← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.27#2

湖中猎杀野猪与少年的勇姿

少年猎手率众携猎犬围猎野猪,在猛兽逃入湖中时单骑跃水追击并一击毙命,其英姿令岸上的众求爱者叹服不已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#2

αἰδοῖ δὲ τοῦ γυμνοῦσθαι πρὸς τοὺς παρόντας ἔσταλται χειριδωτῷ φοινικῷ, συμμετρεῖται δὲ ὁ χιτὼν ἐς ἥμισυ τοῦ μηροῦ καὶ ἴσα τοῦ ἀγκῶνος, καὶ μειδιᾷ καὶ χαροπὸν βλέπει καὶ κομᾷ ὅσον μὴ ἐπισκοτεῖσθαι τοὺς ὀφθαλμούς, ὅτε ἀτακτήσει ἡ κόμη ὑπὸ τοῦ ἀνέμου. τάχα τις καὶ τὴν παρειὰν ἐπαινέσεται καὶ τὰ μέτρα τῆς ῥινὸς καὶ καθʼ ἓν οὑτωσὶ τὰ ἐν τῷ προσώπῳ, ἐγὼ δὲ ἄγαμαι αὐτὸ τοῦ φρονήματος·1 καὶ γὰρ ὡς θηρατὴς ἔρρωται καὶ ὑπὸ τοῦ ἵππου ἐπῆρται καὶ συνίησιν, ὅτι ἐρᾶται. σκευοφοροῦσι δὲ αὐτοῖς ὀρεῖς καὶ ὀρεωκόμοι ποδοστράβας καὶ ἄρκυς καὶ προβόλια καὶ ἀκόντια καὶ λόγχας, ἐφʼ ὧν οἱ κνώδοντες, καὶ κυναγωγοὶ συστρατεύουσι καὶ σκοπιωροί, καὶ τὰ ἔθνη τῶν κυνῶν, οὐχ αἱ τὴν ῥῖνα ἀγαθαὶ μόναι ἢ αἱ ταχεῖαι αὐτῶν, ἀλλὰ καὶ αἱ γενναῖαι, δεῖ γὰρ καὶ ἀλκῆς ἐπὶ τὸ θηρίον. γράφει δὴ Λοκρίδας Λακαίνας Ἰνδικὰς Κρητικάς, τὰς μὲν ἀγερώχους καὶ ὑλακτούσας, τὰς δὲ ἐννοούσας, αἳ δὴ μεθέπουσι καὶ σεσήρασι κατὰ τοῦ ἴχνους καὶ τὴν Ἀγροτέραν προιόντες ᾅσονται, νεὼς γάρ τις αὐτῆς ἐκεῖ καὶ ἄγαλμα λεῖον ὑπὸ τοῦ χρόνου καὶ συῶν κεφαλαὶ καὶ ἄρκτων, νέμεται δὲ αὐτῇ καὶ θηρία ἄνετα, νεβροὶ καὶ λύκοι καὶ λαγωοί, πάντα ἥμερα καὶ μὴ δεδιότα τοὺς ἀνθρώπους. ἔχονται μετὰ τὴν εὐχὴν τῆς θήρας. καὶ τὸ θηρίον οὐκ ἀνέχεται λανθάνειν, ἀλλʼ ἐκπηδᾷ τῆς λόχμης, εἶτα ἐμπίπτει τοῖς ἱππεῦσι καὶ ταράττει μὲν αὐτοὺς ἐκ προσβολῆς, νικᾶται δὲ ὑπὸ τῶν βαλλόντων καιρίᾳ μὲν οὐκ ἐντυχὼν2 διά τε τὸ φράττεσθαι πρὸς τὰς πληγὰς διά τε τὸ μὴ ὑπὸ θαρρούντων βάλλεσθαι, μαλαχθεὶς δὲ πληγῇ ἐπιπολαίῳ κατὰ τοῦ μηροῦ φεύγει διὰ τῆς ὕλης, ἐκδέχεται δὲ αὐτὸν ἕλος βαθὺ καὶ λίμνη πρὸς τῷ ἕλει. διώκουσιν οὖν βοῇ χρώμενοι οἱ μὲν ἄλλοι μέχρι τοῦ ἕλους, τὸ δὲ μειράκιον συνεμβάλλει τῷ θηρίῳ ἐς τὴν λίμνην καὶ τέτταρες οὗτοι κύνες, καὶ τὸ μὲν θηρίον ἵεται τρῶσαι τὸν ἵππον, ἀπονεῦσαν δὲ τοῦ ἵππου τὸ μειράκιον καὶ ἐς τὰ δεξιὰ μετακλῖναν ἀφίησι τῇ χειρὶ πάσῃ καὶ βάλλει τὸν σῦν κατʼ αὐτὸ μάλιστα τὸ συνάπτον τὴν πλάτην τῇ δέρῃ. τοὐντεῦθεν οἱ μὲν κύνες κατάγουσι τὸν σῦν ἐς τὴν γῆν, οἱ δὲ ἐρασταὶ βοῶσιν ἀπὸ τῆς ὄχθης οἷον φιλοτιμούμενοι πρὸς ἀλλήλους, ὅστις ὑπερκεκράξεται τὸν πέλας, καὶ πέπτωκέ τις ἀπὸ τοῦ ἵππου μὴ κατασχών, ἀλλʼ ἐκθορυβήσας τὸν ἵππον, ὁ δὲ καὶ στέφανον αὐτῷ πλέκει παρὰ τοῦ λειμῶνος τοῦ ἐν τῷ ἕλει. ἔτι ἐν τῇ λίμνῃ τὸ μειράκιον, ἔτι ἐπὶ τοῦ σχήματος, ᾧ τὸ παλτὸν ἀφῆκεν, οἱ δὲ ἐκπεπλήγασι καὶ θεωροῦσιν αὐτό, οἷον γραφέν.3

出于在众人面前袒露身躯的羞怯,他身着一袭带袖的绯红短袍;这件短袍裁剪得当,下齐大腿之半,袖长亦齐于手肘。他面含微笑,目光明朗,蓄发的长度恰好在发丝随风飘乱时不至遮蔽双眼。或许有人会称赞他的脸颊、鼻梁的匀称,以及如此这般逐一赞美面部的诸般特征,而我赞赏他却因其气概;盖因他身为猎手而气力充沛,在骏马上意气风发,且深知自己为人所爱。骡子与骡夫为他们驮运装备:绊索、捕网、猎猪叉、投枪与装有倒刺的矛刃;驯犬师与瞭望者亦随行左右,此外还有各类猎犬,不仅有嗅觉灵敏或脚力迅捷之属,亦有勇烈血统之辈,因为抗衡猛兽亦需勇武之力。画家确实描绘了洛克里斯犬、拉哥尼亚犬、印度犬与克里特犬,有的悍勇吠叫,有的沉着警觉,它们沿足迹追踪,呲牙吐息;随着队伍前行,他们将歌颂原野女神,因为那里有一座她的神庙,其塑像经岁月摩挲而平滑,供奉着野猪与熊的首级;为她散放的野兽亦自由觅食,幼鹿、野狼与野兔,尽皆驯服而不惧人类。祈祷既毕,他们便投身狩猎。那猛兽不耐于隐匿,遂从丛林中猛扑而出,扑向骑手们,以初击使他们陷入混乱;然而在投掷标枪者的围攻下它渐渐不支,虽因防范严密且投掷者心怀畏怯而未遭致命之击,但大腿被一记表浅之伤挫损后,便穿林遁逃,一片深邃的沼泽与沼泽旁的湖泊接纳了它。于是其余众人一路呼喊追赶至沼泽边,唯有那少年与这四只猎犬一同与野兽跃入湖中。那猛兽扑上前企图刺伤马匹,但少年从马上侧身避开,身躯向右倾倚,倾尽手臂全力掷出武器,正中野猪肩胛与颈项相接的要害。紧接着,猎犬将野猪拖倒在地,而众求爱者在岸边呼喊,仿佛在彼此争胜,看谁的声音能压倒近旁之人;一人因控马不及、惊吓了坐骑而坠马,另一人则正为他编织来自沼泽中草甸的花冠。少年仍在湖中,仍保持着投掷标枪时的姿态,而众人惊叹不已,凝神注视着他,宛若注视一幅画作。

语法注3 条
  1. 1.27αὐτὸ τοῦ φρονήματος

    动词 ἄγαμαι 支配受赞赏之人的宾格(αὐτό 指少年)与表示原因的属格(τοῦ φρονήματος,指其气概)。

  2. 1.27καιρίᾳ μὲν οὐκ ἐντυχών

    阴性形容词 καιρίᾳ 省略了名词 πληγῇ(打击或创伤),意为“未受致命之击”。随后的两个 διά τε... διά τε... 介词短语并列说明了野兽未受致命伤的双重原因(野兽自身的防卫与投掷者的胆怯)。

  3. 1.27οἷον γραφέν

    此为 οἷον 与中性分词 γραφέν 构成的独立宾格或副词性短语,意为“宛若一幅绘成的画作”。这在整篇画作摹写(ekphrasis)中构成了元艺术层面的妙笔:方才生动奔腾的少年在决定性瞬间定格,仿佛重归画境,令画中的仰慕者惊叹凝视。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.27#2