- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.17#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲述者依次描绘了几座岛屿:绘有宙斯与巨人搏斗残局之岛、巨龙守护地下财宝之岛、西勒诺斯留守且满布秘仪遗物的狄奥尼索斯葡萄之岛,以及青年健儿纵犬围猎野兽的茂林之岛。
ἔστι δέ σοι, ὦ παῖ, μηδʼ ὑπολελεῖφθαι δόξαι τῆς μάχης1 ἐς τὴν κορυφὴν τοῦ ὄρους ἀποβλέψαντι, τὰ γὰρ ἐπʼ αὐτῆς φαινόμενα ὁ Ζεὺς ἀφίησι κεραυνοὺς ἐπὶ τὸν γίγαντα,2 ὁ δʼ ἀπαγορεύει μὲν ἤδη, πιστεύει δὲ τῇ γῇ ἔτι, καὶ ἡ γῆ δὲ ἀπείρηκεν οὐκ ἐῶντος αὐτὴν ἑστάναι τοῦ Ποσειδῶνος. περιβέβληκε δὲ αὐτοῖς ἀχλύν, ὡς ὅμοια γεγονόσι μᾶλλον ἢ γιγνομένοις φαίνοιτο. τὸν δὲ περίπλουν κολωνὸν τοῦτον οἰκεῖ δράκων πλούτου τινός, οἶμαι, φύλαξ, ὃς ὑπὸ τῇ γῇ κεῖται. τοῦτο γὰρ λέγεται τὸ θηρίον εὔνουν τε εἶναι τῷ χρυσῷ, καὶ ὅ τι ʽἂνʼ ἴδῃ χρυσοῦν, ἀγαπᾶν καὶ θάλπειν· τό τοι κώδιον τὸ ἐν Κόλχοις καὶ τὰ τῶν Ἑσπερίδων μῆλα, ἐπειδὴ χρυσᾶ ἐφαίνοντο, διττὼ ἀύπνω ξυνεῖχον δράκοντε καὶ ἑαυτοῖν ἐποιοῦντο, καὶ ὁ δράκων δὲ ὁ τῆς Ἀθηνᾶς ὁ ἔτι καὶ νῦν ἐν ἀκροπόλει οἰκῶν δοκεῖ μοι τὸν Ἀθηναίων ἀσπάσασθαι δῆμον ἐπὶ τῷ χρυσῷ, ὃν ἐκεῖνοι τέττιγας ταῖς κεφαλαῖς ἐποιοῦντο. ἐνταῦθα δὲ καὶ χρυσοῦς αὐτὸς ὁ δράκων, τὴν γὰρ κεφαλὴν τῆς χειᾶς ὑπερβάλλει δεδιώς, οἶμαι, ὑπὲρ τοῦ κάτω πλούτου. κατηρεφὴς δὲ κιττῷ τε καὶ σμίλακι καὶ ἀμπέλοις ἥδε ἡ νῆσος οὖσα Διονύσῳ μὲν ἀνεῖσθαί φησι, τὸν Διόνυσον δʼ ἀπεῖναι νῦν καὶ ἐν ἠπείρῳ που βακχεύειν ἐπιτρέψαντα τῷ Σειληνῷ τὰ ἐνταῦθα ἀπόρρητα· τὰ δὲ ἀπόρρητα κύμβαλά τε ταῦτα ὕπτια καὶ κρατῆρες ἀνατετραμμένοι χρυσοῖ καὶ αὐλοὶ θερμοὶ ἔτι, καὶ τὰ τύμπανα ἀψοφητὶ κείμενα, καὶ τὰς νεβρίδας ὁ ζέφυρος οἷον αἴρει ἀπὸ τῆς γῆς, ὄφεις τε οἱ μὲν ἐμπλέκονται τοῖς θύρσοις, οἱ δʼ ὑπὸ τοῦ οἴνου παρεῖνται ζώννυσθαι αὑτοὺς ταῖς βάκχαις καθεύδοντας. βότρυς δὲ οἱ μὲν ὀργῶσιν, οἱ δὲ περκάζουσιν, οἱ δʼ ὄμφακες, οἱ δʼ οἰνάνθαι δοκοῦσι σεσοφισμένου τοῦ Διονύσου τὰς ὥρας τῶν ἀμπέλων, ὡς ἀεὶ τρυγώῃ. ἀμφιλαφεῖς δʼ οὕτω τι οἱ βότρυς, ὡς καὶ τῶν πετρῶν ἀπηρτῆσθαι καὶ τῇ θαλάττῃ ἐπικρέμασθαι, ὀπωρίζουσί τε προσπετόμενοι θαλάττιοί τε καὶ ἠπειρῶται ὄρνιθες, τὴν γὰρ ἄμπελον ὁ Διόνυσος παρέχει κοινὴν πᾶσι πλὴν τῆς γλαυκός, ἐκείνην δὲ μόνην ἄρα ἀπωθεῖται τῶν βοτρύων, ἐπειδὴ τοῖς ἀνθρώποις διαβάλλει τὸν οἶνον· ᾠὰ γὰρ τῆς γλαυκὸς εἰ φάγοι παιδίον νήπιόν τε καὶ ἄοινον, ἀπεχθάνεται τῷ οἴνῳ πᾶσαν τὴν ἡλικίαν, καὶ οὔτʼ ἄν πίοι καὶ φοβεῖται τοὺς μεθύοντας. σὺ δʼ οὕτω τι θρασύς, ὦ παῖ, ὡς μηδὲ τὸν Σειληνὸν τοῦτον, τὸν φύλακα τῆς νήσου, φοβεῖσθαι μεθύοντα τε καὶ ἁπτόμενον τῆς βάκχης. ἡ δʼ οὐκ ἀξιοῖ ἐς αὐτὸν βλέπειν, ἀλλὰ τοῦ Διονύσου ἐρῶσα ἀνατυποῦται αὐτὸν καὶ ἀναγράφει καὶ ὁρᾷ μὴ παρόντα. τὸ γὰρ τῶν ὀφθαλμῶν ἦθος τῇ βάκχῃ μετέωρον μέν, οὐ μὴν ἔξω γʼ ἐρωτικῶν φροντίδων. ταυτὶ δὲ ἡ φύσις τὰ ὄρη ξυνθεῖσα νῆσον εἴργασται δασεῖάν τε καὶ ὕλης πλέων, ὁπόση κυπαρίττου τε ὑψηλῆς καὶ πεύκης καὶ ἐλάτης δρυῶν τε αὖ καὶ κέδρου, καὶ γὰρ τὰ δένδρα τὸν ἑαυτῶν γέγραπται τρόπον. τὰ μὲν δὴ ἔνθηρα τῆς νήσου συοθῆραί τε ἀνιχνεύουσι καὶ ἐλαφηβόλοι λόγχας ἐπὶ τὰ θηρία ἠρμένοι καὶ τόξα ἔνιοι καὶ μαχαίρας δέ, ὦ παῖ, καὶ κορύνας φέρουσιν οἱ ἀγχέμαχοι σφῶν καὶ θρασεῖς δίκτυά τε ταῦτα διῆκται τῆς ὕλης τὰ μὲν ἐγκολπίσασθαι θηρίον, τὰ δὲ δῆσαι, τὰ δὲ σχεῖν τοῦ δρόμου,3 καὶ τὰ μὲν εἴληπται τῶν θηρίων, τὰ δὲ μάχεται, τὰ δὲ ᾕρηκε τὸν βάλλοντα, ἐνεργὸς δὲ πᾶς βραχίων νεανίας, καὶ συνεξαίρουσι βοὴν κύνες ἀνδράσιν, ὡς καὶ τὴν ἠχὼ φάναι ξυμβακχεύειν τῇ θήρᾳ.
孩子啊,你若举目望向山峰之巅,亦可认为自己并未错过那场战斗;因为就峰顶所见之景而言,宙斯正向那巨人倾泻霹雳,巨人已显不支,却仍依凭大地,而大地也已精疲力竭,因为波塞冬不容她安然屹立。〔画家〕在他们周围笼罩了一层薄雾,好让这些景象看似已经尘埃落定,而非正在发生。至于这座可乘船环行的小丘,则盘踞着一条恶龙,我猜它是守护着埋藏在地下的某种财富。因为据说这种野兽极喜黄金,凡见金黄之物无不珍爱温存;正如科尔基斯的金羊毛与赫斯珀里得斯的金苹果,正因显现出金色,才由两头不眠的巨龙紧紧守卫并据为己有;依我看,至今仍栖息在雅典卫城上的雅典娜之蛇,也是因雅典人在发间佩戴金蝉饰物,才对雅典人民心生依恋的。而在这里,恶龙本身亦是金黄色的,因为它从洞穴中探出头来,想必是为下方的财宝而忧心忡忡。至于这座覆满常春藤、菝葜与葡萄藤的岛屿,则自称是献给狄奥尼索斯的,但狄奥尼索斯此刻不在岛上,而在大陆的某处举行狂饮狂欢,将此处的秘仪托付给了西勒诺斯。所谓的秘仪,便是这些朝天仰放的钹、倾覆的黄金调酒缸、犹带余温的双簧管、寂然无声放置的手鼓,西风仿佛正将鹿皮衣从地上轻轻卷起;至于那些蛇,有的缠绕在酒神杖上,有的则因酒力而委顿,在沉睡中任由自己环系在巴克科斯女祭司腰间。至于葡萄串,有的饱满多汁,有的正转暗红,有的尚且青涩,有的仿佛还开着葡萄花,显然是狄奥尼索斯巧妙调弄了葡萄藤的时令,以便随时采摘。葡萄串如此繁茂,以至倒垂于悬崖之上,低覆于海面之上,无论海鸟还是陆鸟都飞来啄食果实;因为狄奥尼索斯将葡萄藤公开赐予万物,唯独猫头鹰除外,他只把猫头鹰从葡萄串旁驱离,因为猫头鹰在人前败坏葡萄酒的名声:倘若一个尚未饮酒的幼童吃了猫头鹰的卵,他终其一生都会厌恶葡萄酒,既滴酒不沾,又对醉汉心怀恐惧。但孩子啊,你竟如此大胆,连这位醉醺醺、伸手触碰狂女的岛屿守护者西勒诺斯也丝毫不惧。然而狂女却不屑看他一眼,只因深恋着狄奥尼索斯,便在心中勾勒其容貌、描摹其身姿,凝望着不在当场的神明。因为狂女的双眼虽显游移迷离,却绝非脱离了情思之念。而大自然将这些山峦汇聚在一处,造就了一座林木繁茂、郁郁葱葱的岛屿,长满了挺拔的柏树、松树、冷杉以及橡树与雪松,因为这些树木都是按其各自本真的面貌绘制而成的。岛上野兽出没之处,猎猪人与猎鹿人正在循迹追踪,将标枪举向野兽,有的执弓,孩子啊,他们之中近身搏斗的勇士还佩带着短刀与短棍;这些网罗横贯穿过森林,有的用于兜裹野兽,有的用于捆绑,有的用于阻断其奔逃之势。野兽之中,有的已被捕获,有的正在搏斗,有的则扑倒了投枪之人;青年人的每一条臂膀都在奋勇发力,猎犬与众人齐声咆哮,以至人们可以说连回声都在与这场狩猎一同狂欢。
- 2.17ἔστι δέ σοι, ὦ παῖ, μηδʼ ὑπολελεῖφθαι δόξαι τῆς μάχης
非人称结构 ἔστι + 与格(σοι)+ 不定式(δόξαι),相当于 ἔξεστι(“你亦可认为……”)。不定式 δόξαι 后接完成时被动态不定式 ὑπολελεῖφθαι 作为宾语补足,属格 τῆς μάχης 作分离属格,意为“被战事抛在后头”或“错过了战斗”。
- 2.17τὰ γὰρ ἐπʼ αὐτῆς φαινόμενα ὁ Ζεὺς ἀφίησι κεραυνοὺς ἐπὶ τὸν γίγαντα
句首的中性复数宾格短语 τὰ ἐπʼ αὐτῆς φαινόμενα 充当指向整个场景的先行/关系宾格(accusative of respect/prolepsis)或悬垂宾格(accusativus pendens),后接主句 ὁ Ζεὺς ἀφίησι κεραυνούς,意即“就山顶所显现的景象而言,宙斯正投掷霹雳……”。
- 2.17τὰ μὲν ἐγκολπίσασθαι θηρίον, τὰ δὲ δῆσαι, τὰ δὲ σχεῖν τοῦ δρόμου
中性复数代词 τὰ μέν... τὰ δέ... τὰ δέ 承接前文的 δίκτυα ταῦτα(“这些网罗”),作部分同位语,并与表示目的的不定式(ἐγκολπίσασθαι、δῆσαι、σχεῖν)连用,表达“有的网用来兜裹,有的用来捆绑,有的用来阻截奔跑”。
