- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.17#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者描摹了伐木工人伐木造舟、海鸥与放哨翠鸟的奇特共生,以及一座专为王室幼儿打造的微缩玩具之岛“金岛”。
τὰ δὲ μεγάλα τῶν φυτῶν δρυτόμοι σπαθῶσι διατέμνοντες καὶ ὁ μὲν διαίρει τὸν πέλεκυν, ὁ δὲ ἐμβέβληκεν, ὁ δὲ θήγει λαβὼν ἀπεστομισμένον ὑπὸ τοῦ πλήττειν, ὁ δʼ ἐπισκοπεῖται τὴν ἐλάτην ἱστοῦ ἕνεκα τεκμαιρόμενος τοῦ δένδρου πρὸς τὴν ναῦν, ὁ δὲ τὰ νέα καὶ ὀρθὰ τῶν δένδρων τέμνει ἐς τὰ ἐρετικά. ἡ δʼ ἀπορρὼξ πέτρα καὶ ὁ τῶν αἰθυιῶν δῆμος καὶ ὁ ἐν μέσαις ὄρνις ἀπὸ τοῦ τοιοῦδε γέγραπται λόγου· οἱ ἄνθρωποι ταῖς αἰθυίαις ἐπιτίθενται, μὰ Δίʼ, οὐ τῶν κρεῶν ἕνεκα, μέλαν γὰρ καὶ νοσῶδες καὶ οὐδὲ πεινῶντι ἡδὺ τὸ ἐξ αὐτῶν κρέας, γαστέρα δὲ παρέχονται παισὶν ἰατρῶν, οἵαν τοὺς γευσαμένους αὐτῆς εὐσίτους ἀποφαίνειν καὶ κούφους1 ὑπνηλαὶ οὖσαι καὶ πυριάλωτοι, νύκτωρ γὰρ αὐταῖς ἐναστράπτουσι. προσάγονται δὴ τὸν κήυκα ὄρνιν ἐπὶ μοίρᾳ τῶν ἁλισκομένων μελεδωνὸν εἶναι καὶ προεγρηγορέναι σφῶν. ὁ δὲ κήυξ θαλάττιος μέν, χρηστὸς δὲ ὄρνις καὶ ἀπράγμων καὶ θηρᾶσαι μέν τι ἀδρανής, πρὸς δέ γε ὕπνον ἔρρωται καὶ καθεύδει σμικρά· ταῦτά τοι καὶ ἀπομισθοῖ τοὺς ὀφθαλμοὺς ἐκείναις. ἐπειδὰν οὖν ἐπὶ δαῖτα ἀποπτῶσιν, ὁ μὲν οἰκουρεῖ περὶ τὴν πέτραν, αἱ δʼ ἥκουσιν ἐς ἑσπέραν ἀπάγουσαι δεκάτην αὐτῷ τῶν τεθηραμένων, καὶ καθεύδουσιν ἤδη περὶ αὐτὸν οὐ καθεύδοντα, οὐδʼ ἂν ἡττηθέντα ὕπνου ποτέ, εἰ μὴ αὐταὶ βούλονται.2 εἰ δὲ δόλου του προσιόντος αἴσθοιτο, ὁ μὲν ἀναβοᾷ τορόν τε καὶ ὀξύ, αἱ δʼ ἀπὸ συνθήματος ἀρθεῖσαι φεύγουσιν ἀνέχουσαι τὸν μελεδωνόν, εἰ πετόμενος ἀπείποι ποτέ. ἀλλʼ ἐνταῦθα ἕστηκε καὶ τὰς αἰθυίας περιορᾷ. ἔστι δʼ αὐτοῦ τὸ μὲν ἐν μέσαις ἑστάναι ταῖς ὄρνισιν ὁ Πρωτεὺς ὁ ἐν ταῖς φώκαις, τὸ δὲ μὴ καθεύδειν ὑπὲρ τὸν Πρωτέα. ἐνταῦθα δέ, ὦ παῖ, καὶ καθώρμισται ἡμῖν, καὶ ὅ τι μὲν ὄνομα τῇ νήσῳ, οὐκ οἶδα, χρυσῆ δʼ ἂν πρός γε ἐμοῦ ὀνομάζοιτο, εἰ μὴ μάτην οἱ ποιηταὶ τὴν τοιάνδε ἐπωνυμίαν ἐξευρήκασι τοῖς καλοῖς τε καὶ θαυμασίοις πᾶσιν. ᾤκισται μὲν δή, ὁπόση βασίλεια μικρὰ δέξασθαι, οὐ γὰρ ἀρόσει γε ἐνταῦθά τις, οὐδὲ ἀμπελουργήσει, περίεστι δʼ αὐτῇ πηγῶν, ὧν τὰς μὲν ἀκραιφνεῖς τε καὶ ψυχρὰς ἐκδίδωσι, τὰς δὲ ἐκπυρώσασα οὕτω τι εὔρους, ὡς καὶ τῇ θαλάττῃ ἐπιπλημμυρεῖν· τό τοι ῥόθιον τοῦτο πηγαὶ ὑποκυματίζουσι ζέουσαι καὶ οἷον ἐκ λέβητος ἀναπαλλόμεναί τε καὶ ἀναπηδῶσαι, περὶ ἃς βέβληται ἥδε ἡ νῆσος. τὸ μὲν οὖν θαῦμα τῆς τῶν πηγῶν ἐκδόσεως εἴτε τῆς γῆς προσήκει νομίζειν, εἴτε τῇ θαλάττῃ οἰκειοῦν, δικάσει ὅδε ὁ Πρωτεύς, ἥκει γὰρ δὴ θεμιστεύσων τοῦτο, τὰ δὲ πεπολισμένα τῆς νήσου σκοπῶμεν· ᾤκισται γὰρ δὴ ἐν αὐτῇ πόλεως καλῆς τε καὶ λαμπρᾶς εἴδωλον, ὅσον οἰκία, καὶ βασιλικὸν ἔσω τρέφεται παιδίον, ἄθυρμα δὲ αὐτῷ πόλις. θέατρα γάρ ἐστιν, ὁπόσα αὐτό τε δέξασθαι καὶ τοὺς συμπαίστας τουτουσί παῖδας, ἱππόδρομός τε ἐξῳκοδόμηταί τις ἀποχρῶν τοῖς Μελιταίοις κυνιδίοις περιδραμεῖν αὐτόν, ἵππους γὰρ δὴ ταῦτα ποιεῖται καὶ ξυνέχει σφᾶς ἐς ζυγόν τε καὶ ἅρμα, ἡνιοχῆσον3 δὴ ὑπὸ τουτωνὶ τῶν πιθήκων, οὓς τὸ παιδίον θεράποντας ἡγεῖται, λαγωὸς δὲ οὑτοσὶ χθές, οἶμαι, ἐσῳκισμένος ξυνέχεται μὲν ἱμάντι φοινικῷ, καθάπερ κύων, δεδέσθαι δὲ οὐκ ἀξιοῖ καὶ διολισθῆσαι τοὺς δεσμοὺς ἐθέλει πιστεύων τοῖς προσθίοις τῶν ποδῶν, ψίττακός τε καὶ κίττα ἐν οἰκίσκῳ πλεκτῷ Σειρήνων δίκην ἐν τῇ νήσῳ ᾅδουσιν, ᾅδει δὲ ἡ μὲν ὁπόσα οἶδεν, ὁ δὲ ὁπόσα μανθάνει.
至于那些高大的树木,伐木工人们一边砍削一边将其截断:有的高举利斧,有的已砍下一击,有的正拿起因劈砍而卷刃的斧头磨砺,有的正对照船只估量树木的尺寸来审视冷杉是否适作桅杆,还有的则在砍伐笔直幼树作为桨材。而那陡峭的岩壁、海鸥群以及居于其间的鸟,则是出于如下原由被绘制的:人们捕猎海鸥,凭宙斯起誓,绝非为了它们的肉——因为它们的肉既发黑又易致病,连饥肠辘辘者咽下也不会觉得甜美——而是海鸥为医术之子们提供了一种胃囊,足以让尝过的人食欲旺盛、身体轻盈;但它们生性嗜睡且极易被火光诱捕,因为人们常在夜间用火光照射它们。于是它们便以分给捕获物的一份为酬金,引来翠鸟作为看守并为它们提前醒来巡哨。翠鸟虽是海鸟,却温和闲静,捕猎方面虽无能为力,抵御睡意却极强,极少沉睡;正因如此,它才将双眼租赁给海鸥。每当海鸥飞去觅食时,它便留守在岩壁周围;至傍晚它们归来,将所获猎物的十分之一分送给它,然后簇拥在它周围安睡,而它则不睡,若非海鸥自己允许,它绝不会被睡意征服。倘若它察觉有某种圈套逼近,便会发出清晰嘹亮的尖叫,海鸥闻讯一齐起飞遁逃,守卫若在飞行中疲惫不堪,便将其托起。但此刻它正站在那里,护卫着海鸥。它立于群鸟之中宛如海豹群中的普罗透斯,而其不眠之能则更胜普罗透斯一筹。孩子啊,我们已泊舟于此;至于这座岛屿的名字我虽不知晓,但倘若诗人们并非徒劳地将这一称号赠予一切美好奇绝之物,我定要称它为“黄金之岛”。这座岛屿的建造规模仅恰好容纳一座小型王宫,因为绝无人会在此耕作,亦无人会种植葡萄;但它泉源丰富,将其中一些纯净清冷地涌出,另一些则在加热后涌出,水流如此丰沛以至满溢入海;这片汹涌的浪花正是由沸腾翻滚、宛如自大锅中腾跃喷涌的泉水自下激荡而成,而这座岛屿正环绕着这些泉水而置。至于泉水喷涌这一奇观究竟应归属于大地还是划归海洋,当由这位普罗透斯来裁断,因他正是为此颁下神谕而来的;但让我们来看看岛上建起的城镇景观吧:岛上筑有一座房屋大小的秀丽光辉之城的微缩模型,城内抚养着一位王室幼儿,整座城市便是他的玩具。城中有容纳他与这些玩伴孩童的剧场,还筑有一座足供马耳他犬奔跑环绕的赛马场,因为幼儿将这些小犬充作骏马,套入轭具与战车,由这些猴子来驭车驱驰——幼儿将猴子视作侍从;而这只大约昨日才被安放进来的野兔,像猎犬一般被一条绯红皮带系着,却不甘被束缚,正依凭前足想要挣脱羁绊;编织笼中的鹦鹉与喜鹊如塞壬般在岛上鸣啭,一个〔喜鹊〕唱出所有自通之调,另一个〔鹦鹉〕则唱出所有习得之语。
- 2.17οἵαν τοὺς γευσαμένους αὐτῆς εὐσίτους ἀποφαίνειν καὶ κούφους
定语性质的关系代词 οἵαν 带不定式 ἀποφαίνειν,表示结果或功能(相当于 τοιαύτην ὥστε),意为“足以使……”。τοὺς γευσαμένους 为不定式的逻辑主语,εὐσίτους 与 κούφους 充当谓语宾格。
- 2.17οὐδʼ ἂν ἡττηθέντα ὕπνου ποτέ, εἰ μὴ αὐταὶ βούλονται
分词 ἡττηθέντα 与小词 ἄν 连用,以分词形式充当潜在或虚拟条件句的结句(apodosis)。与条件从句 εἰ μὴ αὐταὶ βούλονται(直陈式现在时)相结合,表达强烈的潜在否定:“若非海鸥自己允许,它绝不会被睡意征服”。
- 2.17ἡνιοχῆσον
动词 ἡνιοχέω 的将来时主动分词中性单数宾格,修饰前面的中性名词 ἅρμα(或指代整个轭具与战车),表目的或预定状态(“将被驾驭”)。此处虽为主动分词,却罕见地带有受动施事短语 ὑπὸ τουτωνὶ τῶν πιθήκων(ὑπό 加属格),以此客观表述猴子们注定将履行的驭车动作。
