- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.23-2.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节首先描述了一幅表现赫拉克勒斯发狂的画作,他将妻儿误认为欧律斯透斯的亲族而加以残杀,仆从们徒劳地试图制伏他;随后记述了赫拉克勒斯在罗得岛抢夺农夫忒俄达玛斯的耕牛宰食并嘲弄其咒骂的画作,以及由此起源的林多斯祭礼。
ΗΡΑΚΛΗΣ ΜΑΙΝΟΜΕΝΟΣ. κγ. μάχεσθε, ὦ γενναῖοι, ʽπρὸσʼ τὸν Ἡρακλέα καὶ πρόβατε. ἀλλὰ τοῦ λοιποῦ γε παιδὸς ἀπόσχοιτο δυοῖν ἤδη κειμένοιν καὶ στοχαζομένης τῆς χειρός,1 ὡς καλὸν Ἡρακλεῖ.2 μέγας μὲν ὑμῖν ὁ ἆθλος καὶ μείων οὐδὲν ὧν πρὸ τῆς μανίας αὐτὸς ἤθλησεν. ἀλλὰ δείσητε μηδέν· ἄπεστιν ὑμῶν Ἄργος βλέπων καὶ τοὺς Εὐρυσθείδας ἀποκτεῖναι δοκῶν, ἐγὼ δὲ ἤκουσα αὐτοῦ παρʼ Εὐριπίδῃ καὶ ἅρματα ἡγουμένου καὶ κέντρα ἐς τοὺς ἵππους φέροντος καὶ τὴν Εὐρυσθέως οἰκίαν ἀπειλοῦντος ἐκπέρσειν, ἀπατηλὸν γάρ τι ἡ μανία καὶ δεινὸν ἐκ τῶν παρόντων ἀγαγεῖν ἐς τὰ μὴ παρόντα. τούτοις μὲν οὖν ἀπόχρη ταῦτα, σοὶ δὲ ὥρα γίγνεσθαι τῆς γραφῆς· ὁ μὲν θάλαμος, ἐφʼ ὃν ὥρμηκε, Μεγάραν ἔχει καὶ τὸν παῖδα ἔτι, κανᾶ δὲ καὶ χέρνιβα καὶ οὐλαὶ καὶ σχίζαι καὶ κρατήρ, τὰ τοῦ Ἑρκείου, λελάκτισται πάντα καὶ ὁ μὲν ταῦρος ἕστηκεν, ἱερεῖα δὲ προσέρριπται τῷ βωμῷ τὰ γένη καὶ τῇ λεοντῇ. προσβέβληται δʼ ὁ μὲν κατὰ τοῦ λαιμοῦ καὶ διʼ ἁπαλῆς γε τῆς φάρυγγος ἐκδεδράμηκεν ὀιστός, ὁ δὲ ἐς αὐτὸ διατέταται τὸ στέρνον καὶ ὄγκοι τοῦ βέλους μέσων διεκπεπαίκασι τῶν σπονδύλων, ὡς δῆλα ἐς πλευρὰν ἐρριμμένου.3 αἱ παρειαὶ δὲ αὐτῶν διάβροχοι καὶ μὴ θαυμάσῃς, εἰ ἐδάκρυσάν τι, παισὶ γὰρ χρυσοῦν τὸ δάκρυον καὶ μικρὸν δʼ ἴσως καὶ μέγα. οἰστροῦντι δὲ τῷ Ἡρακλεῖ περίκειται πᾶς ὁ τῶν οἰκετῶν δῆμος, οἷον βουκόλοι ταύρῳ ὑβρίζοντι, δῆσαί τις ἐπιβουλεύων καὶ κατασχεῖν τις ἀγῶνα ποιούμενος καὶ κεκραγὼς ἕτερος, ὁ δʼ ἤρτηται τῶν χειρῶν, ὁ δʼ ὑποσκελίζει, οἱ δὲ ἐνάλλονται· τῷ δὲ αἴσθησις μὲν αὐτῶν οὐδεμία, ἀναρριπτεῖ δὲ τοὺς προσιόντας καὶ συμπατεῖ, πολὺ μὲν τοῦ ἀφροῦ διεκπτύων, μειδιῶν δὲ βλοσυρὸν καὶ ξένον καὶ τοῖς ὀφθαλμοῖς ἀτενίζων ἐς αὐτά, ἃ δρᾷ, τὴν δὲ τοῦ βλέμματος ἔννοιαν ἀπάγων ἐς ἃ ἐξηπάτηται. βρυχᾶται δὲ ἡ φάρυγξ καὶ ὁ αὐχὴν ἐμπίπλαται καὶ ἀνοιδοῦσιν αἱ περὶ αὐτὸν φλέβες, διʼ ὧν ἐς τὰ καίρια τῆς κεφαλῆς ἀναρρεῖ πᾶσα χορηγία τῆς νόσου. τὴν Ἐρινὺν δέ, ἥ ταῦτα ἴσχυσεν, ἐπὶ μὲν τῆς σκηνῆς εἶδες πολλάκις, ἐνταῦθα δὲ οὐκ ἂν ἴδοις, ἐς αὐτὸν γὰρ ἐσῳκίσατο τὸν Ἡρακλέα, καὶ διὰ τοῦ στέρνου χορεύει μέσου αὐτῷ ἔσω σκιρτῶσα καὶ τὸν λογισμὸν θολοῦσα. μέχρι τούτων ἡ γραφή, ποιηταὶ δὲ προσπαροινοῦσι καὶ ξυνδοῦσι τὸν Ἡρακλέα καὶ ταῦτα τὸν Προμηθέα φάσκοντες ὑπʼ αὐτοῦ λελύσθαι.
发狂的赫拉克勒斯 勇士们,去抵挡赫拉克勒斯并前进吧!然而只愿他能放过剩下的那个孩子,因为如今已有两个孩子倒毙,而他的手正瞄准着——这对赫拉克勒斯而言是何等的威风啊!摆在你们面前的是一场伟大的较量,绝不逊于他在发狂前亲自完成的那些劳役。但你们什么也不必畏惧:他全神贯注于阿尔戈斯,以为自己正在诛杀欧律斯透斯的孩子们,并未留意你们。我曾在欧里庇得斯的剧中听闻他驾驭战车,向马匹施以皮鞭,扬言要彻底捣毁欧律斯透斯的府邸;狂乱确是善于欺瞒的,能可怕地将人从眼前之物引向虚无之境。对他们来说这些就够了,如今该是你凝视这幅画作的时候了。他所冲入的寝室中,依然留有墨伽拉和那个男孩;而属于庭院守护神赫耳客奥斯的祭篮、洗手盘、粗麦粒、薪柴与调酒缸全都已被踢翻在地;公牛依然站立着,然而作为祭牲被抛掷在祭坛与狮皮之上的,却是他自己的骨肉。一支利箭射入其中一人的颈项,穿透娇嫩的咽喉而出;另一人则被径直洞穿胸膛,箭头的倒钩穿透脊椎中段突显而出,显然是斜向射入肋胁所致。他们的双颊已被泪水湿透,如果他们流下了些许泪水,你也莫要惊奇;因为对于孩子而言,泪水是珍贵的,无论是为了微不足道的小事,还是为了弥天巨变。全体仆从如同面对狂暴公牛的牧人一般围拢在发狂的赫拉克勒斯周围,有的蓄谋将他捆绑,有的奋力制服他,有的高声喊叫;有的攀住他的手臂,有的扫他的腿脚,有的则纵身跃向他。但他对众人全然无感,将迎面扑来的人甩飞踩碎,口中大口吐出白沫,露出可怖而狰狞的冷笑,双眼虽紧紧盯着自己所行的事,眼神的意旨却完全被引向诱骗他的幻象之中。他的咽喉咆哮,颈部粗壮膨胀,周围的血管青筋暴起,狂疾的所有养料正由此源源不断地回流至头颅的要害。至于施展这般威力的复仇女神厄里倪斯,你虽在舞台上见过多次,在此处却难以寻见其影,因为她早已潜入赫拉克勒斯体内,在他胸膛正中穿行跳跃,翻腾肆虐,令其理智昏乱混沌。画作所描摹的便至于此,而诗人们却更显狂暴无度,竟将赫拉克勒斯五花大绑,尽管他们还声称普罗米修斯正是由他所解救。
ΘΕΙΟΔΑΜΑΣ. κδ. τραχὺς οὗτος καί, νὴ Δίʼ, ἐν τραχείᾳ τῇ γῇ, Ῥόδος γὰρ αὕτη ἡ νῆσος, ἧς τὸ τραχύτατον Λίνδιοι, γῆ σταφίδα μὲν καὶ σῦκα ἀγαθὴ δοῦναι, ἀρόσαι δὲ οὐκ εὐδαίμων καὶ ἁμαξεῦσαι ἄπορος. ὁ δὲ στρυφνὸς καὶ ἐν ὠμῷ τῷ γήρᾳ γεωργὸς νοείσθω, Θειοδάμαντα τὸν Λίνδιον εἴ που ἀκούσας ἔχεις. ἀλλὰ τοῦ θράσους· ὀργίζεται τῷ Ἡρακλεῖ ὁ Θειοδάμας, ὅτι ἀροῦντι αὐτῷ ἐπιστὰς ἀποσφάττει τὸν ἕτερον τῶν βοῶν καὶ σιτεῖται σφόδρα ἐθὰς ὢν τοῦ τοιούτου σιτίου. Ἡρακλεῖ γάρ που παρὰ Πινδάρῳ ἐνέτυχες, ὁπότε ἐς τὴν τοῦ Κορωνοῦ στέγην ἀφικόμενος σιτεῖται βοῦν ὅλον, ὡς μηδὲ τὰ ὀστέα περιττὰ ἡγεῖσθαι, Θειοδάμαντι δὲ περὶ βουλυτὸν ἐπιφοιτήσας καὶ πῦρ κομισάμενος — ἀγαθοὶ δὲ ἐμπυρεύσασθαι καὶ οἱ λίθοι — ἀπανθρακίζει τὸν βοῦν ἀποπειρώμενος τῶν σαρκῶν, εἰ μαλάττονται ἤδη, καὶ μονονουχὶ ἐγκαλῶν ὡς βραδεῖ τῷ πυρί. τὰ δὲ τῆς γραφῆς οἷα μηδὲ τὸ εἶδος παρεωρακέναι τῆς γῆς, ὅπου γάρ τι καὶ μικρὸν ἑαυτῆς ἀρόσαι παραδέδωκεν ἡ γῆ, ἔοικεν, εἰ συνίημι, οὐδὲ ἀπορεῖν. ὁ δὲ Ἡρακλῆς τὸ μὲν ἐρρωμένον τῆς διανοίας ἐπὶ τὸν βοῦν ἔχει, τὸ δὲ ῥᾴθυμον αὐτῆς ταῖς τοῦ Θειοδάμαντος ἀραῖς δέδωκεν, ὅσον τὴν παρειὰν ἀνεῖσθαι,4 ὁ γεωργὸς δὲ λίθοις ἐπὶ τὸν Ἡρακλέα. καὶ ὁ τρόπος τῆς στολῆς Δώριος, αὐχμός τε ʽπερἰ τῇ κόμῃ καὶ περὶ τῷ μετώπῳ πίνος, καὶ ἐπιγουνὶς καὶ βραχίων, οἵους ἡ φιλτάτη γῆ τοὺς ἑαυτῆς ἀθλητὰς ἀποτελεῖ. τοῦτο τοῦ Ἡρακλέους τὸ ἔργον καὶ ὁ Θειοδάμας οὗτος σεμνὸς παρὰ Λινδίοις, ὅθεν βοῦς μὲν ἀρότης Ἡρακλεῖ θύεται, κατάρχονται δὲ ἐπαρώμενοι, ὅσα, οἶμαι, ὁ γεωργὸς τότε, χαίρει δὲ ὁ Ἡρακλῆς καὶ Λινδίοις δίδωσι καταρωμένοις τἀγαθά.
忒俄达玛斯 这是一个粗鲁的汉子,以宙斯之名起誓,身处一片粗粝的土地!因为这便是罗得岛,其中最为险峻贫瘠的当属林多斯人的土地,这里出产葡萄干与无花果尚称优渥,若欲耕作则难得丰饶,欲通车马亦寸步难行。这位面容严苛、身处硬朗暮年的农夫,如果你曾在何处听闻过,便应认出他就是林多斯人忒俄达玛斯。然而这是何等的鲁莽!忒俄达玛斯正对赫拉克勒斯怒不可遏,因为赫拉克勒斯在他耕作时突然降临,宰杀了双牛中的一头并大快朵颐,他对这类食物本就极其嗜食。你定在品达的诗中遇见过赫拉克勒斯,当他来到科罗诺斯的居所时,曾吞食整头公牛,甚至连骨头也不以为多余;而他是在放牛休憩的时分突访忒俄达玛斯并取来薪火——甚至石头亦极宜于生火——他将牛烤焦,试探着牛肉是否已变得软烂,几乎在埋怨火势过于迟缓。画作的笔触甚至未曾遗漏这片土地的形貌;因为凡是大自然奉献出哪怕极小一部分可供耕作之处,在我看来,似乎都毫无匮乏之象。赫拉克勒斯将全部强韧的心神倾注于公牛,却将懈弛的心思留给忒俄达玛斯的咒骂,其程度仅足以让他舒展双颊微笑而已;农夫却正搬起石头掷向赫拉克勒斯。其衣着风格属多利斯式,头发枯槁邋遢,额头沾满污垢,腿肌与臂膀恰似挚爱的大地塑造其运动员时的模样。这便是赫拉克勒斯的行径,而这位忒俄达玛斯在林多斯人中亦备受尊崇;从此林多斯人便以耕牛向赫拉克勒斯献祭,并在开端时伴以诅咒,我想正如当年那位农夫所言一般,赫拉克勒斯亦以此为乐,将福祉赐予向他发出诅咒的林多斯人。
- 2.23δυοῖν ἤδη κειμένοιν καὶ στοχαζομένης τῆς χειρός
并列的属格绝对结构(“两人已然倒地,而其手正行瞄准”),为表达愿望的主句祈愿语气(ἀπόσχοιτο)提供了紧迫的背景状况。
- 2.23ὡς καλὸν Ἡρακλεῖ
带 ὡς 的感叹性插入短语(“这对赫拉克勒斯来说是多么光彩啊!”),带有强烈的反讽意味,讽刺赫拉克勒斯残杀亲子的行径。
- 2.23ὡς δῆλα ἐς πλευρὰν ἐρριμμένου
省略逻辑主语(τοῦ βέλους)的属格绝对结构,与表示显见的 ὡς 及中性复数形容词 δῆλα 结合,意为“箭头显然是从肋侧射入的”。
- 2.24ὅσον τὴν παρειὰν ἀνεῖσθαι
带 ὅσον 的限制或结果不定式结构(“仅到足以舒展面颊的地步”),限定了赫拉克勒斯分心顾及农夫咒骂的极小程度(仅现出一丝冷笑)。
