- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
解说者细致描绘了一幅表现湿地风貌的画作,展现了形态各异的群山、清泉、丰富的水鸟、驱使天鹅竞逐的厄洛斯神群,以及寄托着雌雄相思之恋的棕榈树桥。
ΕΛΟΣ. θ. Ὕπομβρος μὲν ἡ γῆ, φέρει δὲ κάλαμον καὶ φλοιόν, ἃ δὴ ἄσπαρτα καὶ ἀνήροτα δίδωσιν ἡ τῶν ἑλῶν εὐφυία, καὶ μυρίκη γέγραπται καὶ κύπειρον, καὶ γὰρ ταῦτά ἐστι τῶν ἑλῶν. ὄρη δὲ οὐρανομήκη περιβέβληται φύσεως οὐ μιᾶς, τὰ μὲν γὰρ τὴν πίτυν παρεχόμενα λεπτόγεων τιθεῖ, τὰ δὲ κυπαρίττῳ κομῶντα τῆς ἀργιλώδους λέγει, ἐλάται δὲ ἐκεῖναι τί ἄλλο γε ἢ δυσχείμερον καὶ τραχὺ τὸ ὄρος; οὐ γὰρ ἀσπάζονται βῶλον, οὐδὲ ἀγαπῶσι θάλπεσθαι· ταῦτά τοι καὶ ἀποικοῦσι τῶν πεδίων, ὡς ἐν τοῖς ὄρεσι ῥᾷον αὐξόμεναι. πηγαὶ δὲ ἀποβλύζουσι τῶν ὀρῶν, αἳ δὴ ῥέουσαι κάτω καὶ κοινούμεναι τὸ ὕδωρ ἕλος ὑπʼ αὐτῶν τὸ πεδίον,1 οὐ μὴν ἄτακτόν γε, οὐδὲ οἷον πεφύρθαι, διῆκται δὲ αὐτοῦ τὸ νᾶμα ὑπὸ τῆς γραφῆς, ὡς ἂν καὶ ἡ φύσις αὐτὸ διήγαγεν ἡ σοφὴ πάντων, Μαιάνδρους δὲ πολλοὺς ἑλίττει σελίνου βρύοντας ἀγαθοὺς ναυτίλλεσθαι τοῖς ὄρνισι τοῖς ὑγροῖς. ὁρᾷς γάρ που τὰς νήττας, ὡς ἔφυδροι διολισθάνουσιν ἀναφυσῶσαί τινας οἷον αὐλοὺς τοῦ ὕδατος. τί δὴ τὸ τῶν χηνῶν ἔθνος; καὶ γὰρ δὴ κἀκεῖνοι γεγράφαται κατὰ τὴν ἑαυτῶν φύσιν ἐπιπόλαιοί τε καὶ πλωτῆρες. τοὺς δὲ ἐπὶ μακροῖν τοῖν σκελοῖν, τοὺς περιττοὺς τὸ ῥάμφος ξένους οἶμαι αἰσθάνῃ καὶ ἁβροὺς ἄλλον ἄλλου πτεροῦ, καὶ τὰ σχήματα δὲ αὐτῶν ποικίλα. ὁ μὲν γὰρ ἐπὶ πέτρας ἀναπαύει τὼ πόδε κατὰ ἕνα, ὁ δὲ ψύχει τὸ πτερόν, ὁ δὲ ἐκκαθαίρει, ὁ δὲ ᾕρηκέ τι ἐκ τοῦ ὕδατος, ὁ δὲ ἐς τὴν γῆν ἀπονένευκεν ἐπισιτίσασθαί τι ἐκεῖθεν. ἡνιοχεῖσθαι δὲ τοὺς κύκνους ὑπὸ τῶν ἐρώτων θαῦμα οὐδέν, ἀγέρωχοι γὰρ οἱ θεοὶ καὶ δεινοὶ παίζειν ἐς τοὺς ὄρνιθας, ὅθεν μηδὲ τὴν ἡνιόχησιν ἀργῶς παρέλθωμεν, μηδὲ αὐτὸ τὸ ὕδωρ, ἐν ᾧ ταῦτα. τὸ μὲν γὰρ δὴ ὕδωρ τοῦτο κάλλιστον τοῦ ἕλους, τῆς γῆς αὐτὸ διδούσης αὐτόθεν, συνίσταται δὲ ἐς κολυμβήθραν παγκάλην. διὰ μέσου γὰρ τοῦ ὕδατος ἀμάραντα νεύει τὰ μὲν ἔνθεν, τὰ δὲ ἐκεῖθεν, ἡδεῖς ἀστάχυες καὶ βάλλοντες ἄνθει τὸ ὕδωρ. περὶ τούτους ἡνιοχοῦσιν ἔρωτες ἱεροὺς καὶ χρυσοχαλίνους ὄρνις ὁ μὲν πᾶσαν ἡνίαν ἐνδιδούς, ὁ δὲ ἀνακόπτων, ὁ δὲ ἐπιστρέφων, ὁ δὲ περὶ τὴν νύσσαν ἐλαύνων — καὶ παρακελευομένων τοῖς κύκνοις ἀκούειν δόκει καὶ ἀπειλούντων ἀλλήλοις καὶ τωθαζόντων, ταῦτα γὰρ τοῖς προσώποις ἔπεστιν — ὁ δὲ καταβάλλει τὸν πέλας, ὁ δὲ καταβέβληκεν, ὁ δὲ ἠγάπησεν ἐκπεσεῖν τοῦ ὄρνιθος, ὡς λούσαιτο ἐν τῷ ἱπποδρόμῳ. κύκλῳ δὲ ταῖς ὄχθαις ἐφεστᾶσιν οἱ μουσικώτεροι τῶν κύκνων, ἐπᾴδοντες, οἶμαι, τὸν ὄρθιον, ὡς πρὸς τρόπου τοῖς ἁμιλλωμένοις. ὁρᾷς τὸ πτηνὸν μειράκιον; ἄνεμος τοῦτο Ζέφυρος, τὴν ᾠδὴν τοῖς κύκνοις ἐνδιδούς. γέγραπται δὲ ἁπαλὸν καὶ χαρίεν ἐς αἴνιγμα τοῦ πνεύματος, καὶ αἱ πτέρυγες ἥπλωνται τοῖς κύκνοις πρὸς τὸ πλήττεσθαι ὑπὸ τοῦ ἀνέμου. ἰδοὺ καὶ ποταμὸς ὑπεξέρχεται τοῦ ἕλους εὐρὺς καὶ ὑποκυμαίνων, διαβαίνουσι δʼ αὐτὸν αἰπόλοι καὶ νομεῖς ἐπὶ ζεύγματος. εἰ δὲ τῶν αἰγῶν ἐπαινοίης τὸν ζωγράφον, ὅτι αὐτὰς ὑποσκιρτώσας καὶ ἀγερώχους γέγραφεν, ἢ τῶν προβάτων, ὅτι σχολαῖον αὐτοῖς τὸ βάδισμα καὶ οἷον ἄχθος οἱ μᾶλλοι, τάς τε σύριγγας εἰ διεξίοιμεν ἢ τοὺς χρωμένους αὐταῖς, ὡς ὑπεσταλμένῳ τῷ στόματι αὐλοῦσι, σμικρὸν ἐπαινεσόμεθα2 τῆς γραφῆς καὶ ὅσον ἐς μίμησιν ἥκει, σοφίαν δὲ οὐκ ἐπαινεσόμεθα, οὐδὲ καιρόν, ἃ δὴ κράτιστα δοκεῖ τῆς τέχνης. τίς οὖν ἡ σοφία; ζεῦγμα φοινίκων ἐπιβέβληκε τῷ ποταμῷ καὶ μάλα ἡδὺν ἐπʼ αὐτῷ λόγον· εἰδὼς γὰρ τὸ περὶ τῶν φοινίκων λεγόμενον καὶ ὅτι αὐτῶν ὁ μὲν ἄρσην τις, ἡ δὲ θήλεια, καὶ περὶ τοῦ γάμου σφῶν διακηκοὼς καὶ ὅτι ἄγονται τὰς θηλείας περιβάλλοντες αὐτὰς τοῖς κλάδοις καὶ ἐπιτείνοντες αὑτοὺς ἐπʼ αὐτὰς ἀφʼ ἑκατέρου τοῦ γένους ἕνα κατὰ μίαν ὄχθην, γέγραφεν·3 εἶτα ὁ μὲν ἐρᾷ καὶ ἐπικλίνεται καὶ ὑπεράλλεται τοῦ ποταμοῦ, τῆς δὲ θηλείας ἔτι ἀφεστώσης οὐκ ἔχων ἐπιλαβέσθαι κεῖται καὶ δουλεύει ζεύξας τὸ ὕδωρ, καὶ ἔστι τοῖς διαβαίνουσιν ἀσφαλὴς ὑπὸ τῆς τοῦ φλοιοῦ τραχύτητος.
沼泽。 9. 这片土地受到雨水的滋润,生长着芦苇与树皮,这些正是沼泽的天赋之性在无播种、无耕作的情况下所赐予的;画面上还绘有柽柳与莎草,因为这些亦属沼泽之物。群山高耸入云环抱着这片土地,其质性并非单一:那些生长着松树的表明地力瘠薄,那些覆以柏树的显示土质黏润,而那些冷杉,除了表明山势严寒险峻之外还能说明什么呢?盖因冷杉既不喜肥沃的土块,亦不爱受暖;正因如此,它们远离平原,在群山中反倒更易生长。泉水自群山中涌出,顺流而下,汇聚其水流,平原便因它们而化作沼泽;然而这并非一片混乱之沼,亦非泥泞混浊,其水流在画作中被疏导得井井有条,宛如造物自然这位洞悉万物的智者亲自导引一般;它蜿蜒穿过无数繁茂的水芹丛生之处,极适于水鸟泛舟其上。你定能看见那些野鸭,湿润润地滑水而行,吹起些许宛若管柱般的水流。那鹅群又如何?它们亦依其本性被描绘为浮水游弋之鸟。至于那些生着双长腿、长喙异样硕大的鸟类,我想你会认出它们是罕见的异邦珍禽,羽色各异且体态娇美,其姿势亦是千变万化。有的在一块岩石上轮流歇息着双脚,有的在晾凉羽翼,有的在梳理翎毛,有的从水中捕得了猎物,有的则俯身向地面以求在彼处觅食。天鹅被厄洛斯神们驾驭,这丝毫不足为奇;盖因这些神祇任性放肆,素善戏弄飞禽。因此,我们切不可对这番驾驭之景掉以轻心,亦不可忽视上演这幕的水面。盖因这汪清水实乃沼泽中最美妙之处,系大地直接自彼处涌出,汇成一泓绝美的水池。在水中央,苋菜向着此侧与彼侧低垂,形成令人欣悦的穗状花簇,将繁花撒向水面。厄洛斯神们正驾驭着神圣的、配有黄金笼头的飞禽环绕着它们奔驰,有的全放缰绳,有的勒止不前,有的正在调头,有的正绕着折返标疾驰——你简直会以为听见了他们向天鹅发号施令,彼此恫吓与嘲弄,因为这些神态皆毕现于面庞——有的将邻座撞倒,有的已将其撞倒,有的则甘愿从鸟背跌落,以便在赛道中沐浴一番。四周岸边伫立着更为通晓音律的天鹅,我想它们正高唱着高亢的奥尔提俄斯调,正合乎竞逐者的心境。你看见那个生着双翼的少年了吗?此乃西风神泽费罗斯,正是他在赋予天鹅以歌声。他被描绘得娇嫩而优雅,寓意着微风之态;而天鹅的羽翼亦向外展布,正待风儿轻拂。瞧,亦有一条宽阔而微澜起伏的河流自沼泽中蜿蜒流出,山羊倌与牧羊人正踏着桥梁过河。假若你赞叹画家笔下的山羊,因其跃动嬉戏、桀骜不驯;或者赞叹绵羊,因其步伐缓滞、厚毛宛若重荷;又若我们细数那些排箫或吹奏之人,述说他们如何收敛着嘴角吹奏,我们所赞赏的不过是这幅画作中微不足道的一部分,即仅及于摹仿之功而已,却并未赞扬那被视为艺术最绝妙之处的巧思与合度(时宜)。那么,这巧思究竟何在?画家在河上架设了一座由棕榈树构成的桥梁,并为此附上了一段极妙的传说:因画家深知关于棕榈的传闻,知其有雌雄之分,且听闻其婚姻之事,得知〔雄树〕通过枝条环绕雌树并将己身向它们伸展来加以迎娶,便在两岸各画了一株不同性别的树;于是雄树堕入情网,躬身越过河面,但因雌树仍相隔遥远而无法相挽,便横卧水上、屈身为桥,又因其树皮粗糙,更为过河之人提供了安稳的踏足之所。
- 1.9ἕλος ὑπʼ αὐτῶν τὸ πεδίον
此处承接前文关系分词从句(αἳ δὴ ῥέουσαι κάτω...),省略了系动词(如 γίγνεται)或形成略带破格(anacoluthon)的名词性结构,直接指明“平原由此化为湿地”。
- 1.9εἰ δὲ τῶν αἰγῶν ἐπαινοίης τὸν ζωγράφον... σμικρὸν ἐπαινεσόμεθα
此处为混合条件句:条件从句(εἰ... ἐπαινοίης)使用希求法表示假设性让步,主句(σμικρὸν ἐπαινεσόμεθα)则使用将来时直陈语气,表示必然引出的推论结果(“纵使你赞美……,我们也只能称赞其微不足道的一面”)。
- 1.9ἀφʼ ἑκατέρου τοῦ γένους ἕνα κατὰ μίαν ὄχθην, γέγραφεν
动词 γέγραφεν 带宾语 ἕνα,受介词短语 ἀφʼ ἑκατέρου τοῦ γένους(“分别自雌雄两性中各取其一”)限定,并与表分配的介词短语 κατὰ μίαν ὄχθην(“于每座河岸各一”)相呼应,构成“两岸各画了一株不同性别的树”的分配性表述。
