← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.15-2.16

海神格劳科斯的显现与幼神帕莱蒙

第15章描绘了半人半鱼的预言海神格劳科斯显现在阿尔戈号群雄与俄耳甫斯面前的情景;第16章则记述幼神帕莱蒙(墨利克耳忒斯)乘海豚抵达地峡,受到波塞冬的接纳并由国王西绪福斯为其献祭立社。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

ΓΛΑΥΚΟΣ ΠΟΝΤΙΟΣ. ιε. Βοσπόρου καὶ Συμπληγάδων ἡ Ἀργὼ διεκπλεύσασα μέσον ἤδη τέμνει τὸ ῥόθιον τοῦ Πόντου, καὶ θέλγει τὴν θάλατταν Ὀρφεὺς ᾅδων, ἡ δὲ ἀκούει καὶ ὑπὸ τῇ ᾠδῇ κεῖται ὁ Πόντος. τὰ μὲν δὴ ἀγώγιμα τῆς νεὼς Διόσκουροι καὶ Ἡρακλῆς Αἰακίδαι τε καὶ Βορεάδαι καὶ ὅσον τῆς ἡμιθέου φορᾶς ἤνθει,1 τρόπις δὲ ὑφήρμοσται τῇ νηὶ δένδρον ἀρχαῖον, ᾧ κατὰ Δωδώνην ὁ Ζεὺς ἐς τὰ μαντεῖα ἐχρῆτο. γνώμη δὲ ἐς τὸν πλοῦν ἥδε· χρυσοῦν ἀπόκειταί τι ἐν Κόλχοις κώδιον κριοῦ ἀρχαίου, ὃς λέγεται τὴν Ἕλλην ὁμοῦ τῷ Φρίξῳ διὰ τοῦ οὐρανοῦ πορθμεῦσαι· τοῦτο Ἰάσων ἑλεῖν, ὦ παῖ, πεποίηται ἆθλον — φρουρὸς γάρ τις αὐτῷ δράκων ἐμπέπλεκται δεινὸν βλέπων καὶ ὑπερορῶν τοῦ καθεύδειν — ὅθεν ἄρχει τῆς νεώς, ἐπειδὴ βλέπει ἐς αὐτὸν ἡ τοῦ πλοῦ αἰτία. καὶ Τῖφυς μέν, ὦ παῖ, κυβερνᾷ, λέγεται δὲ οὑτοσὶ πρῶτος ἀνθρώπων ἀπιστουμένην θαρρῆσαι τὴν τέχνην, Λυγκεὺς δὲ ὁ Ἀφαρέως ἐπιτέτακται τῇ πρῴρᾳ δεινὸς ὢν ἐκ πολλοῦ τε ἰδεῖν καὶ ἐς πολὺ καταβλέψαι τοῦ βάθους καὶ πρῶτος μὲν ὑποκειμένων ἑρμάτων αἰσθέσθαι, πρῶτος δὲ ὑποφαίνουσαν γῆν ἀσπάσασθαι. ἀλλὰ νῦν ἐκπεπλῆχθαί μοι δοκεῖ καὶ τὸ τοῦ Λυγκέως ὄμμα τὴν προσβολὴν τοῦ φάσματος, ὑφʼ οὗ καὶ οἱ πεντήκοντα σχασάμενοι τὴν εἰρεσίαν2 Ἡρακλῆς μὲν ἄτρεπτος μένει τοῦ θαύματος, ἅτε δὴ πολλοῖς ὁμοίοις ἐντυχών, οἱ δὲ λοιποὶ θαῦμά τι, οἶμαι, τοῦτο λέγουσιν· ὁρᾶται γὰρ αὐτοῖς Γλαῦκος ὁ Πόντιος, οἰκῆσαι δὲ οὑτοσί ποτε λέγεται τὴν ἀρχαίαν Ἀνθηδόνα, καὶ πόας μέν τινος ἐπιθαλαττίας γεύσασθαι, κύματος δὲ ὑποδραμόντος αὐτὸν ἐς τὰ τῶν ἰχθύων ἀπηνέχθη ἤθη. μαντεύεται μὲν οὖν μέγα τι, ὡς εἰκός, περίεστι γὰρ αὐτῷ τῆς τέχνης, τὸ δὲ εἶδος ὑγροὶ μὲν αὐτῷ γενείων βόστρυχοι, λευκοὶ δὲ ἰδεῖν, καθάπερ κρουνοί, βαρεῖς δὲ πλόκαμοι κόμης, καὶ τοῖς ὤμοις ἐποχετεύοντες ὅσον ἐσπάσαντο θαλάττης, ὀφρῦς δὲ λάσιαι, καὶ συνάπτουσαι πρὸς ἀλλήλας οἷον μία. φεῦ τοῦ βραχίονος, ὡς γεγύμνασται πρὸς τὴν θάλατταν ἐμπίπτων ἀεὶ τοῖς κύμασι καὶ λεαίνων αὐτὰ ἐς τὴν νῆξιν. φεῦ τῶν στέρνων, ὡς λάχνη μὲν αὐτοῖς ἐγκατέσπαρται βρύοις κομῶσα καὶ φυκίοις, γαστὴρ δὲ ὑπόκειται παραλλάττουσα καὶ ἀπιοῦσα ἤδη. ἰχθὺν δὲ εἶναι τῷ λοιπῷ τὸν Γλαῦκον δηλοῖ τὰ οὐραῖα ἐξηρμένα καὶ πρὸς τὴν ἰξὺν ἐπιστρέφοντα, τὸ δὲ μηνοειδὲς αὐτῶν ἁλιπορφύρου τι ἄνθος ἔχει. περιθέουσι δʼ αὐτὸν καὶ ἀλκυόνες ὁμοῦ μὲν ᾅδουσαι τὰ τῶν ἀνθρώπων, ἐξ ὧν αὐταί τε καὶ ὁ Γλαῦκος μεθηρμόσθησαν, ὁμοῦ δʼ ἐνδεικνύμεναι τῷ Ὀρφεῖ τὴν ἑαυτῶν ᾠδήν, διʼ ἣν οὐδὲ ἡ θάλαττα ἀμούσως ἔχει.

海神格劳科斯。 阿尔戈号穿过博斯普鲁斯海峡与撞岩,如今已劈开蓬托斯(黑海)中央翻腾的浪涛,俄耳甫斯以歌声抚慰着大海;大海倾听着他的歌声,蓬托斯平静地俯首于歌声之下。船所运载的货物乃是狄奥斯库洛伊兄弟、赫拉克勒斯、埃阿科斯的后裔、波雷阿斯的儿子们,以及当时正值韶华的全部半神精英;作为龙骨嵌入船底的,是宙斯昔日在多多纳用以昭示神谕的一株古木。航行的原委乃是如此:科尔喀斯藏有一只古代公羊的金色羊毛,相传这只公羊曾背负赫勒与弗里克索斯一同飞越苍穹;孩子啊,伊阿宋以此为功业,立誓要取得此物——因为一条恶龙缠绕其上守护着它,目光狰狞,从不睡眠——航行的起因既然全系于他一人,他便统领着全船。孩子啊,提菲斯执掌着舵轮,相传他是人类中首位敢于尝试这门昔日不被信任之技艺的人;阿法柔斯的儿子林叩斯被派驻在船头,他精于远眺,亦能极目窥视水底深处,最先察知潜藏的暗礁,也是最先向隐现的陆地致意之人。然而此刻,依我看,连林叩斯的双目亦因那显现的幻象袭来而惊愕万分;因这一幻象,五十名桨手纷纷收住划桨;赫拉克勒斯因经历过诸多类似奇迹,依然泰然自若地驻足面对这一异象,而其余的人,我想,都称此为一件神迹。因为海神格劳科斯正呈现在他们眼前;相传此人昔日曾居住在古老的安忒冬,因尝食了一种海滨草药,浪涛从身下卷过,他便被卷入了游鱼的渊薮。因此,他正预言着某桩重大之事,这是很自然的,因他深谙此道;至于他的形貌,胡须的卷发湿漉漉的,望去如涌泉般白浪翻滚,沉重的发绺垂落下来,将饱吸的海水尽数倾泻在双肩上;眉毛浓密杂乱,彼此相连如同一字。啊,看他的双臂,与大海搏斗得何等老练,不断击打波涛并将其抚平以利游动!啊,看他的胸膛,杂生着密如茸毛的水藓与海藻,而下面的腹部已然变异,渐次收窄而去!格劳科斯下半身是鱼,这由他翘起并弯向腰部的尾鳍表露无遗,其月牙般的边缘泛着海紫色的光泽。翠鸟亦在他周遭盘旋翻飞,一边同声歌唱着人类的际遇——它们与格劳科斯正是由此蜕变而来——一边向俄耳甫斯展示着自己的歌喉,因这歌声,连大海亦非毫无乐律。

§2.16

ΠΑΛΑΙΜΩΝ. ις. ὁ θύων ἐν Ἰσθμῷ δῆμος, εἴη δʼ ἂν ὁ ἐκ τῆς Κορίνθου, καὶ βασιλεὺς οὑτοσὶ τοῦ δήμου, — Σίσυφον αὐτὸν ἡγώμεθα — τέμενος δὲ τουτὶ Ποσειδῶνος ἠρέμα τι προσηχοῦν θαλάττῃ, αἱ γὰρ τῶν πιτύων κόμαι τοῦτο ᾅδουσι, τοιάδε, ὦ παῖ, σημαίνει· ἡ Ἰνὼ τῆς γῆς ἐκπεσοῦσα τὸ μὲν ἑαυτῆς Λευκοθέα τε καὶ τοῦ τῶν Νηρηίδων κύκλου, τὸ δὲ τοῦ παιδὸς ἡ γῆ Παλαίμονι τῷ βρέφει χρήσεται.3 καταίρει δὲ ἤδη ἐς αὐτὴν ἐπὶ δελφῖνος εὐηνίου, καὶ ὁ δελφὶς τὰ νῶτα ὑποστρωννὺς φέρει καθεύδοντα διολισθάνων ἀψοφητὶ τῆς γαλήνης, ὡς μὴ ἐκπέσοι τοῦ ὕπνου, προσιόντι δὲ αὐτῷ ῥήγνυταί τι κατὰ τὸν Ἰσθμὸν ἄδυτον διασχούσης τῆς γῆς ἐκ Ποσειδῶνος, ὅν μοι δοκεῖ καὶ Σισύφῳ τούτῳ προειπεῖν4 τὸν τοῦ παιδὸς ἔσπλουν καὶ ὅτι θύειν αὐτῷ δέοι. θύει δὲ ταῦρον τουτονὶ μέλανα ἀποσπάσας, οἶμαι, αὐτὸν ἐκ τῆς τοῦ Ποσειδῶνος ἀγέλης. ὁ μὲν οὖν τῆς θυσίας λόγος καὶ ἡ τῶν θυσάντων ἐσθὴς καὶ τὰ ἐναγίσματα, ὦ παῖ, καὶ τὸ σφάττειν ἐς τὰ τοῦ Παλαίμονος ἀποκείσθω ὄργια, σεμνὸς γὰρ ὁ λόγος καὶ κομιδῇ ἀπόθετος, ἅτʼ ἀποθειώσαντος αὐτὸν Σισύφου τοῦ σοφοῦ· σοφὸν γὰρ ἤδη που δηλοῖ αὐτὸν ἡ ἐπιστροφὴ τοῦ εἴδους. τὸ δὲ τοῦ Ποσειδῶνος εἶδος, εἰ μὲν τὰς Γυρὰς πέτρας ἢ τὰ Θετταλικὰ ὄρη ῥήξειν ἔμελλε, δεινὸς ἄν που ἐγράφετο καὶ οἷον πλήττων, ξένον δὲ τὸν Μελικέρτην ποιούμενος, ὡς ἐν τῇ γῇ ἔχοι, μειδιᾷ καθορμιζομένου καὶ κελεύει τὸν Ἰσθμὸν ἀναπετάσαι τὰ στέρνα καὶ γενέσθαι τῷ Μελικέρτῃ οἶκον. ὁ δὲ Ἰσθμός, ὦ παῖ, γέγραπται μὲν ἐν εἴδει δαίμονος ἐνυπτιάζων ἑαυτὸν τῇ γῇ, τέτακται δὲ ὑπὸ τῆς φύσεως Αἰγαίου μέσος καὶ Ἀδρίου κεῖσθαι, καθάπερ ἐπεζευγμένος τοῖς πελάγεσιν. ἔστι δὲ αὐτῷ μειράκιον μὲν ἐν δεξιᾷ Λέχαιον, οἶμαι, αἱ κόραι δʼ ἐν ἀριστερᾷ Κεγχρεαί τάχα που. θάλατται δὲ αὗται καλαὶ καὶ ἱκανῶς εὔδιοι τῇ τὸν Ἰσθμὸν ἀποφαινούσῃ γῇ παρακάθηνται.

帕莱蒙。 在峡颈处举行祭祀的民众——大概是来自科林斯的人民——以及这位民之君王——姑且视他为西绪福斯吧——还有这座波塞冬的圣苑,正对着大海轻轻呼应,因松树的枝叶正唱着这样的曲调,孩子啊,此中寓意如下:伊诺坠崖投海,就她自身而言,已成为琉科忒亚并归入涅瑞伊得斯的行列;而就婴儿而言,大地将以帕莱蒙之名接纳这名幼子。他如今正骑乘在一头驯服的海豚背上向大地驶来,海豚弓平背脊承托着他,在静谧中无声滑行穿过风平浪静的水面,以免将他从睡梦中惊醒;当他临近时,大地因波塞冬之命而开裂,峡颈处裂开了一处隐秘圣所,依我看,正是波塞冬向这位西绪福斯预告了幼子的入港,以及应当向他献祭之事。西绪福斯正在献祭这头黑公牛,我想是他从波塞冬的牛群中牵引而来的。孩子啊,祭祀的秘传故事、行祭者的服饰、悼亡的奠祭,以及宰杀之礼,理应保留在帕莱蒙的密仪之中,因为这故事神圣而全然不可外泄,乃是由智者西绪福斯将他神化的;从其面容收敛深沉的轮廓,大抵便可看出他是一位智者。至于波塞冬的神貌,他若是要劈开吉雷岩或色萨利的群山,想必会被描摹得威猛凶悍、正欲重击;但他如今是将墨利克耳忒斯视作在此地安歇的宾客,见其靠岸便面带微笑,并命地峡敞开胸膛,作为墨利克耳忒斯的居所。孩子啊,地峡被描绘成一位仰卧于大地的神明形象,自然之道将他置于爱琴海与亚得里亚海之间,宛如连接两片汪洋的轭梁。在他右侧是一位青年,我想是勒开翁,左侧的少女们大概是肯克瑞埃;这些秀美且颇为平静的海水,环侍在这片凸显出地峡的大地两侧。

语法注4 条
  1. 2.15ὅσον τῆς ἡμιθέου φορᾶς ἤνθει

    中性单数关系代词 ὅσον 包含先行词,具有集合意义,意为“凡是……的一切”。τῆς ἡμιθέου φορᾶς 是依附于 ὅσον 的部分属格,意为“凡当时正值韶华的半神一代之精英全部”,概括了船上汇聚的英雄群像。

  2. 2.15ὑφʼ οὗ καὶ οἱ πεντήκοντα σχασάμενοι τὴν εἰρεσίαν

    介词短语 ὑφʼ οὗ 承接前文的 φάσματος,意为“因这一幻象”。接续的 οἱ πεντήκοντα σχασάμενοι τὴν εἰρεσίαν(五十名桨手收住划桨)看似整个分句的主语,但随即分化为 Ἡρακλῆς μέν…… οἱ δὲ λοιποί……(赫拉克勒斯……其余人……),构成了整体与部分同位语(schema καθʼ ὅλον καὶ μέρος)或破格句法(anacoluthon)。

  3. 2.16τὸ μὲν ἑαυτῆς Λευκοθέα τε καὶ τοῦ τῶν Νηρηίδων κύκλου, τὸ δὲ τοῦ παιδὸς ἡ γῆ Παλαίμονι τῷ βρέφει χρήσεται

    τὸ μὲν ἑαυτῆς 与 τὸ δὲ τοῦ παιδός 均为限制对格(状语性对格),构成“就她自身而言……而就其子而言……”的对称结构。前半句省略了谓语动词(如 ἐγένετο),整句意为“就她自己而言,化为琉科忒亚并归入涅瑞伊得斯的行列”。

  4. 2.16ὅν μοι δοκεῖ καὶ Σισύφῳ τούτῳ προειπεῖν

    关系代词 ὅν 指涉前文的 Ποσειδῶνος(波塞冬),在无人称动词 δοκεῖ 之后充当不定式 προειπεῖν 的逻辑主语(带不定式的宾格结构,即“在我看来,正是他向西绪福斯预告了……”),而非人称句式(ὅς…… δοκεῖ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.15-2.16