- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.13-2.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第13章描绘了洛克里斯人埃阿斯在船难后登上海中巨岩吉雷,狂妄亵渎神明,引得震怒的波塞冬举起三叉戟欲将巨岩连同他一并击碎的画面。第14章描摹了波塞冬劈开群山为珀纽斯河开辟出海水道、使色萨利平原与骏马一同诞生的神话图景。
ΓΥΡΑΙ. ιγ. αἱ τοῦ πελάγους ἀνεστηκυῖαι πέτραι καὶ ἡ ζέουσα περὶ αὐτὰς θάλαττα ἥρως τε δεινὸν βλέπων ἐπὶ τῶν πετρῶν καί τι καὶ φρονήματος ἔχων ἐπὶ τὴν θάλατταν ὁ Λοκρὸς Αἴας βέβληται μὲν τὴν ἑαυτοῦ ναῦν,1 ἐμπύρου δὲ αὐτῆς ἀποπηδήσας ὁμόσε κεχώρηκε τοῖς κύμασι, τῶν μὲν διεκπαίων, τὰ δὲ ἐπισπώμενος, τὰ δὲ ἐπαντλῶν τῷ στέρνῳ, Γυραῖς δʼ ἐντυχών, αἱ δὲ Γυραὶ πέτραι εἰσὶν ὑπερφαίνουσαι τοῦ Αἰγαίου κόλπου, λόγους ὑπέρφρονας λέγει κατὰ τῶν θεῶν αὐχῶν, ἐφʼ οἷς ὁ Ποσειδῶν αὐτὸς ἐπὶ τὰς Γυρὰς στέλλεται φοβερός, ὦ παῖ, καὶ χειμῶνος πλέως καὶ τὰς χαίτας ἐξηρμένος. καίτοι ποτὲ καὶ συνεμάχει τῷ Λοκρῷ κατὰ τὸ Ἴλιον, σωφρονοῦντι δὲ καὶ φειδομένῳ τῶν θεῶν, καὶ ἐρρώννυ αὐτὸν τῷ σκήπτρῳ, νῦν δʼ, ἐπειδὴ ὑβρίζοντα ὁρᾷ, τὴν τρίαιναν ἐπʼ αὐτὸν φέρει καὶ πεπλήξεται ὁ αὐχὴν τῆς πέτρας ὁ ἀνέχων τὸν Αἴαντα, ὡς ἀποσείσαιτο αὐτὸν αὐτῇ ὕβρει.2 ὁ μὲν δὴ λόγος τῆς γραφῆς οὗτος, τὸ δὲ ἐναργές· λευκὴ μὲν ὑπὸ κυμάτων ἡ θάλαττα, σπιλάδες δʼ αἱ πέτραι διὰ τὸ ἀεὶ ῥαίνεσθαι, πῦρ δὲ ἐκ μέσης ᾅττει τῆς νεώς, ἐς ὃ ἐμπνέων ὁ ἄνεμος πλεῖ ἡ ναῦς ἔτι καθάπερ ἱστίῳ χρωμένη τῷ πυρί, ὁ δὲ Αἴας οἷον ἐκ μέθης ἀναφέρων περιαθρεῖ τὸ πέλαγος οὔτε ναῦν ὁρῶν οὔτε γῆν, καὶ οὐδὲ τὸν Ποσειδῶ προσιόντα δέδοικεν, ἀλλʼ ἔοικε διατεινομένῳ ἔτι, οὔπω γὰρ τοὺς βραχίονας ἡ ῥώμη ἀπολέλοιπεν, ὁ αὐχήν τε ἀνέστηκεν οἷον ἐπὶ Ἕκτορα καὶ Τρῶας. ὁ μὲν δὴ Ποσειδῶν ἐμβαλὼν τὴν τρίαιναν ἀπαράξει τὸ τρύφος αὐτῷ Αἴαντι τῆς πέτρας, αἱ δὲ Γυραὶ αἱ λοιπαὶ μενοῦσί τε, ἐς ὅσον θάλαττα, καὶ ἄσυλοι ἑστήξουσι τῷ Ποσειδῶνι.
吉雷岩。 自汪洋中耸立的巉岩,其周围汹涌沸腾的海水,以及岩石上那位目光凶悍、对大海满怀傲慢的英雄——洛克里斯的埃阿斯:他的战船已被击中,当船身起火时,他纵身跃入波涛,与海浪近身搏斗,冲破一些,将一些拉向自己,以胸膛排开另一些,最终登上了吉雷岩——所谓吉雷岩,乃是凸出于爱琴海湾之上的巨岩;他竟在岩石上大放厥词,狂妄地夸耀并藐视诸神,因此波塞冬亲自向着吉雷岩进发,孩子啊,神祇威严可畏,满身充溢着风暴,发丝倒竖。想当年在特洛伊城下,当这位洛克里斯人尚知收敛谦逊、敬畏神明之时,波塞冬曾与他并肩作战,以权杖注入力量;然而如今,神祇见他狂暴无礼,便将三叉戟对准了他,那托负着埃阿斯的岩颈即将被击碎,好连同他的狂妄一并甩落。这便是画作的情节,而其生动逼真之处在于:海水因波涛而翻滚泛白,巨石因常年受浪沫飞溅而成为峥嵘的礁石,烈火从船身正中喷涌而出,风势吹入其中,使得残船仍旧前行,竟如同以烈火为帆一般;埃阿斯宛如从宿醉中苏醒,环顾大海,既不见船只也不见陆地,甚至对逼近的波塞冬亦毫无惧色,反而似乎依然负隅顽抗,因为力量尚未从他的双臂消退,脖颈昂然耸起,一如昔日对决赫克托耳与特洛伊人时那样。波塞冬一旦掷下三叉戟,便会将那块碎岩连同埃阿斯一同削落;但其余的吉雷岩只要大海尚存便将永驻,在波塞冬面前屹立不倒、永蒙庇护。
ΘΕΤΤΑΛΙΑ. ιδ. Αἰγυπτιάζει μὲν ἡ προσβολὴ τῆς γραφῆς, ὁ λόγος δὲ αὐτῆς οὐκ Αἰγύπτιος, ἀλλʼ, οἶμαι, Θετταλῶν· Αἰγυπτίοις μὲν γὰρ παρὰ τοῦ Νείλου ἡ γῆ, Θετταλοῖς δὲ Πηνειὸς οὐ συνεχώρει πάλαι γῆν ἔχειν, περιβεβλημένων τοῖς πεδίοις ὀρῶν καὶ τοῦ ῥεύματος ἐπικλύζοντος αὐτὰ ὑπὸ τοῦ μήπω ἐκβαλεῖν. ῥήξει οὖν ὁ Ποσειδῶν τῇ τριαίνῃ τὰ ὄρη καὶ πύλας τῷ ποταμῷ ἐργάσεται. τούτῳ γὰρ νυνὶ τῷ ἔργῳ ἐφέστηκεν ἀθλῶν αὐτὸ καὶ ἀνακαλύπτων τὰ πεδία, καὶ διῆρται μὲν ἡ χεὶρ ἐς τὸ ἀναρρῆξαι, τὰ δὲ ὄρη, πρὶν πεπλῆχθαι, διίσταται τὸ ἀποχρῶν τῷ ποταμῷ μέτρον. ἀγωνιζομένης δὲ πρὸς τὸ ἐναργὲς τῆς τέχνης τὰ δεξιὰ τοῦ Ποσειδῶνος ὁμοῦ καὶ ὑπέσταλται καὶ προβέβηκε3 καὶ ἀπειλεῖ τὴν πληγὴν οὐκ ἀπὸ τῆς χειρός, ἀλλʼ ἀπὸ τοῦ σώματος. γέγραπται δὲ οὐ κυάνεος, οὐδὲ θαλάττιος, ἀλλʼ ἠπειρώτης. τῷ τοι καὶ ἀσπάζεται τὰ πεδία καὶ ὁμαλὰ ἰδὼν καὶ εὐρέα, καθάπερ θαλάττας. χαίρει καὶ ὁ ποταμὸς οἷον αὐχῶν, καὶ φυλάττων τὸ ἐς ἀγκῶνα, ποταμῷ γὰρ ὀρθοῦσθαι οὐ σύνηθες, ἀνατίθεται τὸν Τιταρήσιον ὡς κοῦφον καὶ ποτιμώτερον καὶ ὁμολογεῖ τῷ Ποσειδῶνι ἐκρυήσεσθαι τῶν πεδίων ὁδῷ χρώμενος. ἀνίσχει καὶ ἡ Θετταλία συνιζάνοντος ἤδη τοῦ ὕδατος ἐλαίᾳ κομῶσα καὶ ἀστάχυι καὶ πώλου ἐφαπτομένη συνανίσχοντος. ἔσται γὰρ καὶ ἵππος αὐτῇ παρὰ τοῦ Ποσειδῶνος, ὅταν τὴν ἀπορροὴν τοῦ θεοῦ καθεύδοντος ἡ γῆ ὑποδέξηται ἐς ἵππον.
色萨利。 这幅画的第一印象颇似埃及风格,然而其题材并非埃及的,依我看,当属色萨利人。因为对于埃及人而言,土地乃尼罗河所赐,但对古代色萨利人来说,珀纽斯河却不容许他们拥有土地,因群山环抱平原,水流又尚未寻得入海之口,便将平原尽行淹没。因此波塞冬将以三叉戟劈开群山,为河流凿开门户。此时他正立于此项功绩之前,奋力劳作,使平原重见天日;他的手臂已然扬起准备劈裂山岳,而群山在受击之前,便已裂开一条恰够河流通过的间隙。画艺在此争竞着逼真的实感,波塞冬的右半身同时后缩并前倾,所预示的一击并非仅凭手臂,而是发自全身之力。他并未被绘成青绀色,亦非水泽之相,而是如内陆之人一般;因此他向平原致意,见其如大海般平整广袤而欣喜。河流亦欣然自豪,保持着侧肘倚靠的姿态——因为河流直立并不合常礼——将提塔瑞西俄斯河承托于己身之上,视其轻盈且更宜啜饮,并向波塞冬允诺必将顺道流出平原。随着水势渐落,色萨利亦浮现而出,发缀橄榄与麦穗,轻抚着一匹与她一同浮现的幼驹;因为当大地趁神祇沉睡时承接其遗精化生骏马之际,她亦将从波塞冬那里获得骏马。
- 2.13αἱ τοῦ πελάγους ἀνεστηκυῖαι πέτραι καὶ ἡ ζέουσα περὶ αὐτὰς θάλαττα ἥρως τε δεινὸν βλέπων ἐπὶ τῶν πετρῶν καί τι καὶ φρονήματος ἔχων ἐπὶ τὴν θάλατταν ὁ Λοκρὸς Αἴας βέβληται μὲν τὴν ἑαυτοῦ ναῦν
句首的一连串主格(πέτραι, θάλαττα, ἥρως... ὁ Λοκρὸς Αἴας)是罗列画面视觉要素的悬置主格(nominativus pendens),最终在主句的主语 ὁ Λοκρὸς Αἴας 处汇聚并与主谓语动词 βέβληται 相连。βέβληται τὴν ἑαυτοῦ ναῦν 是被动态搭配限定宾格("自己的船被击中")。
- 2.13αὐτῇ ὕβρει
代词 αὐτός 与名词同置于与格,构成表示伴随的与格(dative of accompaniment),意为“连同其傲慢一并”。下文中出现的 αὐτῷ Αἴαντι(“连同埃阿斯一同”)亦为此用法。
- 2.14τὰ δεξιὰ τοῦ Ποσειδῶνος ὁμοῦ καὶ ὑπέσταλται καὶ προβέβηκε
τὰ δεξιὰ 为中性复数名词化短语,指“波塞冬的右半身”。此处描摹投掷或发力击打时的动态姿势(身体的扭转),ὁμοῦ καὶ... καί... 揭示了画作表现的张力:其躯干向后引拉蓄势(ὑπέσταλται),同时步伐与重心又向前踏出(προβέβηκε)。
