- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
评述描绘珀耳修斯诛杀海怪并解救安德洛墨达的画作:海怪伏诛、爱神松绑少女、英雄鏖战后卧草小憩,以及周围埃塞俄比亚人欢庆致敬的诸般图景。
ΠΕΡΣΕΥΣ. κθ. Ἀλλʼ οὐκ Ἐρυθρά γε αὕτη ἡ θάλασσα, οὐδʼ Ἰνδοὶ ταῦτα, Αἰθίοπες δὲ καὶ ἀνὴρ Ἕλλην ἐν Αἰθιοπίᾳ. καὶ ἆθλος τοῦ ἀνδρός,1 ὃν ἑκὼν ἔτλη κατὰ ἔρωτα, οἶμαί σε, ὦ παῖ, μὴ ἀνήκοον εἶναι τοῦ Περσέως, ὅν φασιν Ἀτλαντικὸν ἀποκτεῖναι κῆτος ἐν Αἰθιοπίᾳ πεζεῦον ἐπὶ τὰς ἀγέλας καὶ τοὺς ἐν τῇ γῇ ἀνθρώπους. ταῦτʼ οὖν ἐπαινῶν ὁ ζωγράφος καὶ οἰκτείρων τὴν Ἀνδρομέδαν,2 ὅτι κήτει ἐξεδόθη, τετέλεσται ἤδη ὁ ἆθλος, καὶ τὸ μὲν κῆτος ἔρριπται πρὸ τῆς ᾐόνος ἐμπλημμυροῦν πηγαῖς αἵματος, ὑφʼ ὧν ἐρυθρὰ ἡ θάλασσα, τὴν δὲ Ἀνδρομέδαν ἀπαλλάττει τῶν δεσμῶν ὁ Ἔρως· γέγραπται δὲ πτηνὸς μὲν τὸ εἰωθός, νεανίας δὲ παρʼ ὃ εἴωθε, καὶ ἀσθμαίνων γέγραπται καὶ οὐκ ἔξω τοῦ μεμοχθηκέναι. καὶ γὰρ εὐχὴν ἀνεβάλετο τῷ Ἔρωτι ὁ Περσεὺς πρὸ τοῦ ἔργου, παρεῖναι αὐτὸν καὶ κατὰ τοῦ θηρίου συμπέτεσθαι, ὁ δὲ ἀφίκετο καὶ ἤκουσε τοῦ Ἕλληνος. ἡ κόρη δὲ ἡδεῖα μέν, ὅτι λευκὴ ἐν Αἰθιοπίᾳ, ἡδίων δὲ αὐτὸ τὸ εἶδος· παρέλθοι ἂν καὶ Λυδὴν ἁβρὰν καὶ Ἀτθίδα ὑπόσεμνον καὶ Σπαρτιᾶτιν ἐρρωμένην. κεκαλλώπισται δὲ ἀπὸ τοῦ καιροῦ, καὶ γὰρ ἀπιστεῖν ἔοικε, καὶ χαίρει μετʼ ἐκπλήξεως καὶ τὸν Περσέα βλέπει μειδίαμά τι ἤδη ἐς αὐτὸν πέμπουσα. ὁ δὲ οὐ πόρρω τῆς κόρης ἐν ἡδείᾳ καὶ λιβανώδει πόᾳ κεῖται στάζων ἐς τὴν γῆν ἱδρῶτα καὶ τὸ δεῖμα τῆς Γοργοῦς ἔχων ἀπόθετον, μὴ ἐντυχόντες αὐτῷ λαοὶ λίθοι γένωνται. πολλοὶ δὲ οἱ βουκόλοι γάλα ὀρέγοντες καὶ οἴνου ἐπισπάσαι.3 ἡδεῖς οἱ Αἰθίοπες ἐν τῷ τοῦ χρώματος ἀτόπῳ καὶ βλοσυρὸν μειδιῶντες καὶ οὐκ ἄδηλοι χαίρειν καὶ οἱ πλεῖστοι ὅμοιοι. ὁ Περσεὺς δὲ ἀσπάζεται μὲν καὶ ταῦτα, στηρίζων δὲ ἑαυτὸν ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος ἀνέχει τὸν θώρακα ἔμπνους ὑπὸ ἄσθματος, ἐμβλέπων τῇ κόρῃ, καὶ τὴν χλαμύδα τῷ ἀνέμῳ ἐκδίδωσι φοινικῆν οὖσαν καὶ βεβλημένην αἵματος ῥανίσιν, ἃς προσέπνευσεν αὐτῷ τὸ θηρίον ἐν τῷ ἀγῶνι. ἐρρώσθων Πελοπίδαι παρὰ τὸν τοῦ Περσέως ὦμον,4 καλῷ γὰρ ὄντι αὐτῷ καὶ ὑφαίμῳ προσήνθηκέ τι τοῦ καμάτου καὶ ὑπῳδήκασιν αἱ φλέβες ἐπιλαμβάνον τοῦτο αὐτάς, ὅταν πλεονεκτήσῃ τὸ ἆσθμα. πολλὰ ʽδἒ καὶ παρὰ τῆς κόρης ἄρνυται.
珀耳修斯。 但这并非红海,这些人也不是印度人,而是埃塞俄比亚人,以及一位身处埃塞俄比亚的希腊壮士。至于这位英雄出于爱慕而甘愿承受的伟业,少年啊,我想你绝非未闻珀耳修斯之名;人们传说他曾在埃塞俄比亚诛杀了一头大西洋的海怪,那巨兽曾屡屡上陆袭击牲群与陆上的人类。画家赞佩这些壮举,又怜悯安德洛墨达被弃置于巨怪之口,遂将这场伟业描绘为已经告成:那海怪横卧在海滩前,喷涌出股股血泉,海水由此被染得殷红;而爱神厄罗斯正为安德洛墨达解除镣铐。画中的厄罗斯依循惯例生有双翼,却反常地被绘作少年之姿,且气喘吁吁,显然历经了辛劳;原来在决战之前,珀耳修斯曾向厄罗斯许下誓愿,祈求他亲临并与自己同向凶兽扑袭,而爱神确实赴约并应允了这希腊人的祈求。那少女自是妩媚动人,因她在埃塞俄比亚显得尤为白皙,但其容貌本身还要更为娇艳;她足以压倒柔美的吕底亚女子、端庄的雅典少女,或是健美的斯巴达姑娘。此刻的境遇更平添了她的丽质,因为她看似尚难置信,满怀惊喜,凝视着珀耳修斯,已然向他递送出一缕微笑。英雄则距少女不远,仰卧在芬芳如乳香的草地上,汗水滴落在大地之上;他将可怕的戈尔贡首级收拾收妥,以免迎面撞见的民众化为僵石。众多牧民正向他奉上乳汁,并端来葡萄酒供其汲饮。埃塞俄比亚人因其异样的肤色而显出独特之韵,他们威严地面带笑容,喜悦之情溢于言表,且大多面貌极为相似。珀耳修斯领受了这些好意,却用左肘支撑着自己,因气喘而呼吸急促地抬起胸膛,凝望着少女;他任由猩红的外袍在风中翻卷,上面沾染着激战中猛兽朝他喷吐的血滴。比起珀耳修斯的肩头,珀罗普斯的后裔尽可退避三舍!盖因他那俊美而血脉充盈的肩膀上,微微泛起了劳顿的红晕,血管也微微隆起,每当喘息加剧时,这一〔现象〕便会侵袭血管。他从少女那里亦收获了无尽的眷顾。
- 1.28καὶ ἆθλος τοῦ ἀνδρός
句首的“καὶ ἆθλος τοῦ ἀνδρός, ὃν...”以主格名词短语呈现,但后接分句旋即转入“οἶμαί σε... μὴ ἀνήκοον εἶναι τοῦ Περσέως”,并未出现与之直接呼应的限定动词,构成了悬置主格(nominativus pendens)。此处用于预先引出叙述的话题。
- 1.28ταῦτʼ οὖν ἐπαινῶν ὁ ζωγράφος καὶ οἰκτείρων τὴν Ἀνδρομέδαν
以主格分词“ὁ ζωγράφος... ἐπαινῶν... καὶ οἰκτείρων...”起句,但主句并未接续以画家为主语的施事动词(如“画出了”),而是突转为被动语态主句“τετέλεσται ἤδη ὁ ἆθλος”,构成了破格语法(anacoluthon),使视线迅速切入画中已告完成的场景。
- 1.28γάλα ὀρέγοντες καὶ οἴνου ἐπισπάσαι
分词“ὀρέγοντες”一方面支配直接宾格“γάλα”(乳汁),另一方面通过连词“καί”统辖表目的的不定式“ἐπισπάσαι”(汲饮)及其部分属格“οἴνου”(葡萄酒),形成一种扼要的双重支配结构(zeugma),意即“奉上乳汁,并端出葡萄酒供其饮用”。
- 1.28ἐρρώσθων Πελοπίδαι παρὰ τὸν τοῦ Περσέως ὦμον
由第三人称复数命令式“ἐρρώσθων”(字面为“愿其别去/退避”,惯用作“让……靠边站/不足挂齿”)与表比较的介词短语“παρά”加宾格(“与……相比”)构成的修辞俗套。意指神话中珀罗普斯(及其后嗣)著名的象牙玉肩,与珀耳修斯健美的肩膀相比亦相形见绌。
