- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.10-1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第10章细致描绘了安菲翁弹奏赫尔墨斯所赐的里拉琴感召群石筑起忒拜城墙的画作;第11章则记述了法厄同自天际坠落引致的灾异,以及赫利阿得斯姐妹化作白杨、泪化黄金的图景。
ΑΜΦΙΩΝ. ι. τῆς λύρας τὸ σόφισμα πρῶτος Ἑρμῆς πήξασθαι λέγεται κεράτοιν δυοῖν καὶ ζυγοῦ καὶ χέλυος, καὶ δοῦναι μετὰ τὸν Ἀπόλλω καὶ τὰς Μούσας Ἀμφίονι τῷ Θηβαίῳ τὸ δῶρον, ὁ δὲ οἰκῶν τὰς Θήβας οὔπω τετειχισμένας ἀφῆκε κατὰ τῶν λίθων μέλη καὶ ἀκούοντες οἱ λίθοι συνθέουσι. ταῦτα γὰρ τὰ ἐν τῇ γραφῇ. πρώτην οὖν διαθεῶ τὴν λύραν, εἰ καθʼ αὑτὴν γέγραπται. τὸ μὲν γὰρ κέρας αἰγὸς ἰξάλου ποιηταί φασι, χρῆται δὲ αὐτῷ ὁ μὲν μουσικὸς ἐς τὴν λύραν, ὁ δὲ τοξότης ἐς τὰ οἰκεῖα. μέλανα καὶ πριονωτὰ ὁρᾷς τὰ κέρατα καὶ δεινὰ ἐναράξαι, ξύλα δέ, ὅσων δεῖ τῇ λύρᾳ, πύξου πάντα στρυφνοῦ καὶ λείου τὸν ὄζον. ἐλέφας οὐδαμοῦ τῆς λύρας οὔπω οἱ ἄνθρωποι εἰδότες οὔτε αὐτὸ τὸ θηρίον, οὔτε ὅ τι τοῖς κέρασιν αὐτοῦ χρήσονται, καὶ ἡ χέλυς μέλαινα μέν, διηκρίβωται δὲ κατὰ τὴν φύσιν καὶ λαγαροὺς περιβέβληται κύκλους ἄλλον ξυνάπτοντας ἄλλῳ ξανθοῖς τοῖς ὀμφαλοῖς, νευραὶ δὲ τὰ μὲν ἐπὶ τῇ μαγάδι πρόκεινται καὶ τοῖς ὀμφαλοῖς ἀπαντῶσι, τὰ δὲ ὑπὸ τῷ ζυγῷ κοῖλα δοκοῦσι. σχῆμά που τοῦτο αὐτῶν ἀναλογώτατον ἀνακεκλίσθαι σφᾶς ὀρθὰς ἐν τῇ λύρᾳ. ὁ δὲ Ἀμφίων τί φησι; τί ἄλλο γε ἢ ψάλλει καὶ τείνει τὸν νοῦν ἐς τὴν πηκτίδα καὶ παραφαίνει τῶν ὀδόντων, ὅσον ἀπόχρη τῷ ᾅδοντι; ᾅδει δέ, οἶμαι, τὴν γῆν, ὅτι πάντων γενέτειρα καὶ μήτηρ οὖσα καὶ αὐτόματα ἤδη τείχη δίδωσιν. ἡ κόμη δὲ ἡδεῖα μὲν καὶ καθʼ ἑαυτὴν ἐναλύουσα μὲν τῷ μετώπῳ, συγκατιοῦσα δὲ τῷ ἰούλῳ παρὰ τὸ οὖς καὶ χρυσοῦ τι ἐπιφαίνουσα, ἡδίων δὲ μετὰ τῆς μίτρας, ἥν φασιν οἱ τῶν ἀποθέτων ποιηταὶ Χάριτας καμεῖν, ἄγαλμα ἥδιστον καὶ προσεχέστατον τῇ λύρᾳ. δοκῶ μοι τὸν Ἑρμῆν ἔρωτι κατειλημμένον δοῦναι Ἀμφίονι ἄμφω τὰ δῶρα. καὶ ἡ χλαμύς, ἣν φορεῖ, κἀκείνη παρὰ τοῦ Ἑρμοῦ τάχα· οὐ γὰρ ἐφʼ ἑνὸς μένει χρώματος, ἀλλὰ τρέπεται καὶ κατὰ τὴν ἶριν μετανθεῖ. κάθηται δὲ ἐπὶ κολωνοῦ τῷ μὲν ποδὶ κρούων ξυμμελές, τῇ δεξιᾷ δὲ παραπλήττων τὰς νευρὰς ψάλλει, καὶ ἡ ἑτέρα χεὶρ ἐν ὀρθαῖς ταῖς τῶν δακτύλων προβολαῖς, ὅπερ ᾤμην πλαστικὴν ἀπαυθαδιεῖσθαι μόνην.1 εἶεν. τὰ δὲ τῶν λίθων πῶς ἔχει; πάντες ἐπὶ τὴν ᾠδὴν συνθέουσι καὶ ἀκούουσι καὶ γίγνονται τεῖχος, καὶ τὸ μὲν ἐξῳκοδόμηται, τὸ δὲ ἀναβαίνει, τὸ δὲ ἄρτι κατέλαβον. φιλότιμοι καὶ ἡδεῖς οἱ λίθοι καὶ θητεύοντες μουσικῇ, τὸ δὲ τεῖχος ἑπτάπυλον, ὅσοι τῆς λύρας οἱ τόνοι.
安菲翁。 10. 据说,里拉琴乃是赫尔墨斯最初用两只角、一根横木和一块乌龟壳所构制出来的机巧之物;继阿波罗与缪斯诸女神之后,他又将这件礼物赐予了忒拜的安菲翁;彼时安菲翁居住在尚未筑起城墙的忒拜,他面朝着石群放声歌唱,石块听闻其声便纷纷聚奔而来。这些正是画中所描绘的景象。因此,首先请你仔细审视这架里拉琴,看它是否依其本性绘成。盖因诗人们常言,那角取自善跳的野山羊,乐人将其用于里拉琴,而射手则将其用于本行之器。你瞧那对黑色的角,呈锯齿状,冲撞起来极为可畏;而里拉琴所需的木材,全由坚硬而节疤平滑的黄杨木制成。里拉琴上绝无象牙,盖因当时世人既不知此种野兽为何物,亦不知如何使用其长牙;乌龟壳虽呈黑色,却依据天性描摹得极其精妙,环绕着松动的圆环,以黄色的突纽彼此相接;琴弦一部分架在琴马之上,通向突纽,另一部分则在横木之下显出空隙;它们笔直地倚在里拉琴上,此等姿态实乃最合比例。那么,安菲翁又在表达什么?除了拨动琴弦、凝神于弦乐器,并露出刚好适于歌唱者的一线牙齿之外,他还能做些什么呢?我想,他定是在歌颂大地,赞其作为万物的生身之母,如今更自发地奉献出城墙。他的头发美妙动人,即便任其自然,亦在额前卷曲飘拂,顺着耳畔的初须垂落,泛着一缕金色;而戴上那顶据秘传诗人们所言由美惠三女神织就的冠带之后,则更为优雅,实乃极尽悦目且与里拉琴最为相称的饰物。我想,必是赫尔墨斯为爱所动,才将这两件礼物一并赐予安菲翁。他身上所披的短披风,恐怕亦是赫尔墨斯所赐;盖因其色彩绝非单一,而是变幻莫测,如虹霓般绽放多端色彩。他坐在一座土丘之上,一只脚合着节拍踏击,右手掠拂琴弦正在弹奏,另一只手则将手指笔直伸展,这般造型我原以为唯有雕塑之术才敢于大胆尝试。且止于此。那么,石群的景象又如何?它们皆朝着歌声奔集而来,洗耳恭听,化为城墙;有的部分已然砌就,有的部分正在耸立,有的部分则是〔石块〕刚刚占据的。这些石块既富于求荣之志,又令人欢悦,犹如服徭役般听命于音乐;而城墙筑有七门,正合乎里拉琴的七根琴弦。
ΦΑΕΘΩΝ. ια. χρυσᾶ τῶν Ἡλιάδων τὰ δάκρυα· Φαέθοντι λόγος αὐτὰ ῥεῖν, τοῦτον γὰρ παῖδα Ἡλίου γενόμενον ἐπιτολμῆσαι τῷ πατρῴῳ δίφρῳ κατὰ ἔρωτα ἡνιοχήσεως καὶ μὴ κατασχόντα τὴν ἡνίαν σφαλῆναι καὶ ἐν τῷ Ἠριδανῷ πεσεῖν. ταῦτα τοῖς μὲν σοφοῖς πλεονεξία τις εἶναι δοκεῖ τοῦ πυρώδους, ποιηταῖς δὲ καὶ ζωγράφοις ἵπποι καὶ ἅρμα, καὶ συγχεῖται τὰ οὐράνια. σκόπει γάρ· νὺξ μὲν ἐκ μεσημβρίας ἐλαύνει τὴν ἡμέραν, ὁ δὲ ἡλίου κύκλος ἐς γῆν ῥέων ἕλκει τοὺς ἀστέρας. αἱ δὲ Ὧραι τὰς πύλας ἐκλιποῦσαι φεύγουσιν ἐς τὴν ἀπαντῶσαν αὐταῖς ἀχλὺν καὶ οἱ ἵπποι τῆς ζεύγλης ἐκπεσόντες οἴστρῳ φέρονται, ἀπαγορεύει δὲ ἡ Γῆ καὶ τὰς χεῖρας αἴρει ἄνω, ῥαγδαίου τοῦ πυρὸς ἐς αὐτὴν ἰόντος. ἐκπίπτει δὲ τὸ μειράκιον καὶ καταφέρεται, τήν τε γὰρ κόμην ἐμπέπρησται καὶ τὰ στέρνα ὑποτύφεται ποταμῷ τε Ἠριδανῷ ἐμπεσεῖται καὶ παρέξει μῦθόν τινα τῷ ὕδατι· κύκνοι γὰρ δὴ ἀναφυσῶντες ἡδὺ τὸ ἐντεῦθεν καὶ ποιήσονται ᾠδὴν τὸ μειράκιον, ἀγέλαι τε αὐτῶν ἀρθεῖσαι Καύστρῳ ταῦτα καὶ Ἴστρῳ ᾅσονται καὶ οὐδὲν ἀνήκοον ἔσται τοῦ τοιούτου λόγου, Ζεφύρῳ τε χρήσονται πρὸς τὴν ᾠδὴν ἐλαφρῷ καὶ ἐνοδίῳ, λέγεται γὰρ ξυναυλίαν τοῦ θρήνου τοῖς κύκνοις ὁμολογῆσαι. ταῦτά τοι καὶ πάρεστι τοῖς ὄρνισιν, ὥστε ὥρα καὶ ψάλλειν αὐτοὺς οἷον ὄργανα. τὰ δὲ ἐπὶ τῇ ὄχθῃ γύναια, αἳ οὔπω δένδρα, φασὶ τὰς Ἡλιάδας ἐπὶ τῷ ἀδελφῷ μεταφῦναι καὶ ἐς δένδρα λῆξαι δάκρυά τε ἀφιέναι. καὶ ἡ γραφὴ ταῦτα οἶδε· ῥίζας γὰρ βαλλομένη τοῖς σφυροῖς τὰ μὲν ἐς ὀμφαλὸν δένδρα αὗται,2 τὰς δὲ χεῖρας ὄζοι φθάνουσι· φεῦ τῆς κόμης, ὡς αἰγείρου πάντα. φεῦ τῶν δακρύων, ὡς χρυσᾶ, καὶ τὸ μὲν πλημμῦρον ἐν τῇ τῶν ὀφθαλμῶν ἕδρᾳ χαροπαῖς ἐπαυγάζει ταῖς κόραις καὶ οἷον ἀκτῖνα ἕλκει, τὸ δὲ ταῖς παρειαῖς ἐντυγχάνον μαρμαίρει περὶ τὸ ἐκείνῃ ἔρευθος, τὰ δὲ στάζοντα κατὰ τοῦ στέρνου χρυσὸς ἤδη. θρηνεῖ καὶ ὁ ποταμὸς ἀνέχων τῆς δίνης καὶ τῷ μὲν Φαέθοντι κόλπον ὑπέχει, τὸ γὰρ χρῶμα δεξαμένου,3 τὰς δὲ Ἡλιάδας γεωργήσει αὐτίκα, αὔραις γὰρ καὶ κρυμοῖς, οὓς ἀναδίδωσι, λιθουργήσει καὶ πεσόντα ὑποδέξεται καὶ διὰ φαιδροῦ τοῦ ὕδατος ἀπάξει τοῖς ἐν Ὠκεανῷ βαρβάροις τὰ τῶν αἰγείρων ψήγματα.
法厄同。 11. 赫利阿得斯(太阳神之女)的泪珠化作黄金;相传这些泪水是为法厄同而流,盖因他是太阳神之子,出于对驭车的热望而胆敢登上父亲的战车,因未勒紧缰绳而失控跌落,坠入厄里达诺斯河中。在智者看来,此等变故不过是火之元素的一场肆虐暴乱;然而在诗人与画家笔下,却是骏马与战车,整座苍穹尽皆沦入混茫。你看:黑夜竟于正午将白昼驱逐,太阳的圆轮向着大地坠落,拖拽着漫天星宿。时序诸女神纷纷弃门而逃,遁入迎面而来的幽暗之中;骏马挣脱了车轭,发狂似地狂奔;大地绝望地高举双手,盖因迅猛的烈焰正向她扑去。少年自车上跌落,直坠而下,其青丝已被焚毁,胸膛还在冒着轻烟;他将坠入厄里达诺斯河,为这一池流水留下一段传说:自此天鹅将吹拂出甘美之声,以这位少年为题材作歌;天鹅群将振翅高飞,在卡伊斯忒洛斯河与伊斯特洛斯河歌唱此事,凡有耳闻之处无不知晓此等传说;它们将借助轻柔而穿行四方的西风泽费罗斯来伴唱,盖因相传西风神已应允与天鹅合奏这曲哀歌。正因如此,微风亦伴随飞鸟左右,以致此时恰宜将它们宛如乐器般弹拨。至于岸边的那些妇人——她们尚未完全化为树木——人们说那是赫利阿得斯姐妹因兄弟之死而变形,最终化为树木并淌下泪水。画作亦深谙此事:只见她们脚踝处已扎下根脉,齐脐之下已化为树木,而枝桠早已快过双手破体而出;呜呼其发,竟已完全变成白杨之叶!呜呼其泪,竟尽成纯金!那盈溢于眼眶之中的泪水,在明亮的瞳仁上闪耀,宛如引出一道光芒;触及双颊的泪滴,在其泛红的肤色周遭熠熠生辉;而沿着胸膛滴落的,已然凝为黄金。河流亦自漩涡中升起而悲泣,向法厄同敞开怀抱,盖因其水色正是迎接接纳之人的色调;河水即刻将滋养赫利阿得斯姐妹,因其散发出的微风与清冷之气将把泪滴化为石块,接纳落下的泪珠,并借由澄澈的水流,将这些白杨树的屑粒(琥珀)运往大洋边缘的异邦之民手中。
- 1.10ὅπερ ᾤμην πλαστικὴν ἀπαυθαδιεῖσθαι μόνην
关系代词 ὅπερ 的先行词是紧邻在前的短缩法手势描写(ἐν ὀρθαῖς ταῖς τῶν δακτύλων προβολαῖς,即手指笔直向前伸展的姿态)。动词 ἀπαυθαδιεῖσθαι 意为“大胆尝试”或“视作自身独擅之能”,表达了说话者对在二维绘画中呈现出立体突出效果这一高超技艺的由衷赞叹。
- 1.11ῥίζας γὰρ βαλλομένη τοῖς σφυροῖς τὰ μὲν ἐς ὀμφαλὸν δένδρα αὗται
在主语复数指示代词 αὗται(指赫利阿得斯姐妹)与单数阴性主格分词 βαλλομένη 之间存在语法破格(破格句/anacoluthon)。此单数形式既可视为针对单个个体的分配性用法,亦可能是句式转换所致;在句意上须理解为“她们于脚踝处扎下根基,至肚脐为止已化作树木”。
- 1.11τὸ γὰρ χρῶμα δεξαμένου
此句属于省略了逻辑主语(河流)的属格独立结构,亦可理解为实质化的属格表语(“盖因其水色乃接纳者之色”)。它解释了河流之所以敞开怀抱的原因,即其水面呈现出适于承接坠落的法厄同的色彩与神态。
