← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.6#1

果园中采摘苹果与嬉戏的小爱神群

叙述者描摹了一群在果园中采摘苹果与嬉戏的爱神小神,并将其中一对抛掷苹果与一对引弓互射的动作解读书为爱慕之萌发与永固的寓意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#1

ΕΡΩΤΕΣ. ς. μῆλα ἔρωτες ἰδοὺ τρυγῶσιν, εἰ δὲ πλῆθος αὐτῶν, μὴ θαυμάσῃς,1 νυμφῶν γὰρ δὴ παῖδες οὗτοι γίγνονται, τὸ θνητὸν ἅπαν διακυβερνῶντες, πολλοὶ διὰ πολλά, ὧν ἐρῶσιν ἄνθρωποι, τὸν δὲ οὐράνιόν φασιν ἐν τῷ οὐρανῷ πράττειν τὰ θεῖα. μῶν ἐπῄσθου τι τῆς ἀνὰ τὸν κῆπον εὐωδίας ἢ βραδύνει σοι τοῦτο; ἀλλὰ προθύμως ἄκουε, προσβαλεῖ γὰρ σε μετὰ τοῦ λόγου καὶ τὰ μῆλα. ὄρχοι μὲν οὗτοι φυτῶν ὀρθοὶ πορεύονται, τοῦ μέσου δὲ αὐτῶν ἐλευθερία βαδίζειν.2 πόα δὲ ἁπαλὴ κατέχει τοὺς δρόμους οἵα καὶ κατακλιθέντι στρωμνὴ εἶναι. ἀπʼ ἄκρων δὲ τῶν ὄζων μῆλα χρυσᾶ καὶ πυρσὰ καὶ ἡλιώδη προσάγονται τὸν ἑσμὸν ὅλον τῶν ἐρώτων γεωργεῖν αὐτά.3 φαρέτραι μὲν οὖν αὗται χρυσόπαστοι καὶ χρυσαῖ καὶ τὰ ἐν αὐταῖς βέλη, γυμνὴ τούτων ἡ ἀγέλη πᾶσα καὶ κοῦφοι διαπέτονται περιαρτήσαντες αὐτὰ ταῖς μηλέαις, αἱ δὲ ἐφεστρίδες αἱ ποικίλαι κεῖνται μὲν ἐν τῇ πόᾳ, μυρία δὲ αὐτῶν τὰ ἄνθη, οὐδὲ ἐστεφάνωνται τὰς κεφαλὰς ὡς ἀποχρώσης αὐτοῖς τῆς κόμης. πτερὰ δὲ κυάνεα καὶ φοινικᾶ καὶ χρυσᾶ ἐνίοις μονονοὺ καὶ αὐτὸν πλήττει τὸν ἀέρα ξὺν ἁρμονίᾳ μουσικῇ. φεῦ τῶν ταλάρων, ἐς οὓς ἀποτίθενται τὰ μῆλα, ὡς πολλὴ μὲν περὶ αὐτοὺς ἡ σαρδώ, πολλὴ δὲ ἡ σμάραγδος, ἀληθινὴ δὲ ἡ μάργηλις, ἡ συνθήκη δὲ αὐτῶν Ἡφαίστου νοείσθω. οὐδὲ κλιμάκων δέονται πρὸς τὰ δένδρα παρʼ αὐτοῦ, ὑψοῦ γὰρ καὶ ἐς αὐτὰ πέτονται τὰ μῆλα. καὶ ἵνα μὴ τοὺς χορεύοντας λέγωμεν ἢ τοὺς διαθέοντας ἢ τοὺς καθεύδοντας ἢ ὡς γάνυνται τῶν μήλων ἐμφαγόντες, ἴδωμεν, ὅ τι ποτὲ νοοῦσιν οὗτοι. οἱ γὰρ κάλλιστοι τῶν ἐρώτων ἰδοὺ τέτταρες ὑπεξελθόντες τῶν ἄλλων δύο μὲν αὐτῶν ἀντιπέμπουσι μῆλον ἀλλήλοις, ἡ δὲ ἑτέρα δυὰς ὁ μὲν τοξεύει τὸν ἕτερον, ὁ δὲ ἀντιτοξεύει καὶ οὐδὲ ἀπειλὴ τοῖς προσώποις ἔπεστιν, ἀλλὰ καὶ στέρνα παρέχουσιν ἀλλήλοις, ἵνʼ ἐκεῖ που τὰ βέλη πελάσῃ. καλὸν τὸ αἴνιγμα· σκόπει γάρ, εἴ τι ξυνίημι τοῦ ζωγράφου· φιλία ταῦτα, ὦ παῖ, καὶ ἀλλήλων ἵμερος, οἱ μὲν γὰρ διὰ τοῦ μήλου παίζοντες πόθου ἄρχονται, ὅθεν ὁ μὲν ἀφίησι φιλήσας τὸ μῆλον, ὁ δὲ ὑπτίαις αὐτὸ ὑποδέχεται ταῖς χερσὶ δῆλον ὡς ἀντιφιλήσων, εἰ λάβοι, καὶ ἀντιπέμψων αὐτό, τὸ δὲ τῶν τοξοτῶν ζεῦγος ἐμπεδοῦσιν ἔρωτα ἤδη φθάνοντα,4 καὶ φημὶ τοὺς μὲν παίζειν ἐπὶ τῷ ἄρξασθαι τοῦ ἐρᾶν, τοὺς δὲ τοξεύειν ἐπὶ τῷ μὴ λῆξαι τοῦ πόθου. ἐκεῖνοι μὲν οὖν, περὶ οὓς οἱ πολλοὶ θεαταί, θυμῷ συμπεπτώκασι καὶ ἔχει τις αὐτοὺς πάλη.

爱神小神们 6. 瞧,爱神们正在采摘苹果;若其数目众多,你切莫称奇,盖因他们实为宁芙女神的孩子,统领着凡间的一切,因世人所欲之物繁多,他们亦数不胜数;而人们说那天上的爱神则在穹苍掌管神圣之事。你可曾闻到这园中散逸的芬芳,抑或这馨香迟迟未至你的鼻尖?且专心倾听罢,伴随着我的言辞,苹果的香气亦将扑面而来。成排的果树笔直伸展,其中央可供人随意漫步。细软的青草覆盖着小径,其柔嫩程度甚至可作仰卧者的床褥。枝头金黄、赤红、如日辉映的苹果,正吸引着整群爱神前来采撷。瞧,那些撒满金粉的箭袋和其中的箭镞皆为纯金所铸,但整群爱神都卸下了这些负累,将它们悬挂于苹果树上,自身轻捷地穿梭飞舞;绚丽的短披风散落在草地上,其色彩数不胜数,他们头上未戴花冠,仿佛仅凭那一头秀发便已足矣。羽翼呈深蓝、绯红,甚至有的闪烁着金光,近乎以和谐的韵律拍击着空气本身。啊,那些盛放苹果的提篮何其珍奇!其周围镶嵌着何等丰富的红玉髓与翡翠,还有货真价实的珍珠;其精妙工艺真当被视同赫淮斯托斯所制。他们无须从他那里借助梯子以攀登树木,因为他们自能高高飞起,直达苹果之所。为了不逐一赘述那些跳舞的、奔跑的、沉睡的,抑或是大快朵颐苹果而兴高采烈的爱神,且让我们看看这几位究竟有何用意。看哪,四位最俊美的爱神自群体中脱颖而出:其中两人互掷苹果,另一对则是一人引弓射向同伴,另一人亦回射之;其面容上毫无威胁之色,反而相互袒露胸膛,好让箭镞落入其上。这谜题精妙绝伦:留神细看罢,孩子,看我是否解出了画家的真意——这是友爱与彼此的渴慕。盖因借苹果嬉戏者正处于渴慕之初,故而一人亲吻苹果后掷出,另一人则仰掌承接,显然若接住亦将回吻并回掷;而那一对射手则是在巩固业已存在的爱意。我且说,前者嬉戏是为了点燃爱恋,后者引弓则是为了令渴慕永不止息。至于那群引来众多旁观者的爱神,他们则因意气之争扭打在一起,正进行着一场角力摔跤。

语法注4 条
  1. 1.6εἰ δὲ πλῆθος αὐτῶν, μὴ θαυμάσῃς

    在条件从句 εἰ δὲ πλῆθος αὐτῶν 中省略了系动词(ἐστί)。主句 μὴ θαυμάσῃς 由 μή 搭配第二人称单数不定过去时虚拟式构成,表示禁止或劝阻。

  2. 1.6τοῦ μέσου δὲ αὐτῶν ἐλευθερία βαδίζειν

    τοῦ μέσου 既可理解为依附于不定式 βαδίζειν 的表场所或部分性属格(“在其中央漫步”),亦可看作由名词 ἐλευθερία 所支配的属格;其句法主干为“有在果木中央(τοῦ μέσου αὐτῶν)漫步(βαδίζειν)的自由(ἐλευθερία)”。

  3. 1.6προσάγονται τὸν ἑσμὸν ὅλον τῶν ἐρώτων γεωργεῖν αὐτά

    不定式 γεωργεῖν 为说明性(目的/结果)不定式,依附于动词 προσάγονται(“吸引/召来”),其逻辑主语为宾格的 τὸν ἑσμὸν ὅλον τῶν ἐρώτων,意为“吸引整群爱神前去采摘它们”。

  4. 1.6τὸ δὲ τῶν τοξοτῶν ζεῦγος ἐμπεδοῦσιν ἔρωτα ἤδη φθάνοντα

    谓语动词 ἐμπεδοῦσιν 采用第三人称复数,与中性单数主语 τὸ δὲ τῶν τοξοτῶν ζεῦγος 构成依义一致(constructio ad sensum,即视集合名词指代的人数为复数)。分词 φθάνοντα(现在分词宾格)意指“早已抢先萌发/业已存在的(爱)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.6#1