- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.11-2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节描绘了潘在午睡时遭宁芙们袭击、双手被缚并被剃去胡须的景象,随后描绘了初生的婴孩品达在神灵欢庆中接受群蜂涂抹蜂蜜的情景。
ΠΑΝ. ια. τὸν Πᾶνα αἱ Νύμφαι πονηρῶς φασὶν ὀρχεῖσθαι καὶ ἐκπηδᾶν τοῦ προσήκοντος ἐξαίροντα καὶ ἀναθρώσκοντα κατὰ τοὺς ἀγερώχους τῶν τράγων, αὐταὶ δʼ ἂν μεταδιδάξαιεν αὐτὸν ἑτέραν ὄρχησιν ἡδίω τῷ ἤθει, προσέχοντι δʼ αὐταῖς οὐδέν, ἀλλὰ πειρῶντι αὐτὰς καὶ ἁπτομένῳ τῶν κόλπων ἐπιτίθενται1 κατὰ μεσημβρίαν, ὅτε δὴ λέγεται καθεύδειν ὁ Πὰν ἐκλελοιπὼς τὴν θήραν. ἐκάθευδε δʼ ἄρα πρότερον μὲν ἀνειμένος τε καὶ πρᾷος τὴν ῥῖνα καὶ τὸ ἐπίχολον αὐτῆς λεαίνων τῷ ὕπνῳ, τήμερον δὲ ὑπερχολᾷ, προσπεσοῦσαι γὰρ αὐτῷ αἱ Νύμφαι περιῆκται μὲν ἤδη τὼ χεῖρε ὁ Πάν, δέδιε δὲ ἐπὶ τοῖς σκέλεσιν, ἐπειδὴ βούλονται αἱρεῖν αὐτά. τὸ δὲ δὴ γένειον, οὗ πλεῖστος αὐτῷ λόγος, ἐξύρηται μαχαιρίδων ἐσβεβληκυιῶν ἐς αὐτό, φασὶ δὲ καὶ τὴν Ἠχὼ ἀναπείσειν ὑπερορᾶν τε αὐτοῦ καὶ μηδὲ φθέγγεσθαι πρὸς αὐτὸν ἔτι. ταῦτα αἱ Νύμφαι πανσυδί, σὺ δὲ κατὰ δήμους αὐτὰς ὅρα· τὰ μὲν γὰρ τῶν Ναίδων εἴδη ῥανίδας ἀπορραίνουσιν αὗται τῆς κόμης,2 ὁ δὲ περὶ ταῖς βουκόλοις αὐχμὸς οὐδὲν φαυλότερος τῆς δρόσου, αἱ δὲ ἀνθοῦσαι τὰς χαίτας ἐκπεφύκασιν ὑακινθίνοις ὁμοίως ἄνθεσιν.
潘。 宁芙们说潘跳舞跳得极劣,像那些桀骜不驯的公山羊一样乱蹦乱跳,越出了合度的规矩;她们本可以教他另一种性格更为柔和的舞蹈。但他对她们毫不理会,反而调戏她们,对她们的胸脯动手动脚,因此宁芙们在正午时分袭击了他——据说潘正是在此时罢猎安歇。以往他入睡时,鼻端松弛而柔和,以睡眠抚平了鼻间的暴躁脾性;然而今天他却怒火中烧。因为宁芙们扑向了他,潘的双手已被反剪,他还在为双腿担惊受怕,因为她们正打算捉住他的双腿。至于他最引以为傲的胡须,也已被刺入其中的小刀剃去,她们还说要劝说厄科鄙弃他,再也不对他发出任何回音。这便是宁芙们全员出动所作之事;但你当按她们的部类来观瞧:那一群水泽仙女从发丝间抖落水珠,围拢在牧羊女身旁的干燥之气丝毫不逊于甘露之美,而秀发繁花盛开的仙女们则绽放出宛若风信子的花朵。
ΠΙΝΔΑΡΟΣ. ιβ. οἶμαι θαῦμά σοι εἶναι τὰς μελίττας οὕτω γλίσχρως γεγραμμένας, ὧν γε καὶ προνομαία δήλη καὶ πόδες καὶ πτερὰ καὶ τὸ χρῶμα τῆς στολῆς οὐκ ἀτακτοῦσιν ἴσα τῇ φύσει διαποικιλλούσης αὐτὰ τῆς γραφῆς. τί οὖν οὐκ ἐν σίμβλοις αἱ σοφαί; τί δὲ ἐν ἄστει; κωμάζουσιν ἐπὶ τὰς τοῦ Δαιφάντου θύρας — γέγονε δὲ ἤδη Πίνδαρος, ὡς ὁρᾷς — πλάττειν κἀκ νηπίου αὐτόν, ἵνʼ ἐμμελὴς ἤδη καὶ ἔμμουσος ᾖ, καὶ ποιοῦσι ταῦτα. τὸ μὲν γὰρ παιδίον ἐς δάφνην ἀπόκειται καὶ κλῶνας μυρρίνης ξυμβαλλομένου τοῦ πατρὸς ἱεροῦ τεύξεσθαι τοῦ παιδὸς ἀφʼ ὧν3 κύμβαλά τε κατήχει τῆς οἰκίας, ὅτε ἐτίκτετο, καὶ τύμπανα ἠκούετο ἐκ Ῥέας, ἐλέγοντο δὲ καὶ αἱ Νύμφαι χορεῦσαί οἱ καὶ ἀνασκιρτῆσαι τὸν Πᾶνα· φασὶ δὲ αὐτόν, ὅτε Πίνδαρος ἐς τὸ ποιεῖν ἀφίκετο, ἀμελήσαντα τοῦ σκιρτᾶν ᾅδειν τὰ τοῦ Πινδάρου. ἡ Ῥέα δὲ ἄγαλμα ἐκπεπόνηται καὶ καθίδρυται μὲν αὐτοῦ καὶ περὶ θύρας, οἶμαι δὲ καὶ λίθου τὸ ἄγαλμα φαίνεσθαι, κατεσκληκυίας ἐνταῦθα τῆς γραφῆς καὶ τί γὰρ ἄλλο ἢ ἐξεσμένης; ἄγει καὶ τὰς Νύμφας ἐνδρόσους καὶ οἵας ἐκ πηγῶν, ὁ δὲ Πὰν ἐξορχεῖται μὲν ῥυθμὸν δή τινα, φαιδρὸν δὲ αὐτῷ τὸ εἶδος καὶ τῆς ῥινὸς οὐδὲν χολῶδες. αἱ δὲ ἔσω μέλιτται περιεργάζονται τὸ παιδίον ἐπιβάλλουσαι τὸ μέλι καὶ τὰ κέντρα ἀνέλκουσαι δέει τοῦ ἐγχρίψαι. ἐξ Ὑμηττοῦ τάχα ἥκουσι, καὶ ἀπὸ τῶν λιπαρῶν καὶ ἀοιδίμων, καὶ γὰρ τοῦτο οἶμαι αὐτὰς ἐνστάξαι Πινδάρῳ.
品达。 我想你定会惊叹蜜蜂竟被描摹得如此精微,不仅口吻清晰可见,腿脚、翅膀以及斑纹的外衣色彩亦井然不乱,画作以媲美造化的手笔将它们描摹得斑斓多姿。那么,这些聪慧的生灵为何不在蜂巢之中?又为何来到城里?她们正涌向代梵托斯的门前喧游欢聚——正如你所见,品达已经降生了——为了从婴儿时就塑造他,使他从幼年起便调和通律、浸润诗琴,而她们也正是这样做的。那婴孩正躺在月桂与香桃木的枝条上,其父推测自己必将得一神圣之子,因为在孩子出生之时,屋中响彻铙钹之声,传出属于瑞亚的鼓乐,据说宁芙们曾为他起舞,潘亦曾雀跃腾跳;人们还说,当品达掌握作诗之能时,潘便不再跳跃,转而歌唱品达的诗篇。瑞亚被精心雕琢成一尊塑像,就供奉在门户之侧,且我想这尊塑像看起来确如石质,因为画笔在此处极为坚劲严刻,除了称其为雕凿而成还能是什么呢?画作还带来了浸润露水、宛若刚从泉水中涌出的宁芙们,而潘则踩着某种节拍翩翩起舞,面容欢畅,鼻息间全无怒意。至于内室的蜜蜂,正围绕着婴儿忙碌,为他涂抹蜂蜜,又因害怕刺伤他而收起螫针。她们想必来自海梅托斯山,来自那“光辉璀璨、名播歌咏”的城邦,因为我相信,她们也将此滴注给了品达。
- 2.11προσέχοντι δʼ αὐταῖς οὐδέν, ἀλλὰ πειρῶντι αὐτὰς καὶ ἁπτομένῳ τῶν κόλπων ἐπιτίθενται
与格分词 προσέχοντι、πειρῶντι 和 ἁπτομένῳ 承接前句宾格的 τὸν Πᾶνα 作为逻辑主语,并直接作为主动词 ἐπιτίθενται(袭击)所支配的与格补足语。句中省略了代词 αὐτῷ,将遭受袭击的原因(不予理会、调戏动手动脚)以与格分词短语紧密融入主动词的支配结构之中。
- 2.11τὰ μὲν γὰρ τῶν Ναίδων εἴδη ῥανίδας ἀπορραίνουσιν αὗται τῆς κόμης
中性复数名词 εἴδη(形态、形象)虽处于主语位置,句中却插入了阴性复数指示代名词 αὗται,且谓语动词 ἀπορραίνουσιν 亦采用复数形式。这属于依照意念的一致(constructio ad sensum)而形成的破格结构,显示出说话者关注的不仅是抽象的“姿态”,而是实际的宁芙仙女们本身。
- 2.12ξυμβαλλομένου τοῦ πατρὸς ἱεροῦ τεύξεσθαι τοῦ παιδὸς ἀφʼ ὧν
ξυμβαλλομένου τοῦ πατρὸς 为独立属格结构(“其父推测”)。随后的未来不定式 τεύξεσθαι 之逻辑主语因与 τοῦ πατρός 同指而省略,τοῦ παιδός 为 τυγχάνω(获得)所支配的属格宾语,不带冠词的 ἱεροῦ 则作其表语形容词(“自己必将得一神圣之子”)。ἀφʼ ὧν 意为“从这些迹象中”,指引下文列举的种种祥瑞。
