← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.1-1.2

斯卡曼德罗斯与赫淮斯托斯之战及狂欢神科摩斯

演说者向少年讲解描绘斯卡曼德罗斯河与赫淮斯托斯交战的画作,指出其对荷马史诗的承袭与独创之处,随后阐释了伫立于内室门前沉醉假寐的狂欢之神科摩斯及其随从们纵情喧闹的景象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ΣΚΑΜΑΝΔΡΟΣ. α. ἔγνως, ὦ παῖ, ταῦτα Ὁμήρου ὄντα ἢ οὐ πώποτε ἔγνωκας δηλαδὴ θαῦμα ἡγούμενος, ὅπως δήποτε ἔζη τὸ πῦρ ἐν τῷ ὕδατι; συμβάλλωμεν οὖν, ὅ τι νοεῖ, σὺ δὲ ἀπόβλεψον αὐτῶν, ὅσον ἐκεῖνα ἰδεῖν,1 ἀφʼ ὧν ἡ γραφή. οἶσθά που τῆς Ἰλιάδος τὴν γνώμην, ἐν οἷς Ὅμηρος ἀνίστησι μὲν τὸν Ἀχιλλέα ἐπὶ τῷ Πατρόκλῳ, κινοῦνται δὲ οἱ θεοὶ πολεμεῖν ἀλλήλοις. τούτων οὖν τῶν περὶ τοὺς θεοὺς ἡ γραφὴ τὰ μὲν ἄλλα οὐκ οἶδε, τὸν δὲ Ἥφαιστον ἐμπεσεῖν φησι τῷ Σκαμάνδρῳ πολὺν καὶ ἄκρατον. ὅρα δὴ πάλιν· πάντα ἐκεῖθεν· ὑψηλὴ μὲν αὕτη ἡ πόλις καὶ ταυτὶ τὰ κρήδεμνα τοῦ Ἰλίου, πεδίον δὲ τουτὶ μέγα καὶ ἀποχρῶν τὴν Ἀσίαν πρὸς τὴν Εὐρώπην ἀντιτάξαι, πῦρ δὲ τοῦτο πολὺ μὲν πλημμυρεῖ κατὰ τοῦ πεδίου, πολὺ δὲ περὶ τὰς ὄχθας ἕρπει τοῦ ποταμοῦ, ὡς μηκέτι αὐτῷ δένδρα εἶναι. τὸ δὲ ἀμφὶ τὸν Ἥφαιστον πῦρ ἐπιρρεῖ τῷ ὕδατι, καὶ ὁ ποταμὸς ἀλγεῖ καὶ ἱκετεύει τὸν Ἥφαιστον αὐτός. ἀλλʼ οὔτε ὁ ποταμὸς γέγραπται κομῶν, ὑπὸ τοῦ περικεκαῦσθαι, οὔτε χωλεύων ὁ Ἥφαιστος, ὑπὸ τοῦ τρέχειν. καὶ τὸ ἄνθος τοῦ πυρὸς οὐ ξανθόν, οὐδὲ τῇ εἰθισμένῃ ὄψει, ἀλλὰ χρυσοειδὲς καὶ ἡλιοειδές. ταῦτα οὐκέτι Ὁμήρου.

斯卡曼德罗斯 1. 孩子,你看出这些取材自荷马了吗?抑或你根本未曾察觉,显然是在惊异火究竟如何能在水中存活?那么,让我们共同探讨它意指为何;你且将目光从画中物稍稍移开,以便看清这幅画作所本的那些诗篇。想必你知道《伊利亚特》的主旨,荷马在其中因帕特洛克罗斯之死而激起阿喀琉斯的斗志,诸神亦行动起来相互征战。在这场涉及诸神的交锋中,画作对其余细节概不着墨,唯独展现赫淮斯托斯以沛然莫御之势猛扑向斯卡曼德罗斯。再看罢,一切皆出于彼:此城高耸,这些是伊利昂的雉堞;这片平原广袤无垠,足以容纳亚细亚与欧罗巴两相对阵;而这漫天烈火漫溢于平原之上,沿着河流两岸四处蔓延,以致岸边不再留有寸木。赫淮斯托斯周身的烈火倾泻入水,河流痛苦万状,亲自向赫淮斯托斯哀告乞怜。然而,河流并未被画成须发浓密之态,因其已被灼烤殆尽;赫淮斯托斯亦未显瘸态,因他正疾驰如飞。火的光华亦非焦黄,不呈寻常之相,而是灿若黄金、辉同旭日。这些便不再出自荷马了。

§1.2

ΚΩΜΟΣ. β. ὁ δαίμων ὁ Κῶμος, παρʼ οὗ τὸ κωμάζειν τοῖς ἀνθρώποις, ἐφέστηκεν ἐν θαλάμου θύραις χρυσαῖς, οἶμαι, βραδεῖα δὲ ἡ κατάληψις αὐτῶν ὑπὸ τοῦ ὡς ἐν νυκτὶ εἶναι. γέγραπται δὲ ἡ νὺξ οὐκ ἀπὸ τοῦ σώματος, ἀλλʼ ἀπὸ τοῦ καιροῦ, δηλοῖ δὲ τὰ προπύλαια νυμφίους μάλα ὀλβίους ἐν εὐνῇ κεῖσθαι. καὶ ὁ Κῶμος ἥκει νέος παρὰ νέους ἁπαλὸς καὶ οὔπω ἔφηβος, ἐρυθρὸς ὑπὸ οἴνου καὶ καθεύδων ὀρθὸς ὑπὸ τοῦ μεθύειν. καθεύδει δὲ τὸ μὲν πρόσωπον ἐπὶ στέρνα ῥίψας καὶ τῆς δειρῆς ἐκφαίνων οὐδέν, τὴν δὲ ἀριστερὰν προβολίῳ ἐπέχων, εἰλῆφθαι δὲ ἡ χεὶρ δοκοῦσα λύεται καὶ ἀμελεῖ, τὸ εἰωθὸς ἐν ἀρχῇ τοῦ καθεύδειν, ὅταν σαίνοντος ἡμᾶς τοῦ ὕπνου μετέρχηται ὁ λογισμὸς ἐς λήθην ὧν συνέχει, ὅθεν καὶ τὸ ἐν τῇ δεξιᾷ λαμπάδιον ἔοικε διαφεύγειν τὴν χεῖρα, καταρρᾳθυμοῦντος αὐτὴν τοῦ ὕπνου. δεδιὼς δὲ ὁ Κῶμος προσβάλλον τὸ πῦρ τῷ σκέλει περιφέρει τὴν μὲν κνήμην τὴν ἀριστερὰν ἐπὶ τὰ δεξιά, τὸ δὲ λαμπάδιον ἐπὶ τὰ ἀριστερά, ἵνʼ ἐκκλίνοι τὸν ἀτμὸν τοῦ πυρὸς ἐκκειμένῳ τῷ γόνατι ἀφιστὰς τὴν χεῖρα. πρόσωπα δὲ ὀφείλεται μὲν παρὰ τῶν ζωγράφων τοῖς ἐν ὥρᾳ καὶ τυφλώττουσί γε ἄνευ τούτων αἱ γραφαί,2 τῷ δὲ Κώμῳ σμικρὰ δεῖ τοῦ προσώπου νενευκότι καὶ ἕλκοντι τὴν ἀπὸ τῆς κεφαλῆς σκιάν. κελεύει δέ, οἶμαι, μὴ ἀπαρακαλύπτως κωμάζειν τοὺς ἐν ἡλικίᾳ τούτου. τὰ δὲ λοιπὰ τοῦ σώματος διηκρίβωται πάντα, περιλάμποντος αὐτὰ τοῦ λαμπαδίου καὶ ἐς φῶς ἄγοντος. ὁ στέφανος δὲ τῶν ῥόδων ἐπαινείσθω μέν, ἀλλὰ μὴ ἀπὸ τοῦ εἴδους — ξανθοῖς γὰρ καὶ κυανοῖς, εἰ τύχοι, χρώμασιν ἀπομιμεῖσθαι τὰς τῶν ἀνθέων εἰκόνας οὐ μέγας ὁ ἆθλος — ἀλλὰ ἐπαινεῖν χρὴ τὸ χαῦνον τοῦ στεφάνου καὶ ἁπαλόν. ἐπαινῶ καὶ τὸ ἔνδροσον τῶν ῥόδων καὶ φημὶ γεγράφθαι αὐτὰ μετὰ τῆς ὀσμῆς. τί λοιπὸν τοῦ Κώμου; τί δʼ ἄλλο γε ἢ οἱ κωμάζοντες; ἢ οὐ προσβάλλει σε κρόταλα καὶ θροῦς ἔναυλος καὶ ᾠδὴ ἄτακτος; λαμπάδιά τε ὑπεκφαίνεται, παρʼ ὧν ἐστι τοῖς κωμάζουσι καὶ τὰ ἐν ποσὶν ὁρᾶν καὶ ἡμῖν μὴ ὁρᾶσθαι.3 συνεξαίρεται δὲ καὶ πολὺς γέλως καὶ γύναια μετʼ ἀνδρῶν ἵεται καὶ ὑποδεῖται καὶ ζώννυται παρὰ τὸ οἰκεῖον· συγχωρεῖ δὲ ὁ κῶμος καὶ γυναικὶ ἀνδρίζεσθαι καὶ ἀνδρὶ θῆλυν ἐνδῦναι στολὴν καὶ θῆλυ βαίνειν. καὶ οἱ στέφανοι οὐκ ἀνθηροὶ ἔτι, ἀλλʼ ἀφῄρηται αὐτοῖς τὸ ἱλαρὸν ὑπὸ τοῦ ταῖς κεφαλαῖς ἐφαρμόττεσθαι, διὰ τὸ ἀτακτεῖν ἐν τῷ δρόμῳ. ἡ γὰρ τῶν ἀνθέων ἐλευθερία παραιτεῖται τὴν χεῖρα ὡς μαραίνουσαν αὐτὰ πρὸ τοῦ χρόνου. μιμεῖταί τινα ἡ γραφὴ καὶ κρότον, οὗ μάλιστα δεῖται ὁ κῶμος, καὶ ἡ δεξιὰ τοῖς δακτύλοις ὑπεσταλμένοις ὑποκειμένην τὴν ἀριστερὰν πλήττει ἐς τὸ κοῖλον, ἵνʼ ὦσιν αἱ χεῖρες ξύμφωνοι πληττόμεναι τρόπῳ κυμβάλων.

狂欢之神 2. 狂欢之神科摩斯——人间狂欢行乐皆假他而起——正伫立于内室的门户前;我猜想那是黄金之门,但因画中宛若黑夜,对门的辨识颇为迟缓。然而这黑夜并非以具象之躯画出,而是借由时序氛围显现,门廊表明一对极富足的新婚夫妇正卧于榻上。科摩斯亦降临其间,作为年轻人陪伴于年轻人身旁,柔美娇嫩而尚未及冠,因饮酒而面带红晕,又因沉醉而直立沉睡。他沉睡时垂首贴胸,颈项全不显露,左手按着一柄捕猎短矛;看似握紧的手实则已松弛懈怠,这正是初睡时的常态——当睡意向我们献媚之时,心神便转入对所持之物的遗忘;因此他右手中的小火炬似乎也将从手中滑脱,乃是睡意令手指松软无力。然而科摩斯因惧怕烈焰灼伤腿部,遂将左小腿转向右侧,火炬移向左侧,以便借由挪开手臂,使探出的膝盖避开火焰的蒸气。画家们理应将俊美的面容赋予芳华正茂之人,若无此类面容,画作便失却神采;然而科摩斯因低垂着头、引下首部的阴影,故而极少需要面容。我想,这画作是在告诫与他同龄之人切莫毫无遮掩地狂欢。至于身体的其余部分则皆刻画得精妙入微,小火炬环绕其周身映照,将一切显露于光芒之中。玫瑰花冠固然值得称道,却非因其外表形貌——盖因随手以黄褐与黛青之色摹拟花卉之象并非难事——而是应当赞赏那花冠的疏松柔美。我亦赞赏玫瑰的带露欲滴,甚至敢说那香气也已被描摹入画。关于科摩斯尚有何物留存?除了狂欢的人群,还能有何物?难道响板之声、笛管齐鸣与杂乱的歌谣未曾扑向你的耳畔?小火炬隐隐闪耀,狂欢者借此得以看清足下,却能使自身避开我们的视线。欢笑声一并腾起,女子与男儿同行竞逐,穿戴违逆常礼的鞋履与腰带;狂欢允许妇人表现出男子气概,亦容许男子着女裙而作女步。花冠亦不再娇艳,由于奔逐奔放,花冠紧压在头上,其明媚之色已遭剥夺;盖因鲜花的自由抗拒人手的碰触,视其为催其早谢之物。画作亦摹拟出某种掌声,这正是狂欢最为不可或缺的;右手缩起手指,击向垫在下方的左手掌心,使双手如同钹一般击打而发出共鸣。

语法注3 条
  1. 1.1ἀπόβλεψον αὐτῶν, ὅσον ἐκεῖνα ἰδεῖν

    αὐτῶν 为离格性属格,依附于动词 ἀποβλέπω(移开视线),指代画中诸物。ὅσον ἐκεῖνα ἰδεῖν 为表结果或限制范围的不定式结构(“足以看到那些事物”),其中 ἐκεῖνα 指代画作所源出的荷马诗篇。

  2. 1.2τυφλώττουσί γε ἄνευ τούτων αἱ γραφαί

    动词 τυφλώττουσι(目盲、失去神采)的主语为 αἱ γραφαί(画作),τούτων 则前指 πρόσωπα(青年人的容貌)。此句借隐喻表达若无风华正茂的面庞,整幅画作便如盲目般失色无华。

  3. 1.2παρʼ ὧν ἐστι τοῖς κωμάζουσι καὶ τὰ ἐν ποσὶν ὁρᾶν καὶ ἡμῖν μὴ ὁρᾶσθαι

    παρʼ ὧν 为关系词短语,先行词为 λαμπάδια(小火炬)。无人称动词 ἔστι(能够)统辖两个并列的不定式:主动及物动词 ὁρᾶν(看清脚下事物,逻辑主语为与格 τοῖς κωμάζουσι)与被动动词 ὁρᾶσθαι(不被看见,与格 ἡμῖν 表示施事者或关涉对象)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.1-1.2