- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.25-1.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第26章描绘刚诞生的幼童赫尔墨斯盗走阿波罗的牛群,并在阿波罗与迈亚争辩之际顺手盗取其弓矢;第27章则描绘先知安菲阿剌俄斯在忒拜之战溃退之际,连同战车被大地裂隙吞没并确立神谕所的景象。
ΕΡΜΟΥ ΓΟΝΑΙ. κς. ὁ κομιδῇ παῖς ὁ ἔτι ἐν σπαργάνοις, ὁ τὰς βοῦς ἐς τὸ ῥῆγμα τῆς γῆς ἐλαύνων, ἔτι κἀκεῖνος ὁ συλῶν τοῦ Ἀπόλλωνος τὰ βέλη Ἑρμῆς οὗτος.1 μάλα ἡδεῖαι αἱ κλοπαὶ τοῦ θεοῦ· φασὶ γὰρ τὸν Ἑρμῆν, ὅτε τῇ Μαίᾳ ἐγένετο, ἐρᾶν τοῦ κλέπτειν καὶ εἰδέναι τοῦτο οὔτι που ταῦτα πενίᾳ δρῶν ὁ θεός, ἀλλʼ εὐφροσύνῃ διδοὺς καὶ παίζων. εἰ δὲ βούλει κατʼ ἴχνος αὐτὸν κατιδεῖν, ὅρα τὰ ἐν τῇ γραφῇ· τίκτεται μὲν ἐν κορυφαῖς τοῦ Ὀλύμπου, κατʼ αὐτὸ ἄνω τὸ ἕδος τῶν θεῶν, ἐκεῖ δὲ Ὅμηρος οὔτε ὄμβρων αἰσθάνεσθαί φησιν οὔτε ἀνέμων ἀκούειν, ἀλλʼ οὐδὲ χιόνι βληθῆναί ποτε αὐτὸ διʼ ὑπερβολήν, εἶναι δὲ θεῖον ἀτεχνῶς καὶ ἐλεύθερον ἁπάντων παθῶν, ὧν μετέχει τὰ τῶν ἀνθρώπων ὄρη. ἐνταῦθα τὸν Ἑρμῆν ἀποτεχθέντα Ὧραι κομίζονται. γέγραφε κἀκείνας, ὡς ὥρα ἑκάστης, καὶ σπαργάνοις αὐτὸν ἀμπίσχουσιν ἐπιπάττουσαι τὰ κάλλιστα τῶν ἀνθέων, ὡς μὴ ἀσήμων τύχῃ τῶν σπαργάνων, καὶ αἱ μὲν ἐπὶ τὴν μητέρα τοῦ Ἑρμοῦ τρέπονται λεχὼ κειμένην, ὁ δʼ ὑπεκδὺς τῶν σπαργάνων ἤδη βαδίζει καὶ τοῦ Ὀλύμπου κάτεισι. γέγηθε δὲ αὐτῷ τὸ ὄρος, τὸ γὰρ μειδίαμα αὐτοῦ οἷον ἀνθρώπου. νόει δὲ τὸν Ὄλυμπον χαίροντα, ὅτι ὁ Ἑρμῆς ἐκεῖ ἐγένετο. τίς οὖν ἡ κλοπή; βοῦς νεμομένας ἐν τῷ τοῦ Ὀλύμπου πρόποδι, ταύτας δήπου τὰς χρυσόκερως καὶ ὑπὲρ χιόνα λευκάς, ἀνεῖνται γὰρ τῷ Ἀπόλλωνι, ἄγει στροβῶν ἐς χάσμα τῆς γῆς, οὐχ ὡς ἀπόλοιντο, ἀλλʼ ὡς ἀφανισθεῖεν ἐς μίαν ἡμέραν, ἔστʼ ἂν τὸν Ἀπόλλω δάκῃ τοῦτο, καὶ ὡς οὐδὲν μετὸν αὐτῷ τοῦ γεγονότος ὑποδύεται τὰ σπάργανα. ἥκει καὶ ὁ Ἀπόλλων παρὰ τὴν Μαῖαν ἀπαιτῶν τὰς βοῦς, ἡ δὲ ἀπιστεῖ καὶ ληρεῖν οἴεται τὸν θεόν. βούλει μαθεῖν, ὅ τι καὶ λέγει; δοκεῖ γάρ μοι μὴ φωνῆς μόνον, ἀλλὰ καὶ λόγου τι ἐπιδηλοῦν τῷ προσώπῳ, ὡς μέλλων πρὸς τὴν Μαῖαν λέγειν ταῦτα· ἀδικεῖ με ὁ σὸς υἱός, ὃν χθὲς ἔτεκες, τὰς γὰρ βοῦς, αἷς ἔχαιρον, ἐμβέβληκεν ἐς τὴν γῆν, οὐκ οἶδʼ ὅποι τῆς γῆς. ἀπολεῖται δὴ καὶ ἐμβεβλήσεται κατωτέρω πρὸ τῶν βοῶν. ἡ δὲ θαυμάζει καὶ οὐ προσδέχεται τὸν λόγον. ἔτʼ αὐτῶν ἀντιλεγόντων ἀλλήλοις ὁ Ἑρμῆς ἵσταται κατόπιν τοῦ Ἀπόλλωνος καὶ κούφως ἐπιπηδήσας τοῖς μεταφρένοις ἀψοφητὶ λύει τὰ τόξα καὶ συλῶν μὲν διέλαθεν, οὐ μὴν ἠγνοήθη σεσυληκώς. ἐνταῦθα ἡ σοφία τοῦ ζωγράφου· διαχεῖ γὰρ τὸν Ἀπόλλω καὶ ποιεῖ χαίροντα. μεμέτρηται δὲ ὁ γέλως, οἷος ἐφιζάνων τῷ προσώπῳ θυμὸν ἐκνικώσης ἡδονῆς.2
赫尔墨斯的诞生 那个尚在襁褓之中的纯稚幼童,那个将牛群赶入大地裂隙者,还有那个盗取阿波罗箭矢者——这正是赫尔墨斯。这位神祇的窃行十分讨人喜爱;因为人们说,当赫尔墨斯由迈亚所生时,便嗜好行窃并深谙此道,这位神祇做这些事绝非出于贫困,而是沉醉于欢欣与嬉戏。若你愿循着足迹将他细细端详,且看画中所呈之景:他诞生于奥林匹斯之巅,就在众神至高无上的居所处;荷马说在那里既感受不到风雨,亦听不见狂风,甚至因其崇高而从未落过白雪,那是一处全然神圣、远离凡间群山所共有的一切受难之所。时序女神们在此迎接诞下的赫尔墨斯。画家亦按照各自适宜的时序之美描摹了她们,她们用襁褓将他包裹,并撒上最美丽的花朵,好使他的襁褓不致显得寻常;正当她们转身照料卧病产榻的赫尔墨斯之母时,他已然挣脱襁褓,开始迈步走下奥林匹斯山。这座山为他欣喜欢笑,那微笑宛如凡人一般。请你理解为:奥林匹斯山正因赫尔墨斯在此诞生而欢腾。那么,他的窃行究竟为何?在奥林匹斯山脚下吃草的牛群——正是那些角饰黄金、通体白过积雪的牛,因为它们已奉献给阿波罗——他驱赶并使之晕眩,将它们赶入大地的深渊,并非要毁灭它们,而是要让它们隐匿一日,直至以此刺痛阿波罗;随后,他仿佛与发生之事毫无干系一般,再度钻入襁褓之中。阿波罗亦来到迈亚处索要牛群,但迈亚并不相信,反倒认为这位神明在胡言乱语。你想知道他说了些什么吗?因为在我看来,他的面容不仅流露出声音,更显现出清晰的话语,仿佛正要对迈亚说出这番言辞:“你昨日所生的儿子欺侮了我;因为我所珍爱的牛群,他已将它们投入大地之中,我不知究竟在大地的何处。他必定会丧命,且在牛群之前被扔入更深的深渊!”然而迈亚感到惊异,并不接受这番话。趁着二人仍在相互争执,赫尔墨斯立于阿波罗身后,轻盈地跃上其肩背,悄无声息地解下了弓箭;他在行窃时未被发觉,然而行窃之后却不可能不被认出。画家的巧思正在于此:他使阿波罗的面容冰释舒展,令其转怒为喜。那笑意十分含蓄克制,宛如喜悦战胜怒意后渐渐落于容颜之上。
ΑΜΦΙΑΡΕΩΣ. κζ. τὸ τοῖν δυοῖν ἅρμα ἵπποιν, το γὰρ ἐπὶ τεττάρων οὔπω τοῖς ἥρωσι διὰ χειρὸς ἦν, εἰ μὴ ἄρα Ἕκτορι τῷ θρασεῖ, φέρει τὸν Ἀμφιάρεων ἐκ Θηβῶν ἐπανιόντα, ὁπότε αὐτῷ ἡ γῆ λέγεται διασχεῖν, ὡς μαντεύοιτο ἐν τῇ Ἀττικῇ καὶ ἀληθεύοι σοφὸς ἐν πανσόφοις. ἑπτὰ οἱ Πολυνείκει τῷ Θηβαίῳ τὴν ἀρχὴν κατακτώμενοι οὐδεὶς ἐνόστησε3 πλὴν Ἀδράστου καὶ Ἀμφιάρεω, τοὺς δὲ λοιποὺς ἡ Καδμεία κατέσχεν. ἀπώλοντο δὲ οἱ μὲν ἄλλοι δόρασι καὶ λίθοις καὶ πελέκεσι, Καπανεὺς δὲ λέγεται κεραυνῷ βεβλῆσθαι, πρότερος, οἶμαι, κόμπῳ βαλὼν τὸν Δία. οὗτοι μὲν οὖν ἑτέρου λόγου, κελεύει δὲ ἡ γραφὴ βλέπειν ἐς μόνον τὸν Ἀμφιάρεων φεύγοντα κατὰ τῆς γῆς αὐτοῖς στέμμασι καὶ αὐτῇ δάφνῃ,4 καὶ οἱ ἵπποι λευκοὶ καὶ ἡ δίνη τῶν τροχῶν σπουδῆς ἔμπλεως καὶ τὸ ἆσθμα τῶν ἵππων ἀπὸ παντὸς τοῦ μυκτῆρος, ἀφρῷ δὲ ἡ γῆ διέρρανται καὶ ἡ χαίτη μετακλίνεται, διαβρόχοις τε ὑπὸ ἱδρῶτος οὖσι περίκειται λεπτὴ κόνις ἧττον μὲν καλοὺς ἀποφαίνουσα τοὺς ἵππους, ἀληθεστέρους δέ. ὁ δὲ Ἀμφιάρεως τὰ μὲν ἄλλα ὥπλισται, μόνου δὲ ἀμελεῖ κράνους ἀνιεὶς τὴν κεφαλὴν Ἀπόλλωνι, βλέπων ἱερὸν καὶ χρησμῶδες. γράφει δὲ καὶ τὸν Ὠρωπὸν νεανίαν ἐν γλαυκοῖς γυναίοις, τὸ δὴ ἐπὶ θαλάττῃ. γράφει καὶ τὸ φροντιστήριον τοῦ Ἀμφιάρεω ῥῆγμα ἱερὸν καὶ θειῶδες. αὐτοῦ καὶ Ἀλήθεια λευχειμονοῦσα, αὐτοῦ καὶ ὀνείρων πύλη, δεῖ γὰρ τοῖς ἐκεῖ μαντευομένοις ὕπνου, καὶ Ὄνειρος αὐτὸς ἐν ἀνειμένῳ τῶ εἴδει γέγραπται καὶ ἐσθῆτα ἔχει λευκὴν ἐπὶ μελαίνῃ, τό, οἶμαι, νύκτωρ αὐτοῦ καὶ μεθʼ ἡμέραν. ἔχει καὶ κέρας ἐν ταῖν χεροῖν, ὡς τὰ ἐνύπνια διὰ τῆς ἀληθοῦς ἀνάγων.
安菲阿剌俄斯 这辆双马战车——因为四马战车在英雄们手中尚未通行,或许唯独勇猛的赫克托耳除外——载着从忒拜归来的安菲阿剌俄斯,当时据说大地为他裂开,好使他在阿提卡宣示神谕,并在通达万事者中作为智者讲明真理。为忒拜人波吕涅克斯夺取统治权的七位将领中,除阿德剌斯托斯与安菲阿剌俄斯之外无人还乡,其余诸人皆被卡德摩斯之城扣留。其他人有的死于矛戈、落石与斧钺,而卡帕纽斯据传是被雷霆击中,我想,是因为他先用狂言击中了宙斯。不过这些属于另一段叙述;画作要求我们仅注视安菲阿剌俄斯一人,他连同神圣饰带与月桂冠一同潜逃入大地之下。战马通体雪白,车轮飞转充溢着仓皇之势,马匹的气喘自整个鼻孔喷涌而出;大地被泡沫溅湿,鬃毛向一侧倾倒,汗水湿透的身躯上附着一层薄尘,虽使骏马减损了艳丽,却更显真实逼真。安菲阿剌俄斯在其余部位皆披挂整齐,唯独省去了头盔,将裸露的头颅奉献给阿波罗,目光神圣而充满预言之气。画家还将奥罗波斯描绘为置身于青灰色女子之间的青年,以此标明其临海的方位。他还画出了安菲阿剌俄斯的冥想之所,那是一道神圣而充满神性的裂隙。那里有身着白衣的“真理”,亦有“梦境之门”——因为在彼处求神谕者需要睡眠——“梦神”自身亦被描绘为松弛舒展的姿态,黑衣之外套着一袭白袍,我想这象征着他的黑夜与白昼。他双手持角,意指他正引领梦境穿越真实之门而出。
- 1.25ὁ κομιδῇ παῖς ὁ ἔτι ἐν σπαργάνοις, ὁ τὰς βοῦς ἐς τὸ ῥῆγμα τῆς γῆς ἐλαύνων, ἔτι κἀκεῖνος ὁ συλῶν τοῦ Ἀπόλλωνος τὰ βέλη Ἑρμῆς οὗτος.
省略系词 ἐστί 的无动词句。三个带定冠词的分词短语及形容短语(ὁ κομιδῇ παῖς..., ὁ τὰς βοῦς ἐλαύνων, ὁ συλῶν...)构成主语的并列指称,由表语名词及指示代词 Ἑρμῆς οὗτος(“这便是赫尔墨斯”)收束全句。
- 1.25θυμὸν ἐκνικώσης ἡδονῆς
独立属格结构,用作前文 οἷος [γέλως](“正如……一般的笑容”)的情境与原因状语,表现喜悦战胜怒气并浮现于面容之上的情态。
- 1.26ἑπτὰ οἱ Πολυνείκει τῷ Θηβαίῳ τὴν ἀρχὴν κατακτώμενοι οὐδεὶς ἐνόστησε
悬空主格(nominative pendens)结构。句首的 ἑπτὰ οἱ... κατακτώμενοι(“为波吕涅克斯夺取统治权的七人”)以主格充当悬空话题,随后由主句的真正语法主语 οὐδεὶς(“无人”)以部分与整体的关系进行承接。
- 1.26αὐτοῖς στέμμασι καὶ αὐτῇ δάφνῃ
伴随与格(sociative dative),与强意代词 αὐτός 连用,意为“连同神圣饰带与月桂冠本身一并”(即在沉入地下时仍完整保留着祭司与先知的圣洁服饰标识)。
