- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.17#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者引导少年假想在春日乘船巡览画中的群岛,依次描摹了险峻的祭神之岛、农渔并作之岛、因海蚀断裂而由桥梁相连的双岛,以及一座将地下火山喷发归诸被镇压巨人神话的喷火之岛。
ΝΗΣΟΙ. ιζ. βούλει, ὦ παῖ, καθάπερ ἀπὸ νεὼς διαλεγώμεθα περὶ τουτωνὶ τῶν νήσων, οἷον περιπλέοντες αὐτὰς τοῦ ἦρος, ὅτε Ζέφυρος ἱλαρὰν ἐργάζεται θάλατταν προσπνέων τῆς ἑαυτοῦ αὔρας; ἀλλʼ ὅπως ἑκὼν λελήσῃ τῆς γῆς1 καὶ θάλαττά σοι ταυτὶ δόξει μήτʼ ἐξηρμένη καὶ ἀναχαιτίζουσα μήθʼ ὑπτία καὶ γαληνή, πλωτὴ δέ τις καὶ οἷον ἔμπνους. ἰδοὺ ἐμβεβήκαμεν· ξυγχωρεῖς γάρ που. . ἡ μὲν θάλαττα, ὡς ὁρᾷς, πολλή, νῆσοι δὲ ἐν αὐτῇ, μὰ Δίʼ, οὐ Λέσβος, οὐδʼ Ἴμβρος ἢ Λῆμνος, ἀλλʼ ἀγελαῖαι καὶ μικραί, καθάπερ κῶμαί τινες ἢ σταθμοὶ ἤ, νὴ Δίʼ, ἐπαύλια τῆς θαλάττης. ἡ μὲν δὴ πρώτη σφῶν ἐρυμνή τέ ἐστι καὶ ἀπότομος καὶ τειχήρης τὴν φύσιν ἀκρωνυχίαν ἐξαίρουσα πανόπτῃ Ποσειδῶνι, κατάρρους τε καὶ ὑγρὰ καὶ τὰς μελίττας βόσκουσα ὀρείοις ἄνθεσιν, ὧν δρέπεσθαι καὶ τὰς Νηρηίδας εἰκός, ὅταν τῇ θαλάττῃ ἐπιπαίζωσι. τὴν δὲ νῆσον τὴν ἐφεξῆς ὑπτίαν τε καὶ γεώδη οὖσαν οἰκοῦσι μὲν ἁλιεῖς τε καὶ γεωργοὶ ἅμα, ξυμβάλλονται δὲ ἀγορὰν ἀλλήλοις οἱ μὲν τῶν γεωργουμένων, οἱ δὲ ὧν ἤγρευσαν, Ποσειδῶ δὲ τουτονὶ γεωργὸν ἐπʼ ἀρότρου καὶ ζεύγους ἵδρυνται λογιούμενοι αὐτῷ τὰ ἐκ τῆς γῆς, ὡς δὲ μὴ σφόδρα ἠπειρώτης ὁ Ποσειδῶν φαίνοιτο, πρῷρα ἐμβέβληται τῷ ἀρότρῳ καὶ τὴν γῆν ῥήγνυσιν, οἷον πλέων. αἱ δʼ ἐχόμεναι τούτων νῆσοι δύο μία μὲν ἄμφω ποτὲ ἦσαν, ῥαγεῖσα δὲ ὑπὸ τοῦ πελάγους μέση ποταμοῦ εὖρος ἑαυτῆς ἀπηνέχθη,2 τουτὶ δʼ ἔστι σοι καὶ παρὰ τῆς γραφῆς, ὦ παῖ, γιγνώσκειν· τὰ γὰρ ἐσχισμένα τῆς νήσου παραπλήσιά που ὁρᾷς καὶ ἀλλήλοις ξύμμετρα καὶ οἷα ἐναρμόσαι κοῖλα ἐκκειμένοις. τοῦτο καὶ ἡ Εὐρώπη ποτὲ περὶ τὰ Τέμπη τὰ Θετταλικὰ ἔπαθεν· σεισμοὶ γὰρ δὴ κἀκείνην ἀναπτύξαντες τὴν ἁρμονίαν τῶν ὀρῶν ἐναπεσημήναντο τοῖς τμήμασι, καὶ πετρῶν τε οἶκοι φανεροὶ ἔτι παραπλήσιοι ταῖς ἐξηρμοσμέναις σφῶν πέτραις, ὕλη θʼ, ὁπόσην σχισθέντων τῶν ὀρῶν ἐπισπέσθαι εἰκός, οὔπω ἄδηλος, λείπονται γὰρ δὴ ἔτι αἱ εὐναὶ τῶν δένδρων. τὸ μὲν δὴ τῆς νήσου πάθος τοιοῦτον ἡγώμεθα, ζεῦγμα δὲ ὑπὲρ τοῦ πορθμοῦ βέβληται, ὡς μίαν ὑπʼ αὐτοῦ φαίνεσθαι καὶ τὸ μὲν ὑποπλεῖται τοῦ ζεύγματος, τὸ δὲ ἁμαξεύεται, ὁρᾷς γάρ που τοὺς διαφοιτῶντας αὐτό, ὡς ὁδοιπόροι τέ εἰσι καὶ ναῦται. τὴν δὲ νῆσον, ὦ παῖ, τὴν πλησίον θαῦμα ἡγώμεθα, πῦρ γὰρ δὴ ὑποτύφει αὐτὴν πᾶσαν σήραγγάς τε καὶ μυχοὺς ὑποδεδυκὸς τῆς νήσου, διʼ ὧν ὥσπερ αὐλῶν ἡ φλὸξ διεκπαίει ῥύακάς τε ἐργάζεται δεινούς, παρʼ ὧν ἐκπίπτουσι ποταμοὶ πυρὸς μεγάλοι τε καὶ τῇ θαλάττῃ ἐπικυμαίνοντες. καὶ φιλοσοφεῖν μὲν βουλομένῳ τὰ τοιαῦτα νῆσος3 ἀσφάλτου καὶ θείου παρεχομένη κρᾶσιν, ἐπειδὰν ὑφʼ ἁλὸς ἀναβρωθῇ, πολλοῖς ἐκπυροῦται πνεύμασι τὰ τὴν ὕλην ἐξερεθίζοντα παρὰ τῆς θαλάττης ἀνασπῶσα, ἡ γραφὴ δὲ τὰ τῶν ποιητῶν ἐπαινοῦσα καὶ μῦθον τῇ νήσῳ ἐπιγράφει, γίγαντα μὲν βεβλῆσθαί ποτε ἐνταῦθα, δυσθανατοῦντι δʼ αὐτῷ τὴν νῆσον ἐπενεχθῆναι δεσμοῦ ἕνεκεν, εἴκειν δὲ μήπω αὐτόν, ἀλλʼ ἀναμάχεσθαι ὑπὸ τῇ γῇ ὄντα καὶ τὸ πῦρ τοῦτο σὺν ἀπειλῇ ἐκπνεῖν. τουτὶ δὲ καὶ τὸν Τυφῶ φασιν ἐν Σικελίᾳ βούλεσθαι καὶ τὸν Ἐγκέλαδον ἐν Ἰταλίᾳ ταύτῃ, οὓς ἤπειροί τε καὶ νῆσοι πιέζουσιν οὔπω μὲν τεθνεῶτας, ἀεὶ δὲ ἀποθνήσκοντας.
群岛。 孩子啊,你可愿意我们仿佛置身船上一般,来畅谈这几座岛屿?就如同在春日环岛航行,此时西风轻拂微风,使大海变得明朗舒畅。但你要自觉忘却陆地,好让这里的一切在你眼中显为一片大海,既非汹涌狂躁,亦非平展死寂,而是适于扬帆且仿佛富有生机。看啊,我们已经登船了;因为想必你是赞同的。 如你所见,大海广阔无垠,然而其中的岛屿,凭宙斯起誓,并非莱斯博斯,亦非因布罗斯或利姆诺斯,而是集聚而成群的小岛,宛如海上的村落、驿站,或者凭宙斯起誓,农庄一般。它们之中的第一座巍峨险峻,天然如筑有城垣,高耸起岬角的绝顶献给洞察一切的波塞冬;岛上泉流潺潺,湿润丰美,以山野之花供养蜜蜂,想必涅瑞伊得斯们在海面上嬉戏之时,亦会采撷这些花朵。紧随其后的那座岛屿平坦而土壤肥沃,渔民与农夫杂处而居,彼此在市集上互通有无,一方拿出农产,另一方拿出捕获的水产;他们将这位波塞冬塑造成扶犁驾轭的农夫加以供奉,将地里出产的一切归功于他;为了不使波塞冬显得过分像个陆地居民,犁上装配了船首,劈开泥土,宛如破浪航行一般。紧邻这两座之后的两座岛屿,从前原本合而为一,但被大海从中撕裂,彼此拉开了一条河流的宽度;孩子啊,这一点你从画面上也能辨认出来:因为你瞧,这岛屿裂开的两边彼此仿佛完全对应、尺寸吻合,凹陷处恰能与突出处严丝合缝地相嵌入。这情形欧罗巴大地昔日在色萨利的坦佩也曾经历过;因为地震也将它震裂开来,将群山的契合印刻在断面上,山石脱落后的凹臼至今仍与那些脱嵌的石块完全对应,而群山开裂时理应随之坠落的整片林木,如今亦非无迹可寻,因为树木昔日的底座依然留存。那么,我们便认定这座岛的遭遇正是如此吧。海峡之上架起了一座桥梁,使岛屿因桥而看似连为一体;桥下舟楫穿梭,桥上车马通行,想必你看到了往来其间的人,既有行路的旅人,也有航海的舟子。孩子啊,至于邻近的那座岛,我们应当视之为奇迹;因为地下之火在整座岛的下方闷烧,已钻入岛屿的洞穴与深处,烈焰穿过这些通道如穿过管道一般喷涌而出,造成骇人的火流,从中倾泻出滚滚烈火之河,直向大海涌动翻滚。若有人愿以此类现象探求自然机理,便会说这是一座蕴含沥青与硫黄混合物的岛屿,一旦被盐水侵蚀,便会汲取海水中激化其物质的气流,借着诸多风气喷发成火;然而图画推崇诗人之说,给这座岛题上了神话:相传曾有一名巨人在此被击倒,在他垂死挣扎之际,这座岛屿被压在他身上作为羁绊,但他尚未屈服,仍在地下搏斗抗争,伴随着恐吓喷吐出这团烈火。人们说,西西里的梯丰和这里意大利的恩克拉多斯亦怀有同样的意图——大陆与群岛压在他们身上,他们尚未死去,却时刻在走向死亡。
- 2.17ἀλλʼ ὅπως ἑκὼν λελήσῃ τῆς γῆς
带有省略的祈使/警告结构(即 ὅρα ὅπως 句式),接连词 ὅπως 与未来完成时中动态直陈语气第二人称单数 λελήσῃ,表示督促:“务必使你自觉忘却陆地”。
- 2.17ἀπηνέχθη
ἀποφέρω 的第三人称单数直陈式不定过去时被动态。主语承前指代原先合一、后被撕裂的岛屿(μία)。ποταμοῦ εὖρος 为表示范围或程度的宾格,指两部分彼此分裂开去相距一条河流的宽度。
- 2.17καὶ φιλοσοφεῖν μὲν βουλομένῳ τὰ τοιαῦτα νῆσος
判断者与格分词短语(φιλοσοφεῖν βουλομένῳ,“对于欲探求此类自然事理之人而言”),在此引出自然哲学的视角,而后句法略呈松散地接续主语 νῆσος 与动词 ἐκπυροῦται。由 μέν 引导的理性解释与后文由 ἡ γραφὴ δέ 引出的诗性神话解释形成鲜明对立。
