- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
描述了一幅画作,画中少女们在女导师带领下于象牙阿佛洛狄忒像前歌唱女神的诞生,厄洛斯以弓弦伴奏,文辞赞叹了其逼真入神的技艺。
ὑμνήτριαι Ἀφροδίτην ἐλεφαντίνην ἐν ἁπαλοῖς μυρρινῶσιν ᾅδουσιν ἁπαλαὶ κόραι. διδάσκαλος αὐτὰς ἄγει σοφὴ καὶ οὐδὲ ἔξωρος, ἐφιζάνει γάρ τις ὥρα καὶ ῥυτίδι πρώτῃ ʽπαρὰ τοὖ γήρως μὲν τὸ ὑπόσεμνον ἕλκουσα, τούτῳ δʼ αὖ κεραννῦσα τὸ σωζόμενον τῆς ἀκμῆς. καὶ τὸ μὲν σχῆμα τοῦ τῆς Ἀφροδίτης ἕδους γυμνὴ καὶ εὐσχήμων,1 ἡ δὲ ὕλη συνθήκη μεμυκότος ἐλέφαντος. ἀλλὰ οὐ βούλεται γεγράφθαι δοκεῖν ἡ θεός, ἔκκειται δὲ οἵα λαβέσθαι. βούλει λόγου τι ἐπιλείβωμεν τῷ βωμῷ; λιβανωτοῦ γὰρ ἱκανῶς ἔχει καὶ κασίας καὶ σμύρνης, δοκεῖ δέ μοι καὶ Σαπφοῦς τι ἀναπνεῖν. ἐπαινετέα τοίνυν ἡ σοφία τῆς γραφῆς· πρῶτα μὲν ὅτι τὰς ἀγαπωμένας λίθους περιβαλοῦσα οὐκ ἐκ τῶν χρωμάτων αὐτὰς ἐμιμήσατο, ἀλλʼ ἐκ τοῦ φωτός, οἷον ὀφθαλμῷ κέντρον τὴν διαύγειαν αὐταῖς ἐνθεῖσα, εἶτα ὅτι καὶ τοῦ ὕμνου παρέχει ἀκούειν· ᾅδουσι γὰρ αἱ παῖδες, ᾅδουσι, καὶ ἡ διδάσκαλος ὑποβλέπει τὴν ἀπᾴδουσαν κροτοῦσα τὰς χεῖρας καὶ ἐς τὸ μέλος ἱκανῶς ἐμβιβάζουσα. τὸ μὲν γὰρ τῆς στολῆς ἀπέριττον καὶ μὴ διʼ ὄχλου αὐταῖς, εἰ ἀθύροιεν, ἢ τὸ ἐν χρῷ τῆς ζώνης ἢ τὸ ἐς βραχίονα τοῦ χιτῶνος ἢ ὡς ἀνυποδησίᾳ χαίρουσιν ἐφεστῶσαι ἁπαλῇ πόᾳ καὶ ἀναψυχὴν ἕλκουσαι παρὰ τῆς δρόσου λειμών τε ὁ περὶ τὰς ἐσθῆτας καὶ τὰ ἐν αὐταῖς χρώματα καὶ ὡς ἄλλο ἄλλῳ ἐπιπρέπει, δαιμονίως ἐκμεμίμηται.2 τὰ γὰρ συμβαίνοντα οἱ μὴ γράφοντες οὐκ ἀληθεύουσιν ἐν ταῖς γραφαῖς. τὰ δὲ εἴδη τῶν παρθένων εἰ τῷ Πάριδι ἢ ἄλλῳ τῳ κριτῇ ἐπιτρέποιμεν, ἀπορῆσαι ἄν μοι δοκεῖ ψηφίσασθαι,3 τοσοῦτον ἁμιλλῶνται ῥοδοπήχεις καὶ ἑλικώπιδες καὶ καλλιπάρῃοι καὶ μελίφωνοι, Σαπφοῦς τοῦτο δὴ τὸ ἡδὺ πρόσφθεγμα. παραψάλλει δὲ αὐταῖς Ἔρως ἀνακλίνας τοῦ τόξου τὸν πῆχυν, καὶ ἡ νευρὰ παναρμόνιον ᾅδει καί φησι πάντα ἔχειν, ὅσα ἡ λύρα, ταχεῖς τε οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ῥυθμόν τινα, οἶμαι, διανοοῦντες. τί δῆτα ᾅδουσι; γέγραπται γάρ τι καὶ ᾠδῆς· τὴν Ἀφροδίτην ἐκδοῦναι τῆς θαλάττης λέγουσιν ἀπορροῇ τοῦ Οὐρανοῦ, καὶ ὅπου μὲν τῶν νήσων προσέσχεν, οὔπω λέγουσιν, ἐροῦσι δέ, οἶμαι, Πάφον, τὴν γένεσιν δὲ ἱκανῶς ᾅδουσιν· ἀναβλέπουσαι μὲν γὰρ ἐμφαίνουσιν, ὅτι ἀπʼ οὐρανοῦ, τὰς δὲ χεῖρας ὑπτίας ὑποκινοῦσαι δηλοῦσιν, ὅτι ἐκ θαλάττης, τὸ μειδίαμα δὲ αὐτῶν γαλήνης ἐστὶν αἴνιγμα.
赞歌少女们 在柔嫩的香桃木林中,柔嫩的少女们正在歌咏一尊象牙的阿佛洛狄忒。一位熟练且绝非过季的女导师正引领着她们;因为某种风韵甚至降临在她最初的皱纹之上,从岁月中汲取了几分庄严,又反过来与此交融了她盛年犹存的光华。至于阿佛洛狄忒神像的形态,则是裸身而优雅的,其材质则是严丝合缝的象牙拼合。然而这位女神并不愿显得像是被画出来的,而是凸现得仿佛触手可及。你愿意让我们向这祭坛浇奠一些言辞吗?因为坛上已备足了乳香、桂皮和没药,在我看来还散发着些许萨福的气息。因此,这幅画的匠心当受赞赏:首先,在于它虽环缀以珍爱的宝石,却不是藉由色彩,而是藉由光亮来摹拟它们,仿佛在眼睛中安放瞳孔一般将澄澈植入其中;其次,在于它甚至让人听到了赞歌。因为少女们在歌唱,确在歌唱,而导师击着手掌,技巧娴熟地将唱走调的少女引回旋律中,同时侧目斜视着她。因为她们衣着的简洁,以及若她们嬉戏也不致造成妨碍的模样——无论是贴着肌肤的腰带,还是滑向手臂的短袍,抑或她们赤足立在娇嫩的青草上、从朝露汲取清凉时欣悦的神态,以及衣服周遭的花草纹饰、其间的色彩,还有诸色之间如何相得益彰——都被出神入化地摹绘了出来。因为凡不画出实情所附随之细节的人,在图画中就没有表达真实。如果我们把这些少女的容貌交由帕里斯或别的裁判裁夺,在我看来他很难做出决断,她们彼此争妍斗艳至极:尽是粉臂、明眸、玉颊与蜜音之人——这正是萨福甜美的赞词。厄洛斯在她们身旁倚斜着弓臂弹拨,弓弦发出和谐万全的歌声,声称拥有一切竖琴所拥有的音调;而这位神明敏锐的双目,我想,正构思着某种节奏。那么她们究竟在唱什么呢?因为画中也描绘了歌词的内容:她们说阿佛洛狄忒是由天宇的流溢自大海中孕育而出的;至于她抵达了哪座岛屿,她们尚未说明,但我想她们会说是帕福斯;然而她的诞生她们已歌唱得十分完满。因为她们仰首凝望,便表明她来自天穹;双手手心向上轻柔翻动,便表明她来自大海;而她们的微笑,则是风平浪静之谜语。
- 2.1γυμνὴ καὶ εὐσχήμων
主格阴性单数形容词。在语法上并未直接与中性主语 τὸ σχῆμα 一致,而是根据其所指的实际主体(即女神本身)发生呼应,属于意合一致(constructio ad sensum)。
- 2.1τὸ μὲν γὰρ τῆς στολῆς ἀπέριττον ... δαιμονίως ἐκμεμίμηται
主动词 ἐκμεμίμηται 为第三人称单数完成时被动态,其主语由一系列名词化的中性单数形容词及介词短语(τὸ ἀπέριττον, τὸ ἐν χρῷ, τὸ ἐς βραχίονα)、间接疑问句(ὡς ... χαίρουσιν, ὡς ... ἐπιπρέπει)及名词短语(λειμών τε)并列构成。尽管包含多个成分,动词仍取单数。
- 2.1ἀπορῆσαι ἄν μοι δοκεῖ ψηφίσασθαι
虚词 ἄν 修饰不定式 ἀπορῆσαι,作为条件从句 εἰ ... ἐπιτρέποιμεν(现在时愿望语气)的主句对应成分(若在独立句中相当于 ἀπορήσειεν ἄν)。此处与 δοκεῖ 的人称句构结合("在我看来他似乎会陷入决断困难")。
