- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.29-1.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了珀罗普斯获波塞冬赠予金车骏马以向俄诺玛俄斯发起战车竞逐的画作,随后描绘了一幅由无花果、葡萄、蜂蜜与牛乳等丰饶物产构成的“客礼”静物画。
ΠΕΛΟΨ. λ. στολὴ δὲ ἁπαλή, σχῆμα ἐκ Λυδίας, καὶ μειράκιον ἐν ὑπήνῃ πρώτῃ Ποσειδῶν τε μειδιῶν ἐς τὸ μειράκιον καὶ ἀγάλλων αὐτὸ ἵπποις δηλοῖ1 Πέλοπα τὸν Λυδὸν ἐπὶ θάλατταν ἥκοντα, ὡς εὔξαιτο τῷ Ποσειδῶνι κατὰ τοῦ Οἰνομάου, ὅτι μὴ χρῆται γαμβρῷ ὁ Οἰνόμαος, ἀλλὰ κτείνων τοὺς τῆς Ἱπποδαμείας μνηστῆρας φρονεῖ τοῖς τούτων ἀκροθινίοις ἀνάπτων τὰς αὐτῶν κεφαλὰς οἷον οἱ θήραν ᾑρηκότες. καὶ εὐχομένῳ τῷ Πέλοπι ἥκει χρυσοῦν ἅρμα ἐκ θαλάττης, ἠπειρῶται δὲ οἱ ἵπποι καὶ οἷοι διαδραμεῖν τὸν Αἰγαῖον αὐχμηρῷ τῷ ἄξονι καὶ ἐλαφρᾷ τῇ ὁπλῇ. ὁ μὲν οὖν ἆθλος εὐδρομήσει τῷ Πέλοπι, τὸν δὲ τοῦ ζωγράφου ἆθλον ἡμεῖς ἐξετάζωμεν. οὐ γὰρ σμικροῦ, οἶμαι, ἀγῶνος ἵππους μὲν ξυνθεῖναι τέτταρας καὶ μὴ ξυγχέαι τῶν σκελῶν τὸ κατὰ ἕνα αὐτῶν, ἐμβαλεῖν δὲ αὐτοῖς μετὰ τοῦ χαλινοῦ φρόνημα στῆσαί τε τὸν μὲν ἐν αὐτῷ τῷ μὴ θέλειν ἑστάναι, τὸν δὲ ἐν τῷ κροαίνειν βούλεσθαι, τὸν δʼ ἐν τῷ πείθεσθαι, ὁ δὲ γάνυται τοῦ Πέλοπος τῇ ὥρᾳ2 καὶ εὐρεῖαι αὐτῷ αἱ ῥῖνες, ὅσα χρεμετίζοντι. ἔτι κἀκεῖνο σοφίας· ὁ Ποσειδῶν τοῦ μειρακίου ἐρᾷ καὶ ἀναφέρει αὐτὸ ἐς τὸν λέβητα καὶ τὴν Κλωθώ, ὅτε Πέλοψ ἀστράψαι ἐδόκει τῷ ὤμῳ, καὶ τοῦ μὲν γαμεῖν οὐκ ἀπάγει αὐτόν, ἐπειδὴ ὥρμηκεν, ἀγαπῶν δὲ ἀλλʼ ἐφάψασθαι τῆς χειρὸς3 ἐμπέφυκε τῇ δεξιᾷ τοῦ Πέλοπος ὑποτιθέμενος αὐτῷ τὰ ἐς τὸν δρόμον, ὁ δὲ ὑπέρφρον ἤδη καὶ Ἀλφειὸν πνεῖ, καὶ ἡ ὀφρὺς μετὰ τῶν ἵππων. βλέπει δὲ ἡδὺ καὶ μετέωρον ὑπὸ τοῦ τιάρᾳ ἐπισοβεῖν, ἧς οἷα χρυσαῖ λιβάδες ἡ κόμη τοῦ μειρακίου ἀποστάζουσα μετώπῳ ὁμολογεῖ καὶ ἰούλῳ συνανθεῖ καὶ μεταπίπτουσα τῇδε κἀκεῖσε ἐν τῷ καιρίῳ μένει. γλουτὸν καὶ στέρνα καὶ ὅσα περὶ γυμνοῦ τοῦ Πέλοπος ἐλέχθη ἄν, καλύπτει ἡ ἐσθὴς αὐτῇ κνήμῃ. Λυδοὶ γὰρ καὶ οἱ ἄλλοι βάρβαροι καθείρξαντες ἐς τοιάσδε ἐσθῆτας τὸ κάλλος λαμπρύνονται τοῖς ὑφάσμασιν ἐνὸν λαμπρύνεσθαι τῇ φύσει, καὶ τὰ μὲν ἄλλα ἀφανῆ καὶ ἔσω, τὸ δὲ τῆς στολῆς, ἔνθα ὁ ὦμος ὁ ἀριστερός, τέχνῃ ἠμέληται, ὡς μὴ κρύπτοιτο αὐτοῦ ἡ αὐγή, νύξ τε γὰρ ἐπέχει καὶ λαμπρύνεται τῷ ὤμῳ τὸ μειράκιον, ὅσον ἡ νὺξ τῷ ἑσπέρῳ.
珀罗普斯。一袭柔软的华服、吕底亚式的装束,以及一位初蓄髭须的少年,加之波塞冬正对着少年微笑并以骏马荣耀他——这一切表明吕底亚人珀罗普斯已来到海边,向波塞冬祈求助其对抗俄诺玛俄斯;因为俄诺玛俄斯不愿招赘女婿,反倒诛杀希波达弥亚的求婚者们,将他们的头颅悬挂起来,如同捕获猎物的猎人夸耀猎物一般,以此项头颅战利品自得。珀罗普斯祈祷之际,一辆金车自海中涌现,而那些骏马乃是陆地之骏,能以干燥的轮轴与轻捷的铁蹄飞越爱琴海。珀罗普斯的赛事固然将一帆风顺,但且让我们检视画家的竞技之功。因为依我之见,将四匹骏马融汇一体而不致混淆各自足蹄的动态,并在勒具之外赋予它们勃勃的意气,使其中一匹立于决不肯安歇的躁动之中,另一匹立于欲刨地腾踏的意愿之中,第三匹立于驯顺听命的姿态之中,而第四匹则欢欣于珀罗普斯的风华,鼻孔张大如长嘶之状——这绝非寻常的小巧功夫。此外,亦有一处尽显巧思:波塞冬深爱着这少年,因而忆及当年的沸釜与克洛托——那时珀罗普斯的肩膀曾如闪电般烁烁生辉;然而既然少年心意已决,海神便不阻拦他求婚,而仅仅满足于触碰他的手,紧扣着珀罗普斯的右手向他传授竞逐的要领。少年此时已是气宇轩昂,呼吸间透着阿尔斐俄斯的风采,眉峰与烈马的昂首交相呼应。因凭头巾而昂然自得,他的目光显得既温存又高傲;少年的秀发自头巾下垂落如道道金泉,与额头相称,随绒须一同绽发,虽随意散垂却恰到好处。他的臀部、胸膛以及裸露的珀罗普斯身上所能述说的一切,衣袍皆遮覆直至小腿。盖因吕底亚人及其他异族人将形体之美禁锢于此类衣装之中,原本可以天然彰显华美,却反以织物自炫;其余部分均隐蔽于内,唯有左肩处的衣袍以匠心故意略去,免得其光辉被遮掩。此刻夜幕笼罩,少年因其肩膀而光彩照人,正如黑夜因昏星而熠熠生辉。
ΞΕΝΙΑ. λα. καλὸν δὲ καὶ συκάσαι καὶ μηδὲ ταῦτα παρελθεῖν ἀφώνους. σῦκα μέλανα ὀπῷ λειβόμενα σεσώρευται μὲν ἐπὶ φύλλων ἀμπέλου, γέγραπται δὲ μετὰ τῶν τοῦ φλοιοῦ ῥηγμάτων, καὶ τὰ μὲν ὑποκέχηνε παραπτύοντα τοῦ μέλιτος,4 τὰ δʼ ὑπὸ τῆς ὥρας οἷον ἔσχισται. πλησίον δὲ αὐτῶν ὄζος ἔρριπται, μὰ Δίʼ, οὐκ ἀργὸς ἢ κενὸς τοῦ καρποῦ, σκιάζει δὲ σῦκα τὰ μὲν ὠμὰ καὶ ὀλύνθους ἔτι, τὰ δὲ ῥυσσὰ καὶ ἔξωρα, τὰ δὲ ὑποσέσηρε παρεμφαίνοντα τοῦ χυμοῦ τὸ ἄνθος, τὸ δὲ ἐπʼ ἄκρῳ τοῦ ὄζου στρουθὸς διορώρυχεν, ἃ δὴ καὶ ἥδιστα σύκων δοκεῖ. καρύοις δὲ ἅπαν ἔστρωται τοὔδαφος, ὧν τὰ μὲν παρατέτραπται τοῦ ἐλύτρου, τὰ δὲ ἔγκειται μεμυκότα, τὰ δὲ παρεμφαίνει τὴν διαφυήν. ἀλλὰ καὶ ὄγχνας ἐπʼ ὄγχναις ὅρα καὶ μῆλα ἐπὶ μήλοις σωρούς τε αὐτῶν καὶ δεκάδας, εὐώδη πάντα καὶ ὑπόχρυσα. τὸ δὲ ἐν αὐτοῖς ἔρευθος οὐδὲ ἐπιβεβλῆσθαι φήσεις, ἀλλὰ ἔνδον ὑπηνθηκέναι. κεράσου δὲ ταῦτα δῶρα ὀπώρα τις αὕτη βοτρυδὸν ἐν ταλάρῳ, ὁ τάλαρος δὲ οὐκ ἀλλοτρίων πέπλεκται λύγων, ἀλλʼ αὐτοῦ τοῦ φυτοῦ. πρὸς δὲ τὸν σύνδεσμον τῶν κλημάτων εἰ βλέποις καὶ τὰς ἐκκρεμαμένας αὐτῶν σταφυλὰς καὶ ὡς κατὰ μίαν αἱ ῥᾶγες, ᾅσῃ τὸν Διόνυσον, οἶδα, καὶ ὦ πότνια βοτρυόδωρε, περὶ τῆς ἀμπέλου ἐρεῖς. φαίης δʼ ἂν καὶ τοὺς βότρυς τῇ γραφῇ ἐδωδίμους εἶναι καὶ ὑποίνους. κἀκεῖνο ἥδιστον· ἐπὶ φύλλων κράδης μέλι χλωρὸν ἐνδεδυκὸς ἤδη τῷ κηρῷ καὶ ἀναπλημμυρεῖν ὡραῖον, εἴ τις ἀποθλίβοι, καὶ τροφαλὶς ἐφʼ ἑτέρου φύλλου νεοπαγὴς καὶ σαλεύουσα καὶ ψυκτῆρες γάλακτος οὐ λευκοῦ μόνον, ἀλλὰ καὶ στιλπνοῦ, καὶ γὰρ στίλβειν ἔοικεν ὑπὸ τῆς ἐπιπολαζούσης αὐτῷ πιμελῆς.
客礼。采撷无花果,且不默默略过这些景物,亦属佳事。黑无花果渗着果汁堆叠在葡萄叶上,连同果皮的皲裂一并绘出;有的微微张裂吐出蜜汁,有的则宛如因熟透而爆开。在它们近旁掷有一截枝条,指宙斯起誓,那绝非空瘪无果的闲枝,枝荫下掩映着数颗无花果:有的青涩尚生,有的干瘪过熟,有的微张显露出果浆的菁华,而枝头的一颗已被麻雀啄破——这恰被视作最甘美的无花果。地面上铺满了坚果,有的已剥脱外壳,有的闭合包裹其中,有的则半露接缝。再看那重重叠叠的梨与层层累累的苹果,成堆成打,无不芳香扑鼻、泛着金光。其上的红晕你定会说并非涂抹于表,而是自内里蕴藉透出。这些乃是樱桃之赐,以果篮盛满、成串相缀;而果篮并非用外来细柳,乃是以樱桃树本身的枝条编就。若你凝望那相互缠绕的藤蔓与垂挂其上的葡萄串,以及那一粒粒分明的浆果,我知道你定会讴歌狄俄尼索斯,对着葡萄藤赞道:“啊,赐予葡萄串的尊贵者!”你甚至会说画中的葡萄串既可入口且饱含琼浆。最令人愉悦的莫过于此:无花果叶上盛着新鲜的蜂蜜,已浸透蜂巢,若有人挤压便随时满溢;另一片叶上放着初凝微颤的圆乳酪;更有盛奶的冰镇器皿,其中的乳汁不仅雪白而且泛着莹光——这实因其表面浮动的油脂而泛出幽辉。
- 1.29δηλοῖ
尽管动词前并列了数个主语(στολὴ... καὶ μειράκιον... Ποσειδῶν τε...),谓语动词 δηλοῖ 却使用了单数形式。这是将整幅并列的画面景象视为单一整体主语的语法现象,或动词依邻近/主导概念发生呼应。
- 1.29ὁ δὲ γάνυται τοῦ Πέλοπος τῇ ὥρᾳ
此处构成了破格语法。前文列举前三匹马时,皆作为不定式 στῆσαι 的宾格宾语(τὸν μὲν... τὸν δὲ... τὸν δʼ...),但在描写第四匹马时,句式突变为带有主格主语的独立直陈式主句(ὁ δὲ γάνυται)。
- 1.29ἀγαπῶν δὲ ἀλλʼ ἐφάψασθαι τῆς χειρὸς
接在分词 ἀγαπῶν 之后的连词 ἀλλά 带有“至少”、“哪怕仅仅”的限制或让步意味。它表明波塞冬明知无法劝阻珀罗普斯,因而“只要能至少触碰到他的手便感到满足”。
- 1.30παραπτύοντα τοῦ μέλιτος
属格 τοῦ μέλιτος 作为分词 παραπτύοντα(吐出、溢出)的宾语,充当部分属格,表示无花果自内里渗出其部分甜美蜜汁的状态。
