← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.19-2.20

阿波罗拳击福耳巴斯与赫拉克勒斯负天

斐洛斯特拉图斯描述了两幅画作:阿波罗在一场拳击中击败残暴的劫掠之王福耳巴斯,以及赫拉克勒斯主动提议替筋疲力尽的阿特拉斯分担支撑天穹的重任。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

ΦΟΡΒΑΣ. ιθ. ὁ μὲν ποταμός, ὦ παῖ, Κηφισὸς Βοιώτιός τε καὶ οὐ τῶν ἀμούσων, σκηνοῦσι δʼ ἐπʼ αὐτῷ Φλεγύαι βάρβαροι πόλις οὔπω ὄντες. οἱ δὲ πυκτεύοντες τόν τε Ἀπόλλω, οἶμαι, ὁρᾷς, ὁ δʼ αὖ Φόρβας ἐστίν, ὃν ἐστήσαντο οἱ Φλεγύαι βασιλέα, ἐπειδὴ μέγας παρὰ πάντας οὗτος καὶ ὠμότατος τοῦ ἔθνους. πυκτεύει δὲ Ἀπόλλων πρὸς αὐτὸν ὑπὲρ τῶν παρόδων, τὴν γὰρ εὐθὺ Φωκέων τε καὶ Δελφῶν κατασχὼν ὁδὸν οὔτε θύει Πυθοῖ οὐδεὶς ἔτι οὔτε παιᾶνας ἀπάγει τῷ θεῷ χρησμοί τε καὶ λόγια καὶ ὀμφαὶ τρίποδος ἐκλέλειπται πάντα. λῃστεύει δὲ τῶν ἄλλων Φλεγυῶν ἀποτάξας ἑαυτόν, τὴν γὰρ δρῦν, ὦ παῖ, ταύτην οἶκον πεποίηται καὶ παρʼ αὐτὸν φοιτῶσιν οἱ Φλεγύαι δικασόμενοι δήπου ἐν τοῖς βασιλείοις τούτοις. τοὺς δὲ βαδίζοντας ἐς τὸ ἱερὸν λαμβάνων γέροντας μὲν καὶ παῖδας ἐς τὸ κοινὸν τῶν Φλεγυῶν πέμπει ληίζεσθαί τε καὶ ἀποινᾶν, τοῖς δὲ ἐρρωμενεστέροις ἀνταποδύεται καὶ τοὺς μὲν καταπαλαίει, τοὺς δὲ ὑπερτρέχει, τοὺς δὲ παγκρατίῳ αἱρεῖ καὶ ὑπερβολαῖς δίσκων κεφαλάς τε ἀποκόπτων ἀνάπτει τῆς δρυὸς καὶ ὑπὸ τούτῳ ζῇ τῷ λύθρῳ, αἱ δʼ ἀπήρτηνται τῶν πτόρθων μυδῶσαι καὶ τὰς μὲν αὔους ὁρᾷς, τὰς δὲ προσφάτους, αἱ δὲ ἐς κρανία περιήκουσι, σεσήρασι δὲ καὶ ὀλολύζειν ἐοίκασιν ἐσπνέοντος αὐτὰς τοῦ ἀνέμου. φρονοῦντι δὲ αὐτῷ ταῖς Ὀλυμπιάσι ταύταις ἥκει ὁ Ἀπόλλων εἰκάσας ἑαυτὸν μειρακίῳ πύκτῃ, καὶ τὸ μὲν τοῦ θεοῦ εἶδος, ἀκειρεκόμης, ὦ παῖ, γέγραπται καὶ τὰς χαίτας ἀνειληφώς, ἵνα εὐζώνῳ τῇ κεφαλῇ πυκτεύῃ, ἀκτῖνες δὲ ἀπανίστανται ἀπὸ τοῦ μετώπου καὶ μειδίαμα θυμῷ ξυγκεκραμένον ἡ παρειὰ πέμπει βολαί τε ὀφθαλμῶν εὔσκοποι καὶ ξυνεξαίρουσαι ταῖς χερσίν· αἱ δὲ ἐνήψαντο τοὺς ἱμάντας ἡδίους, εἰ στέφανοι περὶ αὐταῖς ἦσαν. πεπύκτευται δὲ αὐτὸν ἤδη,1 τὸ γὰρ ἐμβεβληκὸς τῆς δεξιᾶς ἐνεργὸν ἔτι δηλοῖ τὴν χεῖρα καὶ οὔπω καταλύουσαν τὸ σχῆμα, ᾧ ᾕρηκεν, ὁ Φλεγύας δὲ κεῖται καὶ ὁπόσον μὲν ἐπέχει τῆς γῆς, ποιητὴς ἐρεῖ, κεχώρηκε δὲ ἐς κρόταφον αὐτῷ τὸ τραῦμα καὶ τὸ αἷμα ὥσπερ ἐκ πηγῆς ἐκδίδοται. γέγραπται δὲ ὠμὸς καὶ συώδης τὸ εἶδος, οἷος σιτεῖσθαι μᾶλλον τοὺς ξένους ἢ κτείνειν. τὸ δὲ ἐξ οὐρανοῦ πῦρ σκηπτὸς ἐπὶ τὴν δρῦν φέρεται συμφλέξων τὸ δένδρον, οὐ μὴν ἐξαιρήσων γε τὴν ἐπʼ αὐτῷ μνήμην, τὸ γὰρ χωρίον, ἐν ᾧ ταῦτα, Δρυός, ὦ παῖ, κεφαλαὶ ἔτι.

福耳巴斯 孩子啊,这条河流是维奥蒂亚的刻菲索斯河,并非未受缪斯眷顾之水;在它沿岸扎营的是弗勒古亚斯人,这支蛮族尚未建立城邦。至于那些拳击之人,我想你能认出其中一位是阿波罗,另一位则是福耳巴斯;弗勒古亚斯人立他为王,因为他在全族中体魄最大且最为残暴。阿波罗正为了通道与他进行拳击;因为他占据了直通福基斯与德尔斐的道路,再没有人前往皮托献祭,也没有人向神明呈献胜利凯歌,神谕、预言与三脚祭坛的圣音尽皆废绝。他脱离了其他弗勒古亚斯人独自劫掠;孩子啊,因为他将这株橡树建作居所,而弗勒古亚斯人自然常来到这座王宫中请他裁断争端。至于那些走向圣所之人,他若抓住他们,便将老人和孩童送往弗勒古亚斯人的共同体予以劫掠和索取赎金;对于那些更为健壮者,他则脱衣与他们对决,有的将其摔倒,有的在赛跑中超越,有的在潘克拉辛搏击和掷铁饼中取胜;他斩下他们的头颅,悬挂在橡树上,生活在这一片血污之下。那些头颅自树枝垂挂下来,腐汁淋漓,你见有的已经枯干,有的刚刚斩下,有的已化为白骨骷髅;当风吹入其间时,它们咧着白齿,仿佛在发出凄厉的哭嚎。正当他为这些宛如奥林匹亚般的技艺傲慢得意时,阿波罗化身为年轻的拳击手降临。孩子啊,神明的形象被画成长发未剪,秀发束起以便头部轻捷地拳击;光芒自他的额头升起,面颊流露出掺杂着怒气的微笑,锐利的目光精准瞄准,与双臂协力腾起;而双手缚上了皮条,若有花冠环绕其上,双手将显得更为悦人。与他的拳赛已见分晓;因为右臂向前重击的姿态表明手臂仍充满力量,且尚未收回击垮对手时的架势;弗勒古亚斯人则仆倒在地,他占了多大一片地面自有诗人去评说,但创伤已深入其太阳穴,鲜血如泉涌般喷出。他被画得野蛮残暴,面容宛如野猪,像是要生吞外乡人而非仅仅将其杀死。来自空中的天火——一道霹雳——正扑向橡树要将此树焚尽,但绝不会抹去附于其上的记忆;因为这处发生过这桩事的地方,孩子啊,至今仍被称为“橡树之首”。

§2.20

ΑΤΛΑΣ. κ. καὶ Ἄτλαντι ὁ Ἡρακλῆς οὐδὲ προστάξαντος Εὐρυσθέως ἤρισεν, ὡς τὸν οὐρανὸν οἴσων μᾶλλον ἢ ὁ Ἄτλας, τὸν μὲν γὰρ συγκεκυφότα ἑώρα καὶ πεπιεσμένον καὶ κείμενον ἐς γόνυ θάτερον καὶ μικρὰ καταλειπόμενα αὐτῷ τοῦ ἑστάναι, αὐτὸς δʼ ἂν καὶ μετεωρίσαι τὸν οὐρανὸν καὶ στῆσαι ἀναθέμενος ἐς μακρὸν τοῦ χρόνου.2 τὸ μὲν δὴ φιλότιμον τοῦτο οὐδαμοῦ ἐκφαίνει, φησὶ δὲ συναλγεῖν τε τῷ Ἄτλαντι ἐφʼ οἷς μοχθεῖ καὶ μετασχεῖν ἂν τοῦ ἄχθους αὐτῷ. ὁ δʼ οὕτω τι ἄσμενος εἴληπται τοῦ Ἡρακλέους, ὡς ἱκετεύειν αὐτὸν τλῆναι ταῦτα. γέγραπται δὲ ὁ μὲν ἀπειρηκώς, ὡς τῷ ἱδρῶτι συμβαλέσθαι, ὁπόσος ἀπʼ αὐτοῦ στάζει, βραχίονός τε ξυνεῖναι τρέμοντος, ὁ δὲ ἐρᾷ τοῦ ἄθλου. δηλοῖ δὲ τοῦτο ἥ τε ὁρμὴ τοῦ προσώπου καὶ τὸ ῥόπαλον καταβεβλημένον καὶ αἱ χεῖρες ἀπαιτοῦσαι τὸν ἆθλον. σκιὰς δὲ τὰς μὲν τοῦ Ἡρακλέους οὔπω θαυμάζειν ἄξιον, εἰ ἔρρωνται — τὰ γὰρ τῶν κειμένων σχήματα καὶ οἱ ὀρθοὶ μάλα εὔσκιοι, τὸ δὲ ἀκριβοῦν ταῦτα οὔπω σοφόν — αἱ δὲ τοῦ Ἄτλαντος σκιαὶ σοφίας πρόσω,3 οὑτωσὶ γὰρ συνιζηκότος συμπίπτουσί τε ἀλλήλαις καὶ οὐδὲν τῶν ἐκκειμένων ἐπιθολοῦσιν, ἀλλὰ φῶς ἐργάζονται περὶ τὰ κοῖλά τε καὶ ἐσέχοντα. τὴν ʽδἒ γαστέρα καὶ προνενευκότος τοῦ Ἄτλαντος ὁρᾶν τε ὑπάρχει καὶ ἀσθμαινούσης ξυνιέναι, τά τε ἐν τῷ οὐρανῷ, ὃν φέρει, γέγραπται μὲν ἐν αἰθέρι, ὁποῖος περὶ αὐτὰ ἕστηκεν, ἔστι δὲ ξυνεῖναι ταύρου τε, ὃς δὴ ἐν οὐρανῷ ταῦρος, ἄρκτων τε, ὁποῖαι ἐκεῖ ὁρῶνται, καὶ πνευμάτων. γέγραπται γὰρ τὰ μὲν ξὺν ἀλλήλοις, τὰ δὲ ἐξ ἀλλήλων, καὶ τοῖς μὲν φιλία πρὸς ἄλληλα, τὰ δὲ σώζειν ἔοικε τὸ ἐν τῷ οὐρανῷ νεῖκος. νῦν μὲν οὖν ἀναθήσει ταῦτα, Ἡράκλεις, μετʼ οὐ πολὺ δὲ ξυμβιώσει αὐτοῖς ἐν τῷ οὐρανῷ πίνων καὶ περιβάλλων τὸ τῆς Ἥβης εἶδος· ἄξῃ γὰρ τὴν νεωτάτην καὶ πρεσβυτάτην τῶν θεῶν, διʼ αὐτὴν γὰρ κἀκεῖνοι νέοι.

阿特拉斯 赫拉克勒斯甚至未经欧律斯透斯吩咐,就与阿特拉斯争胜,自以为能比阿特拉斯更好地承担天空;因为他见阿特拉斯弯腰曲背、受尽压迫、单膝跪地,站立的余地所剩无几,而自己则能擎起天空,背负在身使之长久直立。这一好胜之心他绝未公开展露,反倒声称同情阿特拉斯所受的劳苦,愿意替他分担重荷。阿特拉斯抓住了赫拉克勒斯,欣喜得甚至央求他承受此事。其中一人被画得精疲力竭,这可以从他身上滴落的涔涔汗水推知,并从他颤抖的手臂中看出;另一人则热切渴望着这项劳役。这由他脸上的进取之气、扔在地上的木棒以及索求这项苦役的双手显露无遗。至于赫拉克勒斯的阴影,若显得强健有力倒还不值得惊叹——因为倒卧者的身形与直立者极易产生投影,将其精确画出尚非高超智慧——但阿特拉斯身上的阴影则展现了极高的技艺;因为当他如此蜷缩蹲伏时,阴影互相交叠,却丝毫没有使突出的部分变得浑浊,反而在凹陷与内敛的部分四周造出了光感。即便阿特拉斯身躯前倾,其腹部仍可看见,且能明白察觉其气喘吁吁;至于他所承担的天空中的诸物,则被画在环绕其周围的以太之中:人们可以辨识出金牛,即天上的金牛座,以及在那里可见的诸熊座,乃至风的精灵。因为有些星宿并肩绘制,有些则相生相依,有些彼此充满亲爱,有些则似乎仍保留着天空中的争斗。赫拉克勒斯啊,如今你将把这些背负于身,但不久之后你将在天界与他们共生,开怀畅饮,拥抱赫柏的玉体;因为你将迎娶众神中最年轻也最古老的女神,正是因她之故,众神才得以永葆青春。

语法注3 条
  1. 2.19πεπύκτευται δὲ αὐτὸν ἤδη

    动词 πυκτεύω 的完成时被动态第三人称单数作无人称使用,后接表示对决对手的宾格代词 αὐτόν,意为“针对他的角斗已见分晓 / 与他的比赛已经结束”。此处并非将 αὐτόν 视为主语的异常用法,而是无人称被动句接对赛双方之宾格的句法结构。

  2. 2.20αὐτὸς δʼ ἂν καὶ μετεωρίσαι τὸν οὐρανὸν καὶ στῆσαι ἀναθέμενος ἐς μακρὸν τοῦ χρόνου

    承接前文 ἑώρα(看到)所蕴含的心理活动,构成间接引语中的 ἄν 搭配不定过去时不定式,表达赫拉克勒斯本人的潜在判断:“[他认为]自己能够举起天空,担于肩上(ἀναθέμενος)并使之长久直立”。

  3. 2.20αἱ δὲ τοῦ Ἄτλαντος σκιαὶ σοφίας πρόσω

    名词谓语句,副词 πρόσω 带属格 σοφίας,字面意为“深入于技艺之中”,引申为“体现了极高的造诣/智慧”,与前句中的 οὔπω σοφόν(尚非高超本领)形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.19-2.20