的丝线。然而它们亦通过纺织获得报酬,一旦苍蝇落入网中便以其为食;因此画家亦未遗漏它们的捕猎情景:一只被缚住了脚,一只被缠住了翅尖,另一只正被从头部吃起,它们拼命挣扎试图逃脱,但无论如何却既未扰乱亦未扯破这蛛网。

语法注6 条
  1. 2.27προειρημένον

    非人称分词构成的宾格绝对结构,意为“此前已被通告/宣告”。它作为背景从属成分插入在描述众神惊叹的主句之中,统辖后接的不定式短语 μηδὲ Νύμφας ἀπεῖναι ... παρεῖναι δέ。

  2. 2.27αὐτοῖς ποταμοῖς

    带有 αὐτός 的随伴与格,是表示“连同……一起”的惯用表达法,意为“连同河流本身一起”,说明宁芙们与其诞生的河流一同列席天界。

  3. 2.27ὑπὸ τοῦ τὰ ὅπλα συνεκφῦναί οἱ

    介词 ὑπό 支配带有冠词属格 τοῦ 的不定式短语,用以表示原因(“由于武器随她一同生出”)。不定式 συνεκφῦναι 的逻辑主语为宾格 τὰ ὅπλα,附着与格代词 οἱ 指代雅典娜(“对她而言”)。

  4. 2.28ἀερσιποτήτους κατὰ τὸν Ἡσίοδον

    暗引赫西俄德《工作与时日》第777行中蜘蛛的传统修饰语 ἀερσιπότητος(“空中翱翔者”)。此处阴性宾格复数 ἀερσιποτήτους 作谓语性形容词,补充修饰分词 ἀναρριχωμένας(“攀爬的蜘蛛们”)。

  5. 2.28ἀποτετορνευμένος τοὺς κύκλους

    完成时被动分词 ἀποτετορνευμένος(“旋削圆整的”)后接结果/内在宾格 τοὺς κύκλους(“圆圈”),修饰阳性主语 λεπτὸς ἱστὸς(“细网”),意为“精巧旋织成许多同心圆”。

  6. 2.28ἡ μὲν γὰρ ἔχεται τοῦ ποδός, ἡ δὲ ἄκρου τοῦ πτεροῦ, ἡ δὲ ἐσθίεται τῆς κεφαλῆς

    表示抓握与噬食的动词(ἔχεται, ἐσθίεται)后接被触及部位的属格(部分属格)构成的并列结构。主语 ἡ μέν ... ἡ δέ 指代各只苍蝇,受制或受食的身体部位(足、翅尖、头部)皆用属格表示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.27-2.28