- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
击败安泰俄斯后在沙滩酣睡的赫拉克勒斯遭到前来复仇的俾格米人军队如攻城般的全面围攻,但他苏醒后轻而易举地将这群小人一网打尽并装入狮皮之中。
ΗΡΑΚΛΗΣ ΕΝ ΠΥΓΜΑΙΟΙΣ. κβ. ἐν Λιβύῃ καθεύδοντι τῷ Ἡρακλεῖ μετὰ τὸν Ἀνταῖον ἐπιτίθενται οἱ Πυγμαῖοι τιμωρεῖν τῷ Ἀνταίῳ φάσκοντες, ἀδελφοὶ γὰρ δὴ εἶναι τοῦ Ἀνταίου, γενναῖοί τινες, οὐκ ἀθληταὶ μέν, οὐδʼ ἰσοπαλεῖς, γηγενεῖς δὲ καὶ ἄλλως ἰσχυροί, καὶ ἀνιόντων ἐκ τῆς γῆς ὑποκυμαίνει ἡ ψάμμος. οἰκοῦσι γὰρ οἱ Πυγμαῖοι τὴν γῆν ὅσα μύρμηκες καὶ ἀγορὰν ἀποτίθενται, ἐπισιτίζονται δὲ οὐκ ἀλλότρια, ἀλλʼ οἰκεῖα καὶ αὐτουργά, καὶ γὰρ σπείρουσι καὶ θερίζουσι καὶ πυγμαίῳ ζεύγει ἐφεστᾶσι, λέγονται δὲ καὶ πελέκει χρήσασθαι ἐπὶ τὸν ἄσταχυν ἡγούμενοι αὐτὸν δένδρα εἶναι. ἀλλὰ τοῦ θράσους·1 ἐπὶ τὸν Ἡρακλέα οὗτοι, καὶ ἀποκτεῖναί φασι καθεύδοντα, δείσειαν δʼ ἂν οὐδʼ ἐγρηγορότα. ὁ δὲ ἐν ἁπαλῇ τῇ ψάμμῳ καθεύδει καμάτου αὐτὸν ὑποδεδυκότος2 ἐν τῇ πάλῃ, καὶ παντὶ τῷ στέρνῳ τὸ ἆσθμα ἐφέλκεται χανδὸν ἐμπιπλάμενος τοῦ ὕπνου, αὐτός τε ὁ Ὕπνος ἐφέστηκεν αὐτῷ ἐν εἴδει, μέγα, οἶμαι, ποιούμενος τὸ ἑαυτοῦ ἐπὶ τῷ τοῦ Ἡρακλέους πτώματι. κεῖται καὶ ὁ Ἀνταῖος, ἀλλʼ ἡ τέχνη τὸν μὲν Ἡρακλέα ἔμπνουν γράφει καὶ θερμόν, τὸν δὲ Ἀνταῖον τεθνηκότα καὶ αὖον καὶ καταλείπει αὐτὸν τῇ γῇ. ἡ στρατιὰ δὲ οἱ Πυγμαῖοι τὸν Ἡρακλέα περισχόντες3 μία μὲν αὕτη φάλαγξ τὴν ἀριστερὰν χεῖρα βάλλουσι, δύο δὲ οὗτοι λόχοι στρατεύουσιν ἐπὶ τὴν δεξιὰν ὡς μᾶλλον ἐρρωμένην καὶ τὼ πόδε πολιορκοῦσι τοξόται καὶ σφενδονητῶν ὄχλος ἐκπληττόμενοι τὴν κνήμην, ὅση,4 οἱ δὲ τῇ κεφαλῇ προσμαχόμενοι τέτακται ἐνταῦθα ὁ βασιλεὺς καρτερωτάτου αὐτοῖς τούτου δοκοῦντος, ἐπάγουσι δὲ καὶ οἷον ἀκροπόλει μηχανάς, πῦρ ἐπὶ τὴν κόμην, ἐπὶ τοὺς ὀφθαλμοὺς δίκελλαν, θύραι τινὲς ἐπὶ τὸ στόμα καὶ τὰς τῆς ῥινός, οἶμαι, πύλας, ὡς μὴ ἀναπνεύσειεν ὁ Ἡρακλῆς, ἐπειδὰν ἡ κεφαλὴ ἁλῷ. ταυτὶ μὲν περὶ τὸν καθεύδοντα, ἰδοὺ δὲ καὶ ὡς ὀρθοῦται καὶ ὡς ἐπὶ τῷ κινδύνῳ γελᾷ τούς τε πολεμίους πανσυδὶ συλλεξάμενος ἐς τὴν λεοντῆν ἐντίθεται καί, οἶμαι, τῷ Εὐρυσθεῖ φέρει.
赫拉克勒斯在俾格米人中 在利比亚,赫拉克勒斯在战胜安泰俄斯后沉睡,俾格米人袭击了他,声称要为安泰俄斯报仇;因为他们确是安泰俄斯的兄弟,算得上一群勇士——固然不是运动员,亦非角力中的匹敌者,但身为大地所生,在其他方面甚是强健;当他们从地下钻出时,沙土都随之翻腾。因为俾格米人如同蚂蚁一般栖居于地下并储藏粮食,所食非掠自他人,而是自己劳作自产之物;他们耕种收获,驾驭着侏儒般的牛轭,甚至据说他们会用斧头去砍麦穗,将其视同树木。然而何其狂妄!他们竟冲向赫拉克勒斯,扬言要杀死沉睡中的他,即便他醒着他们也毫不畏惧。赫拉克勒斯则在柔软的沙地上熟睡,角力的疲惫已悄然浸透他的身躯;他用整个胸膛大口呼吸,如饥似渴地沉浸在睡眠中,而“睡眠”本身也化为实体立在他身旁,我想它定是为自己放倒了赫拉克勒斯而深感得意。安泰俄斯亦横卧一旁,但画艺将赫拉克勒斯描绘得气息尚存且温热,而将安泰俄斯画得枯槁死寂,任其弃于大地。俾格米军队团团围住赫拉克勒斯:这里的一支方阵进攻左手,另外两支步兵队则扑向右手,因其更为有力;弓箭手与成群的投石手围攻双足,无不惊骇于那小腿的庞大;至于进攻头部的人——他们的国王便排布在此,因为他们认为这是最坚固的部分——他们像攻打卫城一般调来器械:用火攻头发,以鹤嘴锄啄双眼,用某些门板堵住嘴,以及我想是鼻子的关口,以免头部攻克后赫拉克勒斯再度喘息。这些是围绕熟睡者的景象;但看啊,他如何直起身来,如何对着这险境发笑,将敌人一股脑地收拢进狮皮中,我想,正将他们带往欧律斯透斯那里。
- 2.22ἀλλὰ τοῦ θράσους
感叹属格(genitive of exclamation)。与小品词 ἀλλά 连用,表达叙述者对俾格米人荒唐盲动的狂妄所发出的强烈惊叹。
- 2.22καμάτου αὐτὸν ὑποδεδυκότος
属格独立结构。完成时主动分词 ὑποδεδυκότος 作及物动词使用,直接带宾格代词 αὐτόν,意为“疲惫潜入了他体内”。
- 2.22ἡ στρατιὰ δὲ οἱ Πυγμαῖοι τὸν Ἡρακλέα περισχόντες
基于“整体与部分同格”(schema kath' holon kai meros)的悬垂主格(nominativus pendens)。句首以主格总领整个军队,随后拆分为各个具体的攻击部队(μία μὲν αὕτη φάλαγξ、δύο δὲ οὗτοι λόχοι、τοξόται、οἱ δὲ τῇ κεφαλῇ προσμαχόμενοι)展开叙述。
- 2.22ἐκπληττόμενοι τὴν κνήμην, ὅση
预提构文(prolepsis)。感叹从句“小腿是多么庞大”(ὅση)的逻辑主语 τὴν κνήμην 被提前置于分词 ἐκπληττόμενοι 之后充当宾格直接宾语。
