- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.3-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者向少年讲解了三幅画作:被拟人化的寓言与动物合唱队簇拥着沉思的伊索;在底比斯城垣前以透视法展现、为拯救城邦而毅然献身的墨诺扣斯;以及尼罗河神与代表水位尺度的诸位肘尺孩童欢快嬉戏的景象。
ΜΥΘΟΙ. γ. φοιτῶσιν οἱ μῦθοι παρὰ τὸν Αἴσωπον ἀγαπῶντες αὐτόν, ὅτι αὐτῶν ἐπιμελεῖται. ἐμέλησε μὲν γὰρ καὶ Ὁμήρῳ μύθου καὶ Ἡσιόδῳ, ἔτι δὲ καὶ Ἀρχιλόχῳ πρὸς Λυκάμβην, ἀλλʼ Αἰσώπῳ πάντα τὰ τῶν ἀνθρώπων ἐκμεμύθωται, καὶ λόγου τοῖς θηρίοις μεταδέδωκε λόγου ἕνεκεν·1 πλεονεξίαν τε γὰρ ἐπικόπτει καὶ ὕβριν ἐλαύνει καὶ ἀπάτην καὶ ταῦτα λέων τις αὐτῷ ὑποκρίνεται καὶ ἀλώπηξ καὶ ἵππος, νὴ Δία, καὶ οὐδὲ ἡ χελώνη ἄφωνος, ὑφʼ ὧν τὰ παιδία μαθηταὶ γίγνονται τῶν τοῦ βίου πραγμάτων. εὐδοκιμοῦντες οὖν οἱ μῦθοι διὰ τὸν Αἴσωπον φοιτῶσιν ἐπὶ τὰς θύρας τοῦ σοφοῦ ταινίαις αὐτὸν ἀναδήσοντες καὶ στεφανώσοντες αὐτὸν θαλλοῦ στεφάνῳ. ὁ δέ, οἶμαί, τινα ὑφαίνει μῦθον. τὸ γὰρ μειδίαμα τοῦ προσώπου καὶ οἱ ὀφθαλμοὶ κατὰ γῆς ἑστῶτες τοῦτο δηλοῦσιν· οἶδεν ὁ ζωγράφος, ὅτι αἱ τῶν μύθων φροντίδες ἀνειμένης τῆς ψυχῆς δέονται. φιλοσοφεῖ δὲ ἡ γραφὴ καὶ τὰ τῶν μύθων σώματα, θηρία γὰρ συμβάλλουσα ἀνθρώποις περιίστησι χορὸν τῷ Αἰσώπῳ ἀπὸ τῆς ἐκείνου σκηνῆς συμπλάσασα, κορυφαία δὲ τοῦ χοροῦ ἡ ἀλώπηξ γέγραπται, χρῆται γὰρ αὐτῇ ὁ Αἴσωπος διακόνῳ τῶν πλείστων ὑποθέσεων, ὥσπερ ἡ κωμῳδία τῷ Δάῳ.
寓言 3. 寓言们正向伊索走来,因他照料着它们而对他深怀爱戴。荷马与赫西俄德固然也留心过寓言,阿耳基洛科斯亦曾针对吕坎柏斯运用寓言,但将人间的一切事物全盘化为寓言、并为了立言之故将理性与言语赋予野兽的,唯有伊索。因为他遏制贪欲,驱除强暴与欺诈,为此狮子、狐狸,甚至指天发誓连马也为他登台代言,就连乌龟亦非无声,孩童们藉此得以修习人生的道理。因此,寓言因伊索而享盛誉,纷纷来到这位贤者的门前,要以束发带环系他,并以绿枝花冠为他加冕。我猜想,他此刻正构思着某则寓言;因他脸上的微笑与注视地面的双眸正表明了这一点。画家深知,寓言的沉思需要灵魂的松弛。画作在寓言的形貌上也寓含哲思:将野兽与人类结合,画家依照伊索自辟的舞台为他排布了一支合唱队,且将狐狸画作合唱队的领队;盖因伊索将狐狸用作绝大多数情节的使臣,正如喜剧中之于达乌斯一般。
ΜΕΝΟΙΚΕΥΣ. δ. Θηβῶν μὲν ἡ πολιορκία, τὸ γὰρ τεῖχος ἑπτάπυλον, ἡ στρατιὰ δὲ Πολυνείκης ὁ τοῦ Οἰδίποδος, οἱ γὰρ λόχοι ἑπτά. πελάζει αὐτοῖς Ἀμφιάρεως ἀθύμῳ εἴδει καὶ ξυνιέντι ἃ πείσονται, καὶ οἱ μὲν ἄλλοι λοχαγοὶ δεδίασι — ταῦτα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν αἴρουσι2 — Καπανεὺς δὲ τὰ τείχη βλέπει περιφρονῶν τὰς ἐπάλξεις ὡς κλίμακι ἁλωτάς. οὐ μὴν βάλλεταί πω ἀπὸ τῶν ἐπάλξεων ὀκνοῦντές που οἱ Θηβαῖοι ἄρξαι μάχης. ἡδὺ τὸ σόφισμα τοῦ ζωγράφου· περιβάλλων τοῖς τείχεσιν ἄνδρας ὡπλισμένους τοὺς μὲν ἀρτίους παρέχει ὁρᾶν, τοὺς δὲ ἀσαφεῖς τὰ σκέλη, τοὺς δὲ ἡμίσεας καὶ στέρνα ἐνίων καὶ κεφαλὰς μόνας καὶ κόρυθας μόνας, εἶτα αἰχμάς. ἀναλογία ταῦτα, ὦ παῖ. δεῖ γὰρ κλέπτεσθαι τοὺς ὀφθαλμοὺς τοῖς ἐπιτηδείοις κύκλοις συναπιόντας. οὐδὲ αἱ Θῆβαι ἀμάντευτοι, λόγιον γάρ τι ὁ Τειρεσίας λέγει τεῖνον ἐς Μενοικέα τὸν τοῦ Κρέοντος, ὡς ἀποθανών, ἔνθα ἡ χειὰ τοῦ δράκοντος, ἐλευθέρα ἡ πόλις ἐκ τούτου εἴη. ὁ δὲ ἀποθνήσκει λαθὼν τὸν πατέρα ἐλεεινὸς μὲν τῆς ἡλικίας, εὐδαίμων δὲ τοῦ θάρσους.3 ὅρα γὰρ τὰ τοῦ ζωγράφου· γράφει μειράκιον οὐ λευκόν, οὐδʼ ἐκ τρυφῆς, ἀλλʼ εὔψυχον καὶ παλαίστρας πνέον, οἷον τὸ τῶν μελιχρόων ἄνθος, οὓς ἐπαινεῖ ὁ τοῦ Ἀρίστωνος, διαφράττει δὲ αὐτὸ στέρνοις εὐβαφέσι καὶ πλευραῖς καὶ γλουτῷ συμμέτρῳ καὶ μηρῷ. ἔρρωται καὶ ὤμων ἐπαγγελίᾳ καὶ οὐκ ἀτρέπτῳ τένοντι, μετέχει δὲ καὶ κόμης, ὅσον μὴ κομᾶν. ἐφέστηκε δὲ τῇ χειᾷ τοῦ δράκοντος ἕλκον τὸ ξίφος ἐνδεδυκὸς ἤδη τῇ πλευρᾷ, καὶ δεξώμεθα, ὦ παῖ, τὸ αἷμα κόλπον αὐτῷ ὑποσχόντες, ἐκχεῖται γάρ, καὶ ἡ ψυχὴ ἤδη ἄπεισι, μικρὸν δὲ ὕστερον καὶ τετριγυίας αὐτῆς ἀκούσῃ. ἔρωτα γὰρ τῶν καλῶν σωμάτων καὶ αἱ ψυχαὶ ἴσχουσιν, ὅθεν ἄκουσαι αὐτῶν ἀπαλλάττονται. ὑπεξιόντος δὲ αὐτῷ τοῦ αἵματος ὀκλάζει καὶ ἀσπάζεται τὸν θάνατον καλῷ καὶ ἡδεῖ τῷ ὄμματι καὶ οἷον ὕπνον ἕλκοντι.
墨诺扣斯 4. 这是底比斯围城战,因那城墙有七门;军队属于俄狄浦斯之子波吕涅刻斯,因战阵有七队。安菲阿剌俄斯神色沮丧地走近他们,深知他们将遭受厄运,其余的将领们满怀惊恐——为此正将双手举向天空;而卡帕纽斯注视着城墙,藐视城垛,视其为梯子唾手可得之物。然而城垛上尚未射出投石箭矢,底比斯人大概还在犹豫着挑起战端。画家的巧思十分精妙:他在城墙周围安排了武装士卒,使一些人全身可见,一些人腿部模糊,一些人仅露半身,还有一些人只露胸膛、只露头颅、只露头盔,继而唯见枪尖。孩子,这便是透视比例;盖因目光必须随着合宜的层次逐渐远去而受其蒙蔽。底比斯亦非没有神谕,忒瑞西阿斯曾道出一则关乎克瑞翁之子墨诺扣斯的预言:倘若他死于巨龙的巢穴处,城邦便将由此获救而享自由。于是他在避开父亲耳目之下赴死,其青春令人哀怜,其勇气却令人艳羡。且看画家的笔触:他画出的青年肤色不显苍白,亦无骄奢之态,而是英气勃勃,散发着角力场的气息,恰似阿里斯同之子所盛赞的蜜色少年的芳华;画家以色泽明朗的胸脯、腰肋以及匀称的臀腿将他精妙勾勒。他的双肩展现的力量与不僵硬的颈项亦显矫健,且蓄发恰到不过分披垂的限度。他伫立于巨龙巢穴旁,正拔出早已深陷肋间的长剑;孩子,让我们抖开衣褶去接纳他的鲜血罢,鲜血正喷涌而出,灵魂已然离散,稍后你甚至能听见它发出如雀鸣般的尖鸣。盖因灵魂亦爱慕美丽的肉躯,故而离去时总依依不舍。随着鲜血自他体内流尽,他屈膝跪倒,以俊美柔和且仿佛引来睡意的眼眸迎向死亡。
ΠΗΧΕΙΣ. ε. περὶ τὸν Νεῖλον οἱ πήχεις ἀθύρουσι παιδία ξύμμετρα τῷ ὀνόματι, καὶ ὁ Νεῖλος αὐτοῖς ὑπεργάνυται τά τε ἄλλα καὶ ὅτι κηρύττουσιν αὐτόν, ὅσος Αἰγυπτίοις προεχύθη. προσάγεται οὖν καὶ οἷον ἔρχεται αὐτῷ ἐκ τοῦ ὕδατος βρέφη ἁπαλὰ καὶ μειδιῶντα, μετέχειν δὲ οἶμαί τι αὐτὰ καὶ τοῦ λάλου, καὶ οἱ μὲν τοῖς ὤμοις αὐτοῦ ἐφιζάνουσιν, οἱ δὲ τῶν πλοκάμων ἐκκρέμανται, οἱ δὲ τῇ ἀγκάλῃ ἐγκαθεύδουσιν, οἱ δὲ κωμάζουσιν ἐπὶ τοῦ στέρνου. ὁ δὲ ἀναδίδωσιν αὐτοῖς ἄνθη τὰ μὲν ἀπὸ τοῦ κόλπου, τὰ δὲ ἀπὸ τῆς ἀγκάλης, ὡς στεφάνους τε ἀπʼ αὐτῶν διαπλέκοιεν καὶ καθεύδοιεν ἐπὶ τῶν ἀνθέων ἱεροὶ καὶ εὐώδεις, καὶ ἐπαναβαίνουσιν ἄλλο ἄλλῳ τὰ παιδία σείστροις ἅμα, ταυτὶ γὰρ ἔναυλα ἐκείνῳ τῷ ὕδατι. κροκόδειλοι μὲν οὖν καὶ οἱ ποτάμιοι τῶν ἵππων, οὓς τῷ Νείλῳ τινὲς προσγράφουσιν, ἀπόκεινται νῦν ἐν βαθείᾳ τῇ δίνῃ, μὴ δέος τοῖς παιδίοις ἐμπέσοι, γεωργίας δὲ καὶ ναυτιλίας σύμβολα δηλοῖ τὸν Νεῖλον ἐκ τοιοῦδε, ὦ παῖ, λόγου· ὁ Νεῖλος Αἴγυπτον πλωτὴν ἐργασάμενος εὐκάρπῳ τῇ γῇ χρῆσθαι δίδωσιν ὑπὸ τῶν πεδίων ἐκποθείς, ἐν Αἰθιοπίᾳ δέ, ὅθεν ἄρχεται, ταμίας αὐτῷ δαίμων ἐφέστηκεν, ὑφʼ οὗ πέμπεται ταῖς ὥραις σύμμετρος. γέγραπται δὲ οὐρανομήκης ἐπινοῆσαι4 καὶ τὸν πόδα ἐπέχει ταῖς πηγαῖς, οἷον, ὦ Πόσειδον, προσνεύων. ἐς τοῦτον ὁ ποταμὸς βλέπει καὶ αἰτεῖ τὰ βρέφη αὐτῷ πολλὰ εἶναι.
肘尺小神 5. 尼罗河周旁,肘尺小神们正在嬉戏,这群孩童的身量恰与它们的名字相称;尼罗河对他们无比喜爱,不仅因着其余诸事,更因他们宣示着尼罗河为埃及人漫溢了何等的高度。于是,柔嫩而带笑的婴儿们被引向他,仿佛从水中向他涌来,我猜想他们亦略带咿呀之语;有的歇息在他的肩头,有的攀附在他的发绺上,有的睡在他的臂弯中,有的在他的胸膛上欢跃。尼罗河从怀中与臂间向他们递出鲜花,好让他们用鲜花编织花冠,神圣而芬芳地安睡于花丛之上;孩童们更手持摇铃相互叠乘攀爬,因这正是与那水波相契合的声响。至于鳄鱼与河马这类某些人常画在尼罗河旁的生灵,如今皆隐匿于深邃的水涡之中,免得恐惧降临于孩童身上;而农耕与航运的象征之所以指明尼罗河,孩子,乃是基于这般缘故:尼罗河使埃及通航,且在被平原汲尽之后,让人们得以利用肥沃的土地;而在他发源的埃塞俄比亚,有位司职统管的神灵主管着他,尼罗河由这位神灵依时序顺畅遣发。那神灵在构思中被描画得高耸入云,将脚踏在泉源之上,哦,波塞冬啊,犹如正颔首一般。河流正凝望着这位神灵,祈求自己的婴儿能够更加繁盛。
- 1.3λόγου τοῖς θηρίοις μεταδέδωκε λόγου ἕνεκεν
此处包含对 λόγος 双重含义的双关修辞。前一个 λόγου 作动词 μεταδέδωκε 所支配的属格宾语(意为“言语/理性”),后一个 λόγου 则与介词 ἕνεκεν 连用(意为“为了故事/寓意的缘故”)。
- 1.4ταῦτα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν αἴρουσι
中性复数宾格 ταῦτα 用作副词性的原因表达(相当于 διὰ ταῦτα,“正因如此”),承接前文的 δεδίασι(“他们感到惊恐”),用以说明将领们向天举手的缘由。
- 1.4ἐλεεινὸς μὲν τῆς ἡλικίας, εὐδαίμων δὲ τοῦ θάρσους
此处的属格 τῆς ἡλικίας 与 τοῦ θάρσους 分别修饰形容词 ἐλεεινός(“令人哀怜的”)和 εὐδαίμων(“有福的/值得称颂的”),表示原因或着眼点,即因其年纪尚轻而可悯,因其无畏勇气而可敬。
- 1.5οὐρανομήκης ἐπινοῆσαι
不定词 ἐπινοῆσαι 修饰形容词 οὐρανομήκης(“耸入云霄的”),作说明性/限定性不定词,意为“在构思上/设想中高耸及天的”。
