- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.7-1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第一幅画描绘了阵亡的门农遗体受到全军哀悼、厄俄斯乞求夜色降临以运走其遗体并化为埃塞俄比亚发声巨石,第二幅画则展现了波塞冬为追求阿密摩涅而满怀情欲地舍弃大海登岸的情景。
ΜΕΜΝΩΝ. ζ. ἡ μὲν στρατιὰ Μέμνονος, τὰ ὅπλα δὲ αὐτοῖς ἀπόκειται καὶ προτίθενται τὸν μέγιστον αὐτῶν ἐπὶ θρήνῳ, βέβληται δὲ κατὰ τὸ στέρνον, ἐμοὶ δοκεῖν, ὑπὸ τῆς μελίας. εὑρὼν γὰρ πεδίον εὐρὺ καὶ σκηνὰς καὶ τεῖχος ἐν στρατοπέδῳ καὶ πόλιν συμπεφραγμένην τείχεσιν οὐκ οἶδʼ ὅπως οὐκ1 Αἰθίοπες οὗτοι καὶ Τροία ταῦτα, θρηνεῖται δὲ Μέμνων ὁ τῆς Ἠοῦς. τοῦτον ἀφικόμενον ἀμῦναι τῇ Τροίᾳ κτείνει, φασίν, ὁ τοῦ Πηλέως, μέγαν ἥκοντα καὶ οὐδὲν αὐτοῦ μείω. σκόπει γάρ, ὅσος μὲν κεῖται κατὰ τῆς γῆς, ὅσος δὲ ὁ τῶν βοστρύχων ἄσταχυς, οὕς, οἶμαι, Νείλῳ ἔτρεφε. Νείλου γὰρ Αἰγύπτιοι μὲν ἔχουσι τὰς ἐκβολάς, Αἰθίοπες δὲ τὰς πηγάς. ὅρα τὸ εἶδος, ὡς ἔρρωται καὶ τῶν ὀφθαλμῶν ἀπολωλότων, ὅρα τὸν ἴουλον, ὡς καθʼ ἡλικίαν τῷ κτείναντι. οὐδʼ ἂν μέλανα φαίης τὸν Μέμνονα, τὸ γὰρ ἀκράτως ἐν αὐτῷ μέλαν ὑποφαίνει τι ἄνθους. αἱ δὲ μετέωροι δαίμονες2 Ἠὼς ἐπὶ τῷ παιδὶ πενθοῦσα κατηφῆ ποιεῖ τὸν Ἥλιον καὶ δεῖται τῆς Νυκτὸς ἀφικέσθαι πρὸ καιροῦ καὶ τὸ στρατόπεδον ἐπισχεῖν, ἵνα ἐγγένηταί οἱ κλέψαι τὸν υἱόν, Διός που ταῦτα νεύσαντος. καὶ ἰδού, ἐκκέκλεπται καὶ ἔστιν ἐπὶ τέρμασι τῆς γραφῆς. τάφος οὐδαμοῦ Μέμνονος, ὁ δὲ Μέμνων ἐν Αἰθιοπίᾳ, μεταβεβληκὼς ἐς λίθον μέλανα, καὶ τὸ σχῆμα μὲν καθημένου, τὸ δὲ εἶδος ἐκεῖνο, οἶμαι, καὶ προσβάλλει τῷ ἀγάλματι ἡ ἀκτὶς τοῦ Ἡλίου· δοκεῖ γὰρ ὁ Ἥλιος οἱονεὶ πλῆκτρον κατὰ στόμα ἐμπίπτων τῷ Μέμνονι ἐκκαλεῖσθαι φωνὴν ἐκεῖθεν καὶ λαλοῦντι σοφίσματι παραμυθεῖσθαι τὴν Ἡμέραν.
门农。 7. 此处是门农的军队,但他们的兵器已卸置一旁,正将他们中最伟大的人物陈尸以致哀;依我看来,他是被那杆梣木枪刺中了胸膛。盖因既见到广袤的平原、营帐、营地中的壁垒,以及一座为城墙环护的城池,这岂能不是埃塞俄比亚人,那又岂能不是特洛伊?而受哀悼的正是厄俄斯之子门农。据说,当他赶来救援特洛伊时,被珀琉斯之子斩杀;他来时身躯魁梧,丝毫不逊于对方。你看他横卧在大地之上的躯体何等硕大,那一束束发绺又何等茂密如穗——我想,这定是他为尼罗河而蓄留的;因为埃及人占有尼罗河的入海口,而埃塞俄比亚人则拥有其源头。看他的形貌,即便双目已逝,依然显得强健;看他的初髭,与杀死他的勇士年岁正相仿佛。你也断不可说门农通体漆黑,因为他身上纯粹的黑色还隐隐泛着一层红润的光泽。至于天上的神祇:厄俄斯为爱子悲恸,使得赫利俄斯容颜阴沉,并恳求黑夜提早降临以笼罩军营,好教她在宙斯默许之下得以偷运出儿子的遗体。瞧,他已被偷运出来,正处于画面的边缘。世间无处寻得门农之墓,但门农本人却在埃塞俄比亚,化作了一座黑石雕像;其姿态虽为端坐,但那形貌,依我想来,正是画中之人。赫利俄斯的光芒正照耀在雕像上;因为赫利俄斯宛若琴拨击打在门农口上,似从其中唤出声响,以此能言的巧思慰藉着赫墨拉。
ΑΜΥΜΩΝΗ. η. πεζεύοντι τὴν θάλατταν τῷ Ποσειδῶνι ἐντετύχηκας, οἶμαι, παρʼ Ὁμήρῳ, ὅτε κατὰ τοὺς Ἀχαιοὺς ἀπὸ Αἰγῶν στέλλεται, καὶ ἡ θάλαττα γαλήνην ἄγει παραπέμπουσα αὐτὸν αὐτοῖς ἵπποις καὶ αὐτοῖς κήτεσι,3 καὶ γὰρ ἐκεῖνα ἕπεται καὶ σαίνει τὸν Ποσειδῶνα ὡς ἐνταῦθα. ἐκεῖ μὲν οὖν ἠπειρωτῶν οἶμαι τῶν ἵππων αἰσθάνῃ, χαλκόποδάς τε γὰρ αὐτοὺς ἀξιοῖ εἶναι καὶ ὠκυπέτας καὶ μάστιγι πλήττεσθαι, ἐνταῦθα δὲ ἱππόκαμποι τὸ ἅρμα καὶ ἔφυδροι τὰς ὁπλὰς καὶ νευστικοὶ καὶ τοὺς ὀφθαλμοὺς ὑπόγλαυκοι καί, νὴ Δία, ὅσα δελφῖνες, κἀκεῖ μὲν δυσχεραίνειν ὁ Ποσειδῶν ἔοικε καὶ νεμεσᾶν τῷ Διὶ κλίνοντι τὸ Ἑλληνικὸν καὶ βραβεύοντι αὐτοῖς ἀπὸ τοῦ χείρονος, ἐνταῦθα δὲ φαιδρὸς γέγραπται καὶ ἱλαρὸν βλέπει καὶ σεσόβηται μάλα ἐρωτικῶς· Ἀμυμώνη γὰρ ἡ Δαναοῦ θαμίζουσα ἐπὶ τὸ τοῦ Ἰνάχου ὕδωρ κεκράτηκε τοῦ θεοῦ καὶ στέλλεται θηρεύσων αὐτὴν οὔπω ξυνιεῖσαν, ὅτι ἐρᾶται. τὸ γοῦν περίφοβον τῆς κόρης καὶ τὸ πάλλεσθαι καὶ ἡ κάλπις ἡ χρυσῆ διαφεύγουσα τὰς χεῖρας δηλοῖ τὴν Ἀμυμώνην ἐκπεπλῆχθαι καὶ ἀπορεῖν, τί βουλόμενος ὁ Ποσειδῶν ἐκλείπει πανσυδὶ τὴν θάλατταν, λευκήν τε ὑπὸ φύσεως οὖσαν ὁ χρυσὸς περιστίλβει κεράσας τὴν αὐγὴν τῷ ὕδατι. ὑπεκστῶμεν, ὦ παῖ, τῇ νύμφῃ, καὶ γὰρ κῦμα ἤδη κυρτοῦται ἐς τὸν γάμον, τὸ δὲ κῦμα γλαυκὸν ἔτι καὶ τοῦ χαροποῦ τρόπου, πορφυροῦν δὲ αὐτὸ ὁ Ποσειδῶν γράψει.
阿密摩涅。 8. 我想,你曾在荷马史诗中见过在海上巡行涉足的波塞冬,当时他自埃盖启程前往阿开亚人军中,大海波平浪静,连同马匹与海兽一并护送着他前行;那些海兽确实也紧随其后,并如这里所示这般向波塞冬摇尾乞怜。在那部史诗中,我想你会察觉那是陆地上的马匹,因诗人视其生有铜蹄、疾飞如风且需用皮鞭抽打;而在这里,驾车的却是海马,生有水栖的蹄爪,长于游弋,双目泛着浅灰,指宙斯起誓,简直宛若海豚。在那边,波塞冬显得心怀不悦,对令希腊人受挫并向他们作出不利裁决的宙斯忿忿不平;而在这里,他却被描绘得神采奕奕,目光欢愉,完全沉浸于情欲的躁动之中。盖因经常前往伊纳科斯水泉汲水的达那俄斯之女阿密摩涅捕获了这位神明的心,而他正启程去猎取尚不知自己已被爱慕的她。无论如何,少女的惊恐、颤栗,以及从手中滑落的金壶,皆表明阿密摩涅已惊骇万分,困惑于波塞冬究竟意欲何为,竟倾巢而出弃离了大海;她天生肤色白皙,而金壶将光辉融注于水波之中,映照得她周身流光溢彩。孩子,让我们且避让这位新娘罢,因为那海浪已为婚礼拱起成屏障;海浪此刻虽仍澄青且显出苍冷之象,波塞冬却必将把它染作一片紫红。
- 1.7οὐκ οἶδʼ ὅπως οὐκ
带有双重否定(οὐκ... οὐκ)的修辞性固定表达,字面意为“我不知怎能不……”,实则表达强烈的肯定语气(“这岂能不是……/定然是……”)。它基于前述分词从句(εὑρὼν...)所列举的根据,强调画面中所示必是埃塞俄比亚人与特洛伊城。
- 1.7αἱ δὲ μετέωροι δαίμονες
悬垂主格(nominativus pendens)或部分同格结构。句首的复数主格短语未直接作为后续谓语动词的主语,而是细化展开为个别神祇的具体行动(Ἠὼς... κατηφῆ ποιεῖ... καὶ δεῖται...)。在句法上充当话题转换标记,引导读者将视线转向天界诸神。
- 1.8αὐτοῖς ἵπποις καὶ αὐτοῖς κήτεσι
伴随代词 αὐτός 的相伴与格(dativus sociativus),在习惯用法中表示“连同……一并/同……一道”。简练地表现了波塞冬由其战马以及海兽群整体伴随护送、巡行于平静海面之上的场面。
