← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.6#2

爱神们的角力、猎兔与阿佛洛狄忒神龛

讲述者生动描绘了两位爱神的激烈角力及因犯规引来的苹果掷击,随后叙述众人对野兔的生擒围猎,并指引少年观看岩洞下由宁芙女神所立的阿佛洛狄忒神龛及各类祭品。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

λέξω καὶ τὴν πάλην, καὶ γὰρ τοῦτο ἐκλιπαρεῖς· ὁ μὲν ᾕρηκε τὸν ἀντίπαλον περιπτὰς αὐτῷ κατὰ τῶν νώτων καὶ ἐς πνῖγμα ἀπολαμβάνει καὶ καταδεῖ τοῖς σκέλεσιν, ὁ δὲ οὔτε ἀπαγορεύει καὶ ὀρθὸς ὑπανίσταται καὶ διαλύει τὴν χεῖρα, ὑφʼ ἧς ἄγχεται, στρεβλώσας ἕνα τῶν δακτύλων, μεθʼ ὃν οὐκέτι οἱ λοιποὶ ἔχουσιν, οὐδέ εἰσιν ἐν τῷ ἀπρίξ,1 ἀλγεῖ δὲ ὁ στρεβλούμενος καὶ κατεσθίει τοῦ παλαιστοῦ τὸ οὖς. ὅθεν δυσχεραίνουσιν οἱ θεώμενοι τῶν ἐρώτων ὡς ἀδικοῦντι καὶ ἐκπαλαίοντι, καὶ μήλοις αὐτὸν καταλιθοῦσι. μηδὲ ὁ λαγὼς ἡμᾶς ἐκεινοσὶ διαφευγέτω, συνθηράσωμεν δὲ αὐτὸν τοῖς ἔρωσι. τοῦτο τὸ θηρίον ὑποκαθήμενον ταῖς μηλέαις καὶ σιτούμενον τὰ πίπτοντα ἐς γῆν μῆλα, πολλὰ δὲ καὶ ἡμίβρωτα καταλεῖπον διαθηρῶσιν οὗτοι καὶ ταράττουσιν ὁ μὲν κρότῳ χειρῶν, ὁ δὲ κεκραγώς, ὁ δὲ ἀνασείων τὴν χλαμύδα, καὶ οἱ μὲν ὑπερπέτονται τοῦ θηρίου καταβοῶντες, οἱ δὲ μεθέπουσιν αὐτὸ πεζοὶ κατὰ ἴχνος, ὁ δʼ ὡς ἐπιρρίψων ἑαυτὸν ὥρμησε καὶ τὸ θηρίον ἄλλην ἐτράπετο, ὁ δὲ ἐπιβουλεύει τῷ σκέλει τοῦ λαγώ, τὸν δὲ καὶ διώλισθεν ᾑρηκότα·2 γελῶσιν οὖν καὶ καταπεπτώκασιν ὁ μὲν ἐς πλευράν, ὁ δὲ πρηνής, οἱ δὲ ὕπτιοι, πάντες δὲ ἐν τοῖς τῆς διαμαρτίας σχήμασι. τοξεύει δὲ οὐδείς, ἀλλὰ πειρῶνται αὐτὸν ἑλεῖν ζῶντα ἱερεῖον τῇ Ἀφροδίτῃ ἥδιστον. οἶσθα γάρ που τὸ περὶ τοῦ λαγὼ λεγόμενον, ὡς πολὺ τῆς Ἀφροδίτης μέτεστιν αὐτῷ· λέγεται γοῦν περὶ μὲν τοῦ θηλάζειν τε αὐτό, ἃ ἔτεκε, καὶ ἀποτίκτειν πάλιν ἐπὶ ταὐτῷ γάλακτι καὶ ἐπικυίσκειν δὲ καὶ οὐδὲ εἷς χρόνος αὐτῷ τοῦ τοκετοῦ κενός, τὸ δὲ ἄρρεν σπείρει τε, ὡς φύσις ἀρρένων, καὶ ἐπικυίσκει παρʼ ὃ πέφυκεν. οἱ δὲ ἄτοποι τῶν ἐραστῶν καὶ πειθώ τινα ἐρωτικὴν ἐν αὐτῷ κατέγνωσαν βιαίῳ τέχνῃ τὰ παιδικὰ θηρώμενοι. ταῦτα μὲν οὖν καταλείπωμεν ἀνθρώποις ἀδίκοις καὶ ἀναξίοις τοῦ ἀντερᾶσθαι, σὺ δέ μοι τὴν Ἀφροδίτην βλέπε· ποῦ δὴ καὶ κατὰ τί τῶν μηλεῶν ἐκείνῃ; ὁρᾷς τὴν ὕπαντρον πέτραν, ἧς νᾶμα κυανώτατον ὑπεκτρέχει χλωρόν τε καὶ πότιμον, ὃ δὴ καὶ διοχετεύεται ποτὸν εἶναι ταῖς μηλέαις; ἐνταῦθά μοι τὴν Ἀφροδίτην νόει, νυμφῶν, οἶμαι, αὐτὴν ἱδρυμένων,3 ὅτι αὐτὰς ἐποίησεν ἐρώτων μητέρας καὶ διὰ τοῦτο εὔπαιδας. καὶ κάτοπτρον δὲ τὸ ἀργυροῦν καὶ τὸ ὑπόχρυσον ἐκεῖνο σανδάλιον καὶ αἱ περόναι αἱ χρυσαῖ, ταῦτα πάντα οὐκ ἀργῶς ἀνῆπται· λέγει δὲ Ἀφροδίτης εἶναι, καὶ γέγραπται τοῦτο, καὶ νυμφῶν δῶρα εἶναι λέγεται, καὶ οἱ ἔρωτες δὲ ἀπάρχονται τῶν μήλων καὶ περιεστῶτες εὔχονται καλὸν αὐτοῖς εἶναι τὸν κῆπον.

我也当说说那场角力,盖因你也正热切地央求此事:一人飞身绕至对手背后将他擒住,以勒颈之势将其钳制,并用双腿将他缠缚;而另一人绝不认输,直挺挺地挣扎站起,扭住勒扼自己咽喉的那只手的一根手指将其掰开,此指一旦被扭,其余手指便再也握不紧,无法保持紧抓不放的姿态;然而被扭住手指的那位吃痛之下,竟狠咬角力者的耳朵。为此,围观的爱神们愤慨不已,视他为作弊犯规、败坏摔角之道,遂纷纷拿苹果作石头砸向他。 那边的那只野兔也莫教漏过,且让我们与爱神们一同追捕它罢。这只小兽平日伏于苹果树下,以落地的苹果为食,且往往啃食一半便弃置诸多;如今他们正四面追逐并惊扰着它:有的击掌,有的呐喊,有的挥舞短披风;有的自小兽头顶掠飞鸣叫,有的则徒步循迹紧追;一人猛扑上去仿佛要整个人压在它身上,那小兽却转向另一侧;另一人图谋扑抓野兔的腿脚,还有一人虽已将它捉住,却又被它溜脱了。于是他们哄堂大笑,跌作一团,有的摔在侧身,有的趴伏在地,有的仰面朝天,皆呈失手后的狼狈姿态。无人引弓施射,他们力图生擒它,以作为献给阿佛洛狄忒最称心的牺牲。想必你也知晓世人关于野兔的传闻,说它身上沾染了诸多阿佛洛狄忒的神性:人们说它哺乳亲生幼崽之时,在尚有乳汁之际便又再度产仔,甚至重叠受孕,终岁无一时一刻虚度产期;而雄兔既能如雄性本性那样播撒种子,又悖逆天性地重叠受孕。而那些荒唐的情人甚至在它身上探出某种求爱的诱惑力,以强暴的手段诱猎娈童。这些事且留给不义之徒和不配得同等爱意的人罢;而你且为我寻觅阿佛洛狄忒:究竟在那群苹果树的何处、何处附近能见到她?你可瞧见那座含洞的山石,石下一泓湛蓝清泉潺潺流淌,既清洌又适于饮用,正被引流为苹果树的灌溉之浆?请将阿佛洛狄忒构想于该处,我想是宁芙女神们为她立起了神龛,盖因她使她们成为爱神之母,并由此多子多福。那面银镜、那只镀金凉鞋和那些黄金搭扣,凡此种种皆非徒然悬挂:它们昭示着属于阿佛洛狄忒,其上亦有铭文记载,且传为宁芙女神们的奉献;爱神们亦献上苹果的初熟之果,环立四围,祈愿他们的果园长葆芳华。

语法注3 条
  1. 1.6μεθʼ ὃν οὐκέτι οἱ λοιποὶ ἔχουσιν, οὐδέ εἰσιν ἐν τῷ ἀπρίξ

    关系代词 μεθʼ ὃν 的先行词为前文的 ἕνα τῶν δακτύλων(阳性单数),意为“在那根(手指被扭)之后”。其后的动词 ἔχουσιν 采取不带宾语的绝对用法,意为“紧抓、握持住”。短语 ἐν τῷ ἀπρίξ 则将副词 ἀπρίξ(牢牢地、紧紧地)置于中性与格定冠词后,与介词 ἐν 结合构成习语性副词短语,意为“处于紧扣不放的状态”。

  2. 1.6τὸν δὲ καὶ διώλισθεν ᾑρηκότα

    不及物动词 διολισθάνω(滑脱、溜走)在此罕见地直接支配了指代捕获者的宾格短语 τὸν ... ᾑρηκότα(那个抓住它的人)。逃脱类动词通常接属格或介词短语,此处采用及物性宾格结构,凸显出小兽自抓捕者手中突然滑脱的戏剧性动态。

  3. 1.6νυμφῶν, οἶμαι, αὐτὴν ἱδρυμένων

    属格独立结构(genitive absolute):νυμφῶν ... ἱδρυμένων。动词 ἱδρύω 的完成时中被动分词 ἱδρυμένων 在此具有中间语态意义(“为自身建立、奉安”),并直接支配宾格代词 αὐτήν(阿佛洛狄忒或其神像)作为宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.6#2