- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在利比亚荒原的背景下,旅途中的赫拉克勒斯迎战凶暴的巨人安泰俄斯,将依托大地的对手高悬空中绞杀,山顶的众神则注视着这场较量。
ΑΝΤΑΙΟΣ. κα. κόνις οἵα ἐν πάλαις ἐκείνη ἐπὶ πηγῇ ἐλαίου καὶ δυοῖν ἀθληταῖν ὁ μὲν ξυνδέων τὸ οὖς, ὁ δὲ ἀπολύων λεοντῆς τὸν ὦμον κολωνοί τε ἐπιτήδειοι καὶ στῆλαι καὶ κοῖλα γράμματα Λιβύη ταῦτα καὶ Ἀνταῖος, ὃν γῆ ἀνῆκε σίνεσθαι τοὺς ξένους, λῃστρικῇ, οἶμαι, πάλῃ. ἀθλοῦντι δὲ αὐτῷ ταῦτα καὶ θάπτοντι οὓς ἀπώλλυε περὶ αὐτήν, ὡς ὁρᾷς, τὴν παλαίστραν, ἄγει τὸν Ἡρακλέα ἡ γραφὴ χρυσᾶ ταυτὶ τὰ μῆλα ᾑρηκότα ἤδη καὶ τὰ τῶν Ἑσπερίδων ᾀδόμενον — οὐκ ἐκείνας ἑλεῖν θαῦμα τοῦ Ἡρακλέους, ἀλλʼ ὁ δράκων1 — καὶ οὐδὲ γόνυ, φασί, κάμψας, ἀποδύεται πρὸς τὸν Ἀνταῖον ἐν τῷ τῆς ὁδοιπορίας ἄσθματι, τείνων τοὺς ὀφθαλμοὺς ἐς νοῦν τινα καὶ οἷον διάσκεψιν τῆς πάλης, ἐμβέβληκέ τε ἡνίαν τῷ θυμῷ μὴ ἐκφέρειν αὑτὸν τοῦ λογισμοῦ. ὑπερφρονῶν δὲ ὁ Ἀνταῖος ἐπῆρται, δυστήνων δέ τε παῖδες2 ἢ τοιοῦτόν τι πρὸς τὸν Ἡρακλέα ἐοικὼς λέγειν καὶ ῥωννὺς αὑτὸν τῇ ὕβρει. εἰ δὲ καὶ πάλης τῷ Ἡρακλεῖ ἔμελεν, οὐκ ἄλλως ἐπεφύκει ἢ ὡς γέγραπται, γέγραπται δὲ ἰσχυρὸς οἷος καὶ τέχνης ἔμπλεως διʼ εὐαρμοστίαν τοῦ σώματος, εἴη δʼ ἂν καὶ πελώριος καὶ τὸ εἶδος ἐν ὑπερβολῇ ἀνθρώπου. ἔστιν αὐτῷ καὶ ἄνθος αἵματος καὶ αἱ φλέβες οἷον ἐν ὠδῖνι θυμοῦ τινος ὑποδεδυκότος αὐτὰς ἔτι. τὸν δὲ Ἀνταῖον, ὦ παῖ, δέδιας, οἶμαι, θηρίῳ γάρ τινι ἔοικεν, ὀλίγον ἀποδέων ἴσος εἶναι τῷ μήκει καὶ τὸ εὖρος, καὶ ὁ αὐχὴν ἐπέζευκται τοῖς ὤμοις, ὧν τὸ πολὺ ἐπὶ τὸν αὐχένα ἥκει. περιῆκται δὲ καὶ ὁ βραχίων, ὅσα καὶ ὦμοι· στέρνα δὲ καὶ γαστὴρ ταυτὶ τὰ σφυρήλατα καὶ τὸ μὴ ὀρθὸν τῆς κνήμης, ἀλλὰ ἀνελεύθερον ἰσχυρὸν μὲν τὸν Ἀνταῖον οἶδε,3 ξυνδεδεμένον μὴν καὶ οὐκ ἔσω τέχνης. ἔτι καὶ μέλας ὁ Ἀνταῖος, κεχωρηκότος αὐτῷ τοῦ ἡλίου ἐς βαφήν. ταυτὶ μὲν ἀμφοῖν τὰ ἐς τὴν πάλην. ὁρᾶς δὲ αὐτοὺς καὶ παλαίοντας, μᾶλλον δὲ πεπαλαικότας, καὶ τὸν Ἡρακλέα ἐν τῷ κρατεῖν. καταπαλαίει δὲ αὐτὸν ἄνω τῆς γῆς, ὅτι ἡ γῆ τῷ Ἀνταίῳ συνεπάλαιε κυρτουμένη καὶ μετοχλίζουσα αὐτόν, ὅτε κέοιτο. ἀπορῶν οὖν ὁ Ἡρακλῆς, ὅ τι χρήσαιτο τῇ γῇ, συνείληφε τὸν Ἀνταῖον μέσον ἄνω κενεῶνος, ἔνθα αἱ πλευραί, καὶ κατὰ τοῦ μηροῦ ὀρθὸν ἀναθέμενος ἔτι καὶ τὼ χεῖρε ξυμβαλὼν τὸν ʽτἐ πῆχυν λαγαρᾷ τε καὶ ἀσθμαινούσῃ τῇ γαστρὶ ὑποσχὼν ἐκθλίβει τὸ πνεῦμα καὶ ἀποσφάττει τὸν Ἀνταῖον ὀξείαις ταῖς πλευραῖς ἐπιστραφείσαις ἐς τὸ ἧπαρ. ὁρᾷς δέ που τὸν μὲν οἰμώζοντα καὶ βλέποντα ἐς τὴν γῆν οὐδὲν αὐτῷ ἐπαρκοῦσαν, τὸν δʼ Ἡρακλέα ἰσχύοντα καὶ μειδιῶντα τῷ ἔργῳ. τὴν κορυφὴν τοῦ ὄρους μὴ ἀργῶς ἴδῃς, ἀλλʼ ἐκεῖ ἐπʼ αὐτῆς θεοὺς ὑπονόει περιωπὴν ἔχειν τοῦ ἀγῶνος· καὶ γάρ τι χρυσοῦν γέγραπται νέφος, ὑφʼ ᾧ, οἶμαι, σκηνοῦσι, καὶ ὁ Ἑρμῆς οὑτοσὶ παρὰ τὸν Ἡρακλέα ἥκει στεφανώσων αὐτόν, ὅτι αὐτῷ καλῶς ὑποκρίνεται τὴν πάλην.4
安泰俄斯 如同角力场中的那种尘土散布在油泉之旁,两位角力者中一人正包扎耳朵,另一人则正从肩上褪下狮皮;适宜的土丘、石柱以及凹刻的铭文,这些都表明此地是利比亚,以及大地生来残害外邦人的安泰俄斯,我想他是通过强盗式的角力来实现的。正当他从事这些争斗、并将他所杀害之人掩埋在角力场周围(正如你所见)之时,画作引来了赫拉克勒斯——他已经取得了这些金苹果,因赫斯珀里得斯之举而广受赞颂(对赫拉克勒斯而言,制服她们并非奇迹,巨龙才是奇迹)——而正如俗话所说,他连膝盖都未曾弯曲稍歇,就在旅途的喘息中脱衣直面安泰俄斯,双目凝聚着专注与对角力的深思,给自己的怒气套上缰绳,以免冲昏理智。而傲慢轻蔑的安泰俄斯趾高气扬,似乎正对赫拉克勒斯说着“不幸者之子”或类似的话,借着狂妄自我振作。倘若赫拉克勒斯也留心角力,他的天生体魄绝非画作所绘之外的模样:他被画得强壮有力,因身躯匀称而深谙技巧,而且体型庞大,容貌远超凡人常态。他肌肤透着血色的华采,血管仿佛正在分娩阵痛,仍有某种怒火悄然潜入其中。孩子啊,我想你一定会惧怕安泰俄斯,因为他宛如一头野兽,其宽度与身长相差无几,脖颈直接与双肩相连,双肩的大部一直延伸到脖颈。手臂也同样浑圆粗壮,正如肩部一般;这如锻铁般坚实的胸腹,以及并非挺直而是奴态弯曲的小腿,表明安泰俄斯固然强壮,却肢体僵笨且全无章法。此外安泰俄斯肤色黝黑,因烈日已如染料般渗透其体。这些是他们各自迎战角力的特征。 你见他们正在角力,或者更确切地说是已完成了角力,赫拉克勒斯正处于制胜之中。他将安泰俄斯悬空摔倒,因为每当安泰俄斯倒卧在地,大地母亲便拱起身躯如杠杆般将他撬起,与他一同搏击。赫拉克勒斯因不知如何应付大地而陷入困境,于是从腰部肋骨所在的偏高处紧紧抱住安泰俄斯,将他直立托在自己的大腿上,双手紧扣,把前臂顶入那松弛而喘息的腹部,挤碎了他的气息,借着尖锐的肋骨内折刺入肝脏而杀死了安泰俄斯。想必你能看到,一人正在呻吟,望着对他毫无助益的大地,而赫拉克勒斯正彰显神力,对着这一壮举报以微笑。不要漫不经心地看着山巅,而要意会众神正在山顶俯瞰这场争斗;因为画中绘有一朵金色的云彩,我想众神便驻留在其下,而这边的赫尔墨斯已来到赫拉克勒斯身旁要为他加冕,因为赫拉克勒斯为他精彩地演练了这场角力。
- 2.21οὐκ ἐκείνας ἑλεῖν θαῦμα τοῦ Ἡρακλέους, ἀλλʼ ὁ δράκων
括号插入语中的格转变(句式破格)或谓语省略。前半句中不定词短语 ἐκείνας ἑλεῖν(制服她们)作表语名词 θαῦμα 的主语,而后半句 ἀλλʼ ὁ δράκων 则直接以主格名词出现,省略了如 θαῦμα ἦν(巨龙才是奇迹)等谓语成分。
- 2.21δυστήνων δέ τε παῖδες
化用荷马《伊利亚特》第6卷127行诗句(δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν,“遭遇我武力者皆是不幸者之子”)。作为安泰俄斯恐吓对手、显露傲慢的固定引用语。
- 2.21στέρνα δὲ καὶ γαστὴρ ταυτὶ τὰ σφυρήλατα καὶ τὸ μὴ ὀρθὸν τῆς κνήμης, ἀλλὰ ἀνελεύθερον ἰσχυρὸν μὲν τὸν Ἀνταῖον οἶδε
动词 οἶδε 的主语为前面列举的身体部位(στέρνα、γαστήρ 以及名词化中性短语 τὸ μὴ ὀρθόν)。动词采用第三人称单数形式接中性复数概念,构成带谓语形容词的宾语结构,意为“表明/断定安泰俄斯确实强壮”。
- 2.21ὅτι αὐτῷ καλῶς ὑποκρίνεται τὴν πάλην
与格代词 αὐτῷ 指体育与竞技的守护神赫尔墨斯,作利益与格或判断与格(“为他/向他”)。动词 ὑποκρίνεται 本义为戏剧表演,此处引申为赫拉克勒斯宛如演戏般向竞技守护神展现了一场无可挑剔的角力示范。
