- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.25-2.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者解说了赫拉克勒斯哀悼被食杀的爱侣阿布得罗斯并为其建立城池与赛会的图景,随后描述了一幅呈现赠送给庄园主人的待客礼品(包含野兔、水禽、面包、橄榄与鲜果等)的静物画。
ΑΒΔΗΡΟΥ ΤΑΦΑΙ. κε. μὴ τὰς ἵππους, ὦ παῖ, τὰς τοῦ Διομήδους ἆθλον ἡγώμεθα τοῦ Ἡρακλέους,1 ἅς γε καὶ ᾕρηκεν ἤδη καὶ συντέτριφε τῷ ῥοπάλῳ καὶ ἡ μὲν κεῖται αὐτῶν, ἡ δὲ ἀσπαίρει, τὴν δὲ ἀναπηδᾶν ἐρεῖς, ἡ δὲ πίπτει, βάρβαροι ταῖς χαίταις καὶ ἐς ὁπλὴν λάσιοι καὶ ἄλλως θηρία, φάτναι δὲ ὡς ἀνάπλεῳ μελῶν ἀνθρωπείων καὶ ὀστέων εἰσίν, οἷς ἐς τὴν ἱπποτροφίαν ταύτην ὁ Διομήδης ἐχρήσατο, αὐτός τε ὁ ἱπποτρόφος ὡς ἀγριώτερος ἰδεῖν ἢ αἱ ἵπποι, πρὸς αἷς πέπτωκεν, ἀλλὰ τουτονὶ τὸν ἆθλον χαλεπώτερον χρὴ δοκεῖν, Ἔρωτός τε πρὸς πολλοῖς ἐπιτάττοντος αὐτὸν τῷ Ἡρακλεῖ, μόχθου τε ἐπʼ αὐτῷ οὐ σμικροῦ ὄντος· τὸν γὰρ δὴ Ἄβδηρον ὁ Ἡρακλῆς ἡμίβρωτον φέρει ἀποσπάσας τῶν ἵππων, ἐδαίσαντο δὲ αὐτὸν ἁπαλὸν ἔτι καὶ πρὸ Ἰφίτου νέον, τουτὶ δέ ἐστι καὶ τοῖς λειψάνοις συμβαλέσθαι, καλὰ γὰρ δὴ ἔτι ἐν τῇ λεοντῇ κεῖται. τὰ μὲν δὴ δάκρυα τὰ ἐπʼ αὐτοῖς καὶ εἰ δή τι περιεπτύξατο αὐτῶν ἢ ὀλοφυρόμενος εἶπε, καὶ τὸ βαρὺ τοῦ προσώπου τὸ ἐπὶ πένθει δεδόσθω καὶ ἄλλῳ ἐραστῇ, ἐχέτω καὶ στήλη τι γέρας ἐφεστηκυῖα καλοῦ σήματι, ὁ δʼ οὐχ ὅπερ οἱ πολλοί, πόλιν δὲ τῷ Ἀβδήρῳ ἀνίστησιν, ἣν ἀπʼ αὐτοῦ καλοῦμεν καὶ ἀγὼν τῷ Ἀβδήρῳ κείσεται, ἀγωνιεῖται δʼ ἐπʼ αὐτῷ πυγμὴν καὶ παγκράτιον καὶ πάλην καὶ τὰ ἐναγώνια πάντα πλὴν ἵππων.
阿布得罗斯的葬礼 孩子,我们切莫以为狄俄墨得斯的牝马就是赫拉克勒斯的真正劳役——他早已捕获了它们并用木棒将其击碎,其中一匹横陈倒毙,一匹在喘息抽搐,另一匹你甚至会说它正跃起,还有一匹正栽倒在地;它们鬃毛粗野,蹄足毛茸,完全是嗜血的猛兽;还有那食槽,塞满了狄俄墨得斯用来饲养这些马的人类肢体与骨骸;而那位育马者本人,看起来甚至比他倒毙在其身旁的那些牝马更为凶残顽劣。我们反而应当认为眼前的这桩劳役更为艰险,因为爱神厄罗斯在诸多命令之外又将它强加给赫拉克勒斯,随之而来的劳苦亦非同小可。赫拉克勒斯正是从马群中夺回了阿布得罗斯被吞食了一半的遗骸背负而行;马群在他尚且稚嫩、比伊菲托斯还要年轻时便吞食了他,这一点从其残躯上亦可辨认得出,因为遗骸在狮皮之上依然显得美丽非凡。至于洒在遗体上的泪水,以及他是否曾拥抱残躯或在哀哭中吐露悲言,还有那因哀痛而凝重的面容,且权当是任何普通爱恋者皆会具有的情感吧;矗立在美少年坟丘上的石碑也尽可享有其荣光。但赫拉克勒斯并不像常人那样行事:他为阿布得罗斯建立起一座城池,也就是我们如今以其名命名的城市;阿布得罗斯的竞技赛会亦将确立,人们将在赛会中为他角逐拳击、潘克拉辛、摔跤以及除赛马之外的一切竞技项目。
ΞΕΝΙΑ. κς. ὁ μὲν ἐν τῷ οἰκίσκῳ λαγωὸς δικτύου θήραμα, κάθηται δὲ ἐπὶ τῶν σκελῶν ὑποκινῶν τοὺς προσθίους καὶ ὑπεγείρων τὸ οὖς, ἀλλὰ καὶ βλέπει παντὶ τῷ βλέμματι, βούλεται δὲ καὶ κατόπιν ὁρᾶν δι’ ὑποψίαν καὶ τὸ ἀεὶ πτώσσειν, ὁ δʼ ἐκκρεμάμενος τῆς αὔου δρυὸς ἀνερρωγώς τε τὴν γαστέρα καὶ διὰ τοῖν ποδοῖν ἐκδεδυκὼς ὠκύτητα κατηγορεῖ τοῦ κυνός,2 ὃς ὑπὸ τῇ δρυὶ κάθηται διαναπαύων ἑαυτὸν καὶ δηλῶν μόνος ᾑρηκέναι. τὰς δὲ πλησίον τοῦ λαγὼ νήττας, ἀρίθμει δὲ αὐτὰς δέκα, καὶ τούς, ὅσαιπερ αἱ νῆτται, χῆνας, οὐ δεῖ βλιμάζειν, ἀποτέτιλται γὰρ αὐτῶν τὸ περὶ τὰ στέρνα πᾶν ἐκεῖ τοῖς πλωτοῖς ὄρνισι πλεονεκτούσης τῆς πιμελῆς. εἰ δὲ καὶ ζυμίτας ἄρτους ἀγαπᾷς ἢ ὀκταβλώμους, ἐκεῖνοι πλησίον ἐν βαθεῖ τῷ κανῷ, καὶ εἰ μὲν ὄψου τι χρῄζεις, αὐτοὺς ἔχεις, τοῦ τε γὰρ μαράθρου μετέχουσι καὶ τοῦ σελίνου καὶ ἔτι τῆς μήκωνος, ἥπερ ἐστὶν ἥδυσμα τοῦ ὕπνου, εἰ δὲ τραπέζης ἐρᾷς, τουτὶ μὲν ἐς ὀψοποιοὺς ἀναβαλοῦ, σὺ δὲ σιτοῦ τὰ ἄπυρα. τί οὖν οὐ τὰς δρυπεπεῖς ἁρπάζεις, ὧν ἐφʼ ἑκατέρου κανοῦ σωρὸς οὗτος; οὐκ οἶσθʼ, ὅτι μικρὸν ὕστερον οὐκέθʼ ὁμοίαις ἐντεύξῃ ταύταις, ἀλλὰ γυμναῖς ἤδη τῆς δρόσου; καὶ μηδὲ τῶν τραγημάτων ὑπερίδῃς, εἴ τι σοι μεσπίλου μέλει καὶ Διὸς βαλάνων, ἃς τρέφει λειότατον φυτὸν ἐν ὀξεῖ τῷ ἐλύτρῳ καὶ ἀτόπῳ ἰδεῖν. ἐρρέτω καὶ τὸ μέλι παρούσης παλάθης ταυτησὶ, καὶ ὅ τι ἂν εἴποις, οὕτως ἡδὺ πέμμα. περιαμπίσχει δὲ αὐτὴν φύλλα οἰκεῖα παρέχοντα τῇ παλάθῃ τὴν ὥραν. οἶμαι τὴν γραφὴν ἀποφέρειν τὰ ξένια ταυτὶ τῷ τοῦ ἀγροῦ δεσπότῃ, ὁ δὲ λούεται τάχα Πραμνείους ἢ Θασίους βλέπων ἐνὸν τῆς γλυκείας τρυγὸς ἐπὶ τῇ τραπέζῃ πιεῖν,3 ὡς ἐς ἄστυ κατιὼν ὄζοι στεμφύλου καὶ ἀπραγμοσύνης καὶ κατὰ τῶν ἀστυτρίβων ἐρεύγοιτο.
待客礼品 小木笼里的野兔是罗网的猎物,它蹲坐在后腿上,微动前爪,竖起耳朵,然而它全神贯注地注视着,且因猜疑与向来蜷伏苟隐的习性,甚至渴望看清身后的动静。而另一只从枯槁橡树上倒悬而下、被剖开肚腹且剥皮直至双足的野兔,则彰显了树下歇息的那条猎犬的迅捷,证明是它独自捕获了猎物。至于野兔旁的野鸭——数一数共有十只——以及与鸭子数目相等的鹅,无需用手去按捏检验肥瘦,因为它们胸前的羽毛已被拔除殆尽,那是水鸟积蓄丰厚油脂之处。如果你还喜爱发酵面包或八分面包,它们就在旁边深深的篮子里;如果你需要某种调味的佐料,这些面包本身便足矣,因为它们含有茴香、芹菜,甚至含有作为睡眠调料的罂粟籽。但如果你渴望丰盛的盛宴,且将此事留给厨子们,你只管享用无需动火之物。那么,你为何不抓取两只篮子里堆积如山的熟透橄榄呢?难道你不知道片刻之后便无法再见到这般光景,它们身上的朝露很快便会荡然无存吗?如果对于欧楂与宙斯的橡子——即极光滑的树木在带刺且外貌奇特的壳斗中所孕育的板栗——尚感兴趣,亦切莫忽视了餐后点心。当这块无花果饼呈现在眼前时,让蜂蜜也退避三舍吧,无论你怎么称呼它,它都是这般甘甜的糕点!包裹在外的本树叶子为无花果饼保持着适时的鲜度。我想,画作所描摹的是正将这些待客礼品呈送给庄园的主人;主人或许正在沐浴,满心期盼着普拉姆尼昂酒或萨索斯酒,尽管他在餐桌上本可啜饮甘甜的新榨葡萄汁,这样当下到城里时,他便能散发着酒糟与悠闲自得的气息,对着城里游手好闲之辈打着饱嗝。
- 2.25μὴ τὰς ἵππους, ὦ παῖ, τὰς τοῦ Διομήδους ἆθλον ἡγώμεθα τοῦ Ἡρακλέους
带有否定词 μή 的第一人称复数劝诱式虚拟语气("我们切莫以为……")。它与后文的 ἀλλὰ τουτονὶ τὸν ἆθλον χαλεπώτερον χρὴ δοκεῖν("反而应当认为眼前的这桩劳役更为艰险")构成鲜明对比。
- 2.26ὠκύτητα κατηγορεῖ τοῦ κυνός
动词 κατηγορέω(控诉、证明)支配表示罪状或属性的宾格(ὠκύτητα)与表示对象的属格(τοῦ κυνός)。此处由法庭诉讼语义引申为隐喻用法,意为"证明/彰显了猎犬的迅捷"。
- 2.26ἐνὸν τῆς γλυκείας τρυγὸς ἐπὶ τῇ τραπέζῃ πιεῖν
由非人称动词 ἔνεστι(可能)的中性分词 ἐνόν 构成的宾格绝对独立结构(accusative absolute),表让步或伴随状况,意为"尽管在餐桌上本可啜饮甘甜的新酒"。
