← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.27#1

出猎野猪的青年群像与美少年的装束

解说者注视着一幅描绘青年们与一位美少年出猎野猪的画作,因其栩栩如生而忘情地向画中人搭话,随后详细品评了青年们的仪表、骏马、珐琅马具以及少年的华贵装束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#1

ΣΥΟΘΗΡΑΙ. κη. μὴ παραθεῖτε ἡμᾶς, ὦ θηρευταί, μηδὲ ἐπικελεύεσθε τοῖς ἵπποις, πρὶν ὑμῶν ἐξιχνεύσωμεν,1 ὅ τι βούλεσθε καὶ ὅ τι θηρᾶτε. ὑμεῖς μὲν γὰρ ἐπὶ χλούνην σῦν φατε ἵεσθαι, καὶ ὁρῶ τὰ ἔργα τοῦ θηρίου· τὰς ἐλαίας ἐξορώρυχε καὶ τὰς ἀμπέλους ἐκτέτμηκε καὶ οὐδὲ συκῆν καταλέλοιπεν ἢ μῆλον ἢ μηλάνθην, πάντα δὲ ἐξῄρηκεν ἐκ τῆς γῆς τὰ μὲν ἀνορύττων, τοῖς δὲ ἐμπίπτων, τοῖς δὲ παρακνώμενος, ὁρῶ δὲ καὶ αὐτὸν τὴν χαίτην φρίττοντα καὶ πῦρ ἐμβλέποντα καὶ οἱ ὀδόντες αὐτῷ παταγοῦσιν ἐφʼ ὑμᾶς, ὦ γενναῖοι, δεινὰ γὰρ τὰ τοιαυτὶ θηρία ὅτι ἐκ πλείστου κατακούειν τοῦ ὁμάδου·2 ἐγὼ μέντοι οἶμαι τὴν ὥραν ἐκείνου τοῦ μειρακίου διαθηρῶντας ὑμᾶς τεθηρᾶσθαι ὑπʼ αὐτοῦ καὶ προκινδυνεύειν ἐθέλειν. τί γὰρ οὕτω πλησίον; τί δὲ παραψαύοντες; τί δὲ παρʼ αὐτὸ ἐπέστραφθε;τί δὲ ὠστίζεσθε τοῖς ἵπποις; οἷον ἔπαθον· ἐξήχθην ὑπὸ τῆς γραφῆς μὴ γεγράφθαι δοκεῖν αὐτούς, εἶναι δὲ καὶ κινεῖσθαι καὶ ἐρᾶν, διατωθάζω γοῦν ὡς ἀκούοντας καὶ δοκῶ τι ἀντακούσεσθαι, σὺ δʼ οὐδʼ ὅσα ἐπιστρέψαι παραπαίοντα3 ἐφθέγξω τι, παραπλησίως ἐμοὶ νενικημένος καὶ οὐκ ἔχων ἀνείργεσθαι τῆς ἀπάτης καὶ τοῦ ἐν αὐτῇ ὕπνου. σκοπῶμεν οὖν τὰ γεγραμμένα, γραφῇ γὰρ παρεστήκαμεν. περίκεινται μὲν δὴ τῷ μειρακίῳ νεανίαι καλοὶ καὶ καλὰ ἐπιτηδεύοντες καὶ οἷον εὐπατρίδαι, καὶ ὁ μὲν παλαίστρας τι ἐπιδηλοῖ τῷ προσώπῳ, ὁ δὲ χάριτος, ὁ δὲ ἀστεισμοῦ, τὸν δὲ ἀνακεκυφέναι φήσεις ἐκ βιβλίου, φέρουσι δὲ αὐτοὺς ἵπποι παραπλήσιοι οὐδεὶς ἄλλος ἄλλῳ4 λευκός τις καὶ ξανθὸς καὶ μέλας καὶ φοῖνιξ, ἀργυροχάλινοι καὶ στικτοὶ καὶ χρυσοῖ τὰ φάλαρα. ταῦτα φασὶ τὰ χρώματα τοὺς ἐν Ὠκεανῷ βαρβάρους ἐγχεῖν τῷ χαλκῷ διαπύρῳ, τὰ δὲ συνίστασθαι καὶ λιθοῦσθαι καὶ σώζειν, ἃ ἐγράφη. οὐδὲ τὴν ἐσθῆτα συμβαίνουσιν ἢ τὴν στολήν, ὁ μὲν γὰρ εὔζωνος ἱππάζεται καὶ κοῦφος, ἀκοντιστής, οἶμαι, ἀγαθὸς ὤν, ὁ δὲ πέφρακται τὸ στέρνον ἀπειλῶν πάλην τινὰ τῷ θηρίῳ, καὶ τὰ σκέλη, πέφρακται τὸ δὲ μειράκιον ὀχεῖται μὲν ἐφʼ ἵππου λευκοῦ, μέλαινα δέ, ὡς ὁρᾷς, ἡ κεφαλὴ τῷ ἵππῳ καὶ λευκὸν ἀποτετόρνευται κύκλον ἐπὶ τοῦ μετώπου κατʼ αὐτὸ τῆς σελήνης τὸ πλῆρες, καὶ φάλαρα ἔχει χρυσᾶ καὶ χαλινὸν κόκκου Μηδικοῦ, τουτὶ γὰρ τὸ χρῶμα προσαστράπτει τῷ χρυσῷ, καθάπερ οἱ πυρώδεις λίθοι. στολὴ τῷ μειρακίῳ χλαμὺς ἔχουσά τι ἀνέμου καὶ κόλπου. τὸ μὲν χρῶμα ἐκ φοινικῆς ἁλουργίας, ἣν ἐπαινοῦσι Φοίνικες, ἀγαπάσθω δὲ τῶν ἁλουργῶν μάλιστα, δοκοῦν γὰρ σκυθρωπάζειν ἕλκει τινὰ παρὰ τοῦ ἡλίου ὥραν καὶ τῷ τῆς σίδης ἄνθει ῥαίνεται.

猎野猪者 猎手们啊,莫从我们身旁疾驰而过,亦莫催策马匹,且等我们向你们探明,你们所求何事、所猎何物。因为你们自称正扑向一头凶暴的野猪,而我也见到了那猛兽的肆虐之迹:它掘倒了橄榄树,斩断了葡萄藤,无花果树、苹果树抑或苹果花无一幸免,它已将地上万物一扫而空,有的连根拔起,有的横冲直撞,有的擦身蹭折;我亦见那猛兽自身鬃毛倒竖,眼中喷火,利齿正向着你们咔咔作响,英勇的青年们啊——盖因这类野兽极善于从极遥远处辨听喧嚣之声。然而我却以为,你们在一味追逐那少年的青春秀色时,自身反倒成了他的猎物,且甘愿为他挺身涉险。否则为何靠得如此之近?为何擦肩相接?为何身姿直转向他?为何驱马相互推搡?我竟落入这般幻觉!我被这幅画引得忘乎所以,竟以为他们并非丹青所绘,而是活生生、能动且怀有爱意之人;我竟然如他们能听见一般出言相戏,还指望听到回音;而你甚至没有说出一句哪怕能点醒谵妄者之语,显然你同我一样被彻底征服,无法挣脱这场幻象及其中的沉眠。那么,让我们端详画中之景吧,因为我们正置身于画作之前。围绕着少年的,尽是英俊的青年,他们恪守高尚的行止,宛如名门贵胄:有的面容流露出角力场的淬炼,有的含着优雅,有的带着文雅,还有一人你会说他方才从书卷中抬起头来;驮载他们的骏马彼此无一相似,有白、有栗、有黑、有赤,配有银制马嚼,身带斑纹,佩有黄金额饰。据说居于大洋边缘的蛮族将这些色彩熔铸于烧红的青铜之上,色料便凝固化石,永保所绘之形。他们的服饰装束亦不尽相同:一人束装轻捷纵马疾驰,我猜想是一位出色的标枪手;另一人护住胸膛,仿佛要与猛兽一决贴身肉搏,双腿亦加防护。而那位少年则骑着一匹白马,然而如你所见,马头通体黝黑,额间规整地旋出一轮白斑,宛如满月;它佩有黄金饰件,嚼子染着米底亚的绯红,因为此色与黄金相映生辉,宛若烈火般的宝石。少年的装束是一袭风动翻飞、褶裥微扬的短披风。其色泽出自腓尼基人盛赞的腓尼基紫,在各色紫袍中当居首位;盖因它看似沉郁,却能借得日光的一缕光华,仿佛洒满了石榴花瓣的嫣红。

语法注4 条
  1. 1.27πρὶν ὑμῶν ἐξιχνεύσωμεν

    动词 ἐξιχνεύω(探寻、查明)支配人称属格 ὑμῶν,用作表示来源的属格(“从你们口中探明”)。πρίν 在承接前文否定式祈使句(μὴ παραθεῖτε ... μηδέ)之后接虚拟式不定过去时 ἐξιχνεύσωμεν,表示“直到……为止”的时间限制。

  2. 1.27δεινὰ γὰρ τὰ τοιαυτὶ θηρία ὅτι ἐκ πλείστου κατακούειν τοῦ ὁμάδου

    在句法上,连词 ὅτι 之后反常地直接连接不定式 κατακούειν。在经典雅典语中,此类结构通常在 ὅτι 从句中使用限定动词,或直接将说明性不定式依附于形容词(δεινὰ κατακούειν);此处乃是表示原因/说明的 ὅτι 与不定式结构的混杂(contamination),用以具体说明野兽在何种方面令人畏惧。

  3. 1.27οὐδʼ ὅσα ἐπιστρέψαι παραπαίοντα

    中性复数关系代词 ὅσα 与不定式 ἐπιστρέψαι 连用,构成表示程度或结果的限制性副词短语(“甚至不足以让谵妄者回心转意”)。句中省略了先行词(如 τοσοῦτον),为一种相当于“甚至不曾多说到足以……”的成语化结果表达。

  4. 1.27παραπλήσιοι οὐδεὶς ἄλλος ἄλλῳ

    与主语马匹(ἵπποι)一致的主格复数形容词 παραπλήσιοι(与……相似)受部分同格的单数主格 οὐδεὶς ἄλλος 否定与逐一限定,并支配与格 ἄλλῳ,意为“没有一匹与另一匹相似”;紧随其后列举的各色毛色(白、栗、黑、赤)具体展现了这一差异。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.27#1