- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节描绘了独眼巨人的原始生活,以及其中最凶暴的波吕斐摩斯因爱慕伽拉忒亚而收敛暴戾、吟唱牧歌的情态,并与在海面上驾驭海豚战车嬉戏的优雅伽拉忒亚形成鲜明对照。
ΚΥΚΛΩΨ. ιη. οἱ θερίζοντές τε τὰ λήια καὶ τρυγῶντες τὰς ἀμπέλους οὔτε ἤροσαν, ὦ παῖ, ταῦτα, οὔτε ἐφύτευσαν, ἀλλʼ αὐτόματα ἡ γῆ σφίσιν ἀναπέμπει ταῦτα, εἰσὶ γὰρ δὴ Κύκλωπες, οἷς, οὐκ οἶδα ἐξ ὅτου, τὴν γῆν οἱ ποιηταὶ βούλονται αὐτοφυᾶ εἶναι ὧν φέρει,1 πεποίηται δὲ αὐτοὺς καὶ ποιμένας τὰ πρόβατα βόσκουσα, ὧν τὸ γάλα ποτόν τε ἡγοῦνται καὶ ὄψον. οἱ δʼ οὔτε ἀγορὰν γιγνώσκουσιν οὔτε βουλευτήριον, οὐδʼ οἶκον, ἀλλὰ τὰ ῥήγματα ἐσοικισάμενοι τοῦ ὄρους.2 τοὺς μὲν οὖν ἄλλους ἔα, Πολύφημος δὲ ὁ τοῦ Ποσειδῶνος ἀγριώτατος αὐτῶν οἰκεῖ ἐνταῦθα, μίαν μὲν ὑπερτείνων ὀφρὺν τοῦ ὀφθαλμοῦ ἑνὸς ὄντος, πλατείᾳ δὲ τῇ ῥινὶ ἐπιβαίνων τοῦ χείλους καὶ σιτούμενος τοὺς ἀνθρώπους, ὥσπερ τῶν λεόντων οἱ ὠμοί. νυνὶ δὲ ἀπέχεται τοῦ τοιούτου σιτίου, ὡς μὴ βορός, μηδὲ ἀηδὴς φαίνοιτο, ἐρᾷ γὰρ τῆς Γαλατείας παιζούσης ἐς τουτὶ τὸ πέλαγος, ἀφιστορῶν αὐτὴν ἀπὸ τοῦ ὄρους, καὶ ἡ μὲν σύριγξ ἔτι ὑπὸ μάλης καὶ ἀτρεμεῖ, ἔστι δʼ αὐτῷ ποιμενικὸν ᾆσμα, ὡς λευκή τε εἴη καὶ γαῦρος καὶ ἡδίων ὄμφακος καὶ ὡς νεβροὺς τῇ Γαλατείᾳ σκυμνεύοι καὶ ἄρκτους. ᾅδει δὲ ὑπὸ πρίνῳ ταῦτα, οὐδʼ ὅπου αὐτῷ τὰ πρόβατα νέμεται, εἰδώς, οὐδʼ ὁπόσα ἐστίν, οὐδʼ ὅπου ἡ γῆ. ἔτι δὲ ὄρειός τε καὶ δεινὸς γέγραπται χαίτην μὲν ἀνασείων ὀρθὴν καὶ ἀμφιλαφῆ πίτυος δίκην, καρχάρους δὲ ὑποφαίνων ὀδόντας ἐκ βοροῦ τοῦ γενείου, στέρνα τε καὶ γαστέρα καὶ τὸ ἐς ὄνυχας ἧκον λάσιος πάντα, καὶ βλέπειν μὲν ἥμερόν φησιν,3 ἐπειδὴ ἐρᾷ, ἄγριον δὲ ὁρᾷ καὶ ὑποκαθήμενον ἔτι, καθάπερ τὰ θηρία τὰ ἀνάγκης ἡττώμενα. ἡ δὲ ἐν ἁπαλῇ τῇ θαλάττῃ παίζει τέτρωρον δελφίνων ξυνάγουσα ὁμοζυγούντων τε καὶ ταὐτὸν πνεόντων, παρθένοι δʼ αὐτοὺς ἄγουσι Τρίτωνος αἱ δμωαὶ τῆς Γαλατείας ἐπιστομίζουσαι σφᾶς, εἰ ἀγέρωχόν τι καὶ παρὰ τὴν ἡνίαν πράττοιεν. ἡ δʼ ὑπὲρ κεφαλῆς ἁλιπόρφυρον μὲν λῄδιον ἐς τὸν ζέφυρον αἴρει σκιὰν ἑαυτῇ εἶναι καὶ ἱστίον τῷ ἅρματι, ἀφʼ οὗ καὶ αὐγή τις ἐπὶ τὸ μέτωπον καὶ τὴν κεφαλὴν ἥκει οὔπω ἡδίων τοῦ τῆς παρειᾶς ἄνθους, αἱ κόμαι δʼ αὐτῆς οὐκ ἀνεῖνται τῷ ζεφύρῳ, διάβροχοι γὰρ δή εἰσι καὶ κρείττους τοῦ ἀνέμου. καὶ μὴν καὶ ἀγκὼν δεξιὸς ἔκκειται λευκὸν διακλίνων πῆχυν καὶ ἀναπαύων τοὺς δακτύλους πρὸς ἁπαλῷ τῷ ὤμῳ καὶ ὠλέναι ὑποκυμαίνουσι καὶ μαζὸς ὑπανίσταται καὶ οὐδὲ τὴν ἐπιγουνίδα ἐκλείπει ἡ ὥρα. ὁ ταρσὸς δὲ καὶ ἡ συναπολήγουσα αὐτῷ χάρις ἔφαλος, ὦ παῖ, γέγραπται καὶ ἐπιψαύει τῆς θαλάττης οἷον κυβερνῶν τὸ ἅρμα. θαῦμα οἱ ὀφθαλμοί, βλέπουσι γὰρ ὑπερόριόν τι καὶ συναπιὸν τῷ μήκει τοῦ πελάγους.
独眼巨人 孩子啊,那些收割庄稼与采摘葡萄的人,既未耕作土地,也未曾种植它们,而是大地自行为他们生出这些产物;因为他们乃是独眼巨人,不知何故,诗人们让大地为了他们而自发产出其所结的果实;大地借着放牧群羊,也将他们造就成了牧人,他们将羊奶当作饮品和配餐。他们既不知晓市民广场,也不知晓议事大厅,甚至没有房屋,只在山间的裂隙中筑穴而居。暂且不管其他人吧,波塞冬之子、他们中最凶悍的波吕斐摩斯正居住于此:他将独一无二的眼睛上方横贯着单单一截眉毛,宽阔的扁鼻覆于上唇之上,并且以活人为食,恰如那些凶残的狮子一般。然而眼下他克制着不吃这等食物,免得自己显得贪婪或面目可憎;因为他爱上了在眼前这片海面上嬉戏的伽拉忒亚,正从山上凝望着她。他的排箫此刻仍夹在腋下未曾吹响,但他心中已有一曲牧歌,唱着她是多么洁白、多么矜傲、比未熟的葡萄更加甘美,又唱着他如何为伽拉忒亚抚育幼鹿和小熊。他坐在一株冬青栎下唱着这些歌,甚至不知道自己的羊群在何处吃草,有多少只,也不知道自己脚下的大地在何方。此外,他被描绘得宛如山野之民般可怖:如松树般甩动着倒竖蓬乱的鬃毛,在贪婪的下颏间露出参差锯齿,自胸膛、腹部直至脚趾甲处尽皆毛发浓密;尽管画作称他因陷入爱河而目光显得温和,但他眼中依然闪烁着野性与伏底的狠毒,宛如被强力逼迫驯服的野兽。而她则在轻柔的海浪中嬉戏,驱驾着四条套在一起、呼吸如一的海豚;特里同的少女们作为伽拉忒亚的侍女引带着海豚,若海豚有何桀骜不驯、违背缰绳之举,便勒紧辔头加以制止。她在头顶迎着西风撑起一件海紫色的薄氅,既为自己遮阴,又为战车充当风帆;薄氅上映下一道微光落在她的额头与头顶,却仍不及她面颊上的艳丽光泽那般甜美。她的秀发并没有任由西风吹散,因为发丝湿漉漉的,胜过风力。不仅如此,她的右肘向外微曲,倾斜着白皙的小臂,将手指轻搭在娇柔的肩头;她的臂膀轻泛微澜,胸脯微微挺起,青春的美艳甚至也未曾遗漏她的膝头。孩子啊,她的脚背以及随之一同收束的优美姿态被画在海面上,轻触海水,仿佛在为战车掌舵。她的双眸令人叹为观止,因为那目光正望向彼方边际之外,仿佛正随着浩瀚无垠的辽阔海面延伸远去。
- 2.18αὐτοφυᾶ εἶναι ὧν φέρει
此处 ὧν 为关系代名词 ἅ 受到省略的先行词 τούτων 之属格同化(牵引)的结果,即 τούτων ἃ φέρει(自发产出其所结出的那些东西)。另一种解读是将其视作与 αὐτοφυᾶ 连用的限定属格(关于其所结之物是自生的),但按诗歌传统母题,作宾语先行词的牵引更显自然。
- 2.18ἀλλὰ τὰ ῥήγματα ἐσοικισάμενοι τοῦ ὄρους
主语 οἱ δέ 在一连串否定分句(οὔτε... οὔτε... οὐδέ)之后接以 ἀλλά 与分词短语 ἐσοικισάμενοι,却缺失了限定动词,构成了破格语法(句式中断)。上下文理解时需补足如 οἰκοῦσιν(居住)一类的谓语动词以使句意完整。
- 2.18καὶ βλέπειν μὲν ἥμερόν φησιν
第三人称单数动词 φησιν 的主语最自然的理解是画作(ἡ γραφή)或画家(即“画作/画家称他的目光温和”)。虽然在语法上亦可将波吕斐摩斯视为主语(“他自称目光温和”),但结合后文紧接着的 ὁρᾷ(“然而其实际目光仍显凶暴”)的对比来看,此处是在说明画面的拟态企图与其流露出的真实野性之间的反差。
