← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.23-1.24

许阿铿托斯之死与安德罗斯岛的酒河

述者先是详析了一幅描绘阿波罗因西风之嫉误掷铁饼杀死许阿铿托斯、及其鲜血化为风信子的画作,继而转述了安德罗斯岛的画景:因狄俄倪索斯的恩典,岛上涌出葡萄酒之河,令岛民与特里同神皆沉醉于狂欢之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23

ΥΑΚΙΝΘΟΣ. κδ. ἀνάγνωθι τὴν ὑάκινθον, γέγραπται γάρ,1 καί φησιν ἀναφῦναι τῆς γῆς ἐπὶ μειρακίῳ καλῷ, καὶ θρηνεῖ αὐτὸ ἅμα τῷ ἦρι, γένεσιν, οἶμαι, παρʼ αὐτοῦ λαβοῦσα, ὅτε ἀπέθανε, καὶ μή σε λειμὼν ἀναβάλῃ τοῦτο, καὶ γὰρ ἐνταῦθα ἐκπέφυκεν, ὁποία τῆς γῆς ἀνέσχε. λέγει δὲ ἡ γραφὴ καὶ ὑακινθίνην εἶναι τῷ μειρακίῳ τὴν κόμην, καὶ τὸ αἷμα ἔμβιον τῇ γῇ πινόμενον ἐς οἰκεῖόν τι χρῶσαι τὸ ἄνθος. ῥεῖ δὲ ἀπʼ αὐτῆς τῆς κεφαλῆς, ἐμπεπτωκότος αὐτῇ τοῦ δίσκου. δεινὴ μὲν ἡ διαμαρτία καὶ οὐδὲ πιστὴ λέγεσθαι κατὰ τοῦ Ἀπόλλωνος· ἐπεὶ δὲ οὐ σοφισταὶ τῶν μύθων ἥκομεν, οὐδὲ ἀπιστεῖν ἕτοιμοι, θεαταὶ δὲ μόνον τῶν γεγραμμένων, ἐξετάσωμεν τὴν γραφήν, καὶ πρῶτόν τὴν βαλβῖδα τοῦ δίσκου. βαλβὶς διακέχωσται μικρὰ καὶ ἀποχρῶσα ἑνὶ ἑστῶτι, ἣ δὴ τὸ κατόπιν καὶ τὸ δεξιὸν σκέλος ἀνέχουσα πρανῆ τὰ ἔμπροσθεν ἐργάζεται καὶ κουφίζουσα θάτερον τοῖν σκελοῖν, ὃ χρὴ συναναπάλλεσθαι καὶ συμπορεύεσθαι τῇ δεξιᾷ. τὸ δὲ σχῆμα τοῦ δίσκον ἀνέχοντος ἐξαλλάξαντα τὴν κεφαλὴν ἐπὶ δεξιὰ χρὴ κυρτοῦσθαι2 τοσοῦτον, ὅσον ὑποβλέψαι τὰ πλευρὰ καὶ ῥιπτεῖν, οἷον ἀνιμῶντα καὶ προσεμβάλλοντα τοῖς δεξιοῖς πᾶσι. καὶ ὁ Ἀπόλλων οὕτω πως ἐδίσκευσεν, οὐ γὰρ ἂν ἄλλως ἀφῆκεν, ἐμπεσὼν δὲ ὁ δίσκος ἐς τὸ μειράκιον τὸ μὲν κεῖται ὑπʼ αὐτῷ γε τῷ δίσκῳ — Λακωνικὸν τὸ μειράκιον καὶ τὴν κνήμην ὀρθὸν καὶ δρόμων οὐκ ἀγύμναστον καὶ βραχίονα ὑπεγεῖρον ἤδη καὶ τὴν ὥραν τῶν ὀστῶν ὑπεκφαῖνον — ἀπέστραπται δὲ ὁ Ἀπόλλων ἔτι ἐφεστηκὼς τῇ βαλβῖδι καὶ κατὰ γῆς βλέπει. πεπηγέναι φήσεις αὐτόν, τοσοῦτον αὐτῷ τῆς ἐκπλήξεως ἐμπέπτωκεν. ἀμαθής γε ὁ Ζέφυρος νεμεσήσας αὐτῷ καὶ τὸν δίσκον ἐς τὸ μειράκιον ἐπαφείς, καὶ γέλως δοκεῖ τῷ ἀνέμῳ ταῦτα καὶ τωθάζει περιωπὴν ἔχων. ὁρᾷς δέ, οἶμαι, αὐτὸν ἐν πτηνῷ τῷ κροτάφῳ καὶ ἁβρῷ τῷ εἴδει, καὶ στέφανον φέρει πάντων ἀνθέων, μικρὸν δὲ ὕστερον καὶ τὴν ὑάκινθον αὐτοῖς ἐμπλέξει.

许阿铿托斯 读一读这株风信子吧,因为其上写着文字,它倾诉着自己是因一位俊美的少年而破土而生,并随着春日一同哀悼他;我想,它正是在少年死去时从他那里获得了生命;不要让草地使你将此事推迟,因为在这里它也同样绽放,正如当初从大地中挺立而出一般。画作还表明,少年的卷发如风信子般深邃,而大地吸收的鲜活血液,将花朵染成了同其自身相称的颜色。鲜血正是从头部流淌而下,因为铁饼砸中了那里。这是一次可怕的失误,若把这说在阿波罗身上,简直令人难以置信;但我们并非作为神话的论辩家来到此处,亦不愿存心怀疑,而仅作为画作的观赏者,因此让我们审视这幅图画,首先是掷铁饼的踏足基坛。这基坛堆砌得十分狭小,仅容一人伫立,它支撑着后部与右腿,使身躯前部自然前倾,并减轻另一条腿的负担,而那条腿正应当伴随右臂一同跃起向前。持铁饼者的姿态,应当是将头转向右侧,弯下身躯直至能俯视自己的胁腹,在投掷时宛如自下而上提引力量,将右半身的全部力道倾注而出。阿波罗大抵便是如此掷出铁饼的,否则他绝无法将之抛出;然而铁饼落在这位少年身上,他便倒在了铁饼之下——这是一个拉科尼亚少年,小腿挺直,深谙奔跑之道,手臂已然隐隐隆起筋肉,显露出骨骼的发育与健美——而阿波罗依然伫立在基坛之上,却已扭转身躯,凝视着地面。你会说他已凝固僵立,如此巨大的震骇击中了他。泽费罗斯嫉妒他,并将铁饼吹向少年,当真愚顽;对于这阵清风而言,这一切仿佛只是一场笑剧,他正立于高处眺望嘲弄。我想,你定能看见他生着双翼的鬓角与娇柔的容貌,头上戴着百花编成的冠冕,不久之后,他也将把风信子编织入其中。

§1.24

ΑΝΔΡΙΟΙ. κε. τὸ τοῦ οἴνου ῥεῦμα τὸ ἐν Ἄνδρῳ τῇ νήσῳ καὶ οἱ μεθύοντες τοῦ ποταμοῦ Ἄνδριοι λόγος εἰσὶ τῆς γραφῆς. Ἀνδρίοις γὰρ δὴ ἐκ Διονύσου ἡ γῆ ὕποινος ῥήγνυται καὶ ποταμὸν αὐτοῖς ἀναδίδωσιν, εἰ μὲν ἐνθυμηθείης ὕδωρ, οὔπω μέγαν, εἰ δὲ οἶνον, μέγας ὁ ποταμὸς καὶ θεῖος·3 ἔστι γὰρ τούτου ἀρυσαμένῳ Νείλου τε ὑπεριδεῖν4 καὶ Ἴστρου, καί που καὶ φάναι περὶ αὐτῶν, ὅτι κἀκεῖνοι βελτίους ἂν ἐδόκουν ὀλίγοι μέν, ἀλλὰ τοιοῦτοι ῥέοντες. καὶ ᾅδουσιν, οἶμαι, ταῦτα γυναίοις ἅμα καὶ παιδίοις ἐστεφανωμένοι κιττῷ τε καὶ σμίλακι, καὶ οἱ μὲν χορεύοντες ἐφʼ ἑκατέρας ὄχθης, οἱ δὲ κατακείμενοι. εἰκὸς δέ που κἀκεῖνα εἶναι τῆς ᾠδῆς, ὡς δόνακα μὲν Ἀχελῷος, Πηνειὸς δὲ Τέμπη φέρει, Πακτωλὸς δὲ ἄνθη λοιπόν, οὑτοσὶ δὲ ὁ ποταμὸς πλουσίους τʼ ἀποφαίνει καὶ δυνατοὺς τὰ ἐν ἀγορᾷ καὶ ἐπιμελεῖς τῶν φίλων καὶ καλοὺς καὶ τετραπήχεις ἐκ μικρῶν, ἔστι γὰρ κορεσθέντι αὐτοῦ συλλέγεσθαι ταῦτα καὶ ἐσάγεσθαι ἐς τὴν γνώμην. ᾅδουσι δέ που, ὅτι μόνος ποταμῶν οὗτος μήτε βουκολίοις ἐστὶ βατὸς μήθʼ ἵπποις, ἀλλʼ οἰνοχοεῖται μὲν ἐκ Διονύσου, πίνεται δὲ ἀκήρατος, μόνοις ἀνθρώποις ῥέων. ταυτὶ μὲν ἀκούειν ἡγοῦ καὶ ᾀδόντων αὐτὰ ἐνίων ʽκαἲ κατεψελλισμένων τὴν φωνὴν ὑπὸ τοῦ οἴνου. τὰ δὲ ὁρώμενα τῆς γραφῆς· ὁ μὲν ποταμὸς ἐν βοτρύων εὐνῇ κεῖται τὴν πηγὴν ἐκδιδοὺς ἄκρατός τε καὶ ὀργῶν τὸ εἶδος, θύρσοι δʼ αὐτῷ παραπεφύκασι, καθάπερ οἱ κάλαμοι τοῖς ὕδασι, παραμείψαντι δὲ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ ταῦτα συμπόσια Τρίτωνες ἤδη περὶ τὰς ἐκβολὰς ἀπαντῶντες ἀρύονται κόχλοις τοῦ οἴνου, καὶ τὸ μὲν πίνουσιν αὐτοῦ, τὸ δʼ ἀναφυσῶσιν, εἰσὶ δʼ οἳ καὶ μεθύουσι τῶν Τριτώνων καὶ ὀρχοῦνται. πλεῖ καὶ Διόνυσος ἐπὶ κῶμον τῆς Ἄνδρου καὶ καθώρμισται μὲν ἡ ναῦς ἤδη, Σατύρους δὲ ἀναμὶξ καὶ Ληνὰς ἄγει καὶ Σειληνός οἱ τὸν Γέλωτά τε ἄγει καὶ τὸν Κῶμον5 ἱλαρωτάτω καὶ ξυμποτικωτάτω δαίμονε, ὡς ἥδιστα ὁ ποταμὸς αὐτῷ τρυγῷτο.

安德罗斯人 安德罗斯岛上的葡萄酒之流与因河水而陶醉的安德罗斯人,乃是这幅画作的题材。对于安德罗斯人而言,因狄俄倪索斯的恩赐,大地蕴着酒气破裂开来,为他们涌现出一条河流;若将其视作寻常之水,它尚算不得浩大,但若视作美酒,这便是一条宏大而神圣的河流。因为痛饮过此河之水的人,甚至可以藐视尼罗河与伊斯特罗斯河,且多半会评价道:那些大河若能哪怕水流细狭、却也流淌出这般浆液,倒也显得更胜一筹了。我想,人们头戴常春藤与菝葜的冠冕,携同妇孺一同歌唱着这些,有的人在两岸起舞,有的人则斜倚横卧。歌声中多半还包含着这般词句:阿刻罗俄斯河孕育芦苇,珀涅俄斯河孕育坦佩谷,帕克托罗斯河今后只配孕育花朵,唯独此河能使人富足、在公民大会上雄辩有力、关照友人、容貌俊美,并从身材矮小化为四肘之高的伟岸身躯;因为饱饮此河之人,皆可聚敛这些美德并将之引入心智。他们想必还在歌唱:在万千河流中,唯有这条河既不可由牛群涉渡,亦不可由马匹踏足,而是由狄俄倪索斯斟出、未受任何玷污而被畅饮,仅仅为人类奔流不息。且当听见了这些歌声吧,其中甚至有些人的声音已被美酒浸得含混不清。至于画作中目力所及之景:河神斜倚在葡萄串铺就的卧榻之上,涌出泉源,其形貌纯美而充满勃勃生机;酒流两旁并排生出酒神杖,正如水流边生出芦苇一般;当河水穿过陆地及其上的这些宴饮之所,特里同神们已在河口迎接着,用海螺汲取葡萄酒,有的自顾痛饮,有的将其喷向高空,特里同神中甚至有几位已经酩酊大醉、翩翩起舞。狄俄倪索斯亦乘舟驶向安德罗斯岛的狂欢,船舶业已靠岸,他带领着混杂在一起的萨堤洛斯与狂女们;西勒诺斯则为他引来了“欢笑”与“狂欢”——这两位最开朗、最适于宴乐的神祇,好使这条河流能以最畅快惬意的方式为酒神所采撷。

语法注5 条
  1. 1.23ἀνάγνωθι τὴν ὑάκινθον, γέγραπται γάρ

    祈使动词 ἀνάγνωθι(“读吧”)与 γέγραπται(“写着”)搭配,将风信子花瓣上神话中代表哀叹声“AI AI”的花纹比作铭刻在花朵上的文字,因而此处要求的是字面意义上的“阅读文字”,而非单纯的“观赏”。

  2. 1.23τὸ δὲ σχῆμα τοῦ δίσκον ἀνέχοντος ἐξαλλάξαντα τὴν κεφαλὴν ἐπὶ δεξιὰ χρὴ κυρτοῦσθαι

    宾格分词 ἐξαλλάξαντα 与不定式 κυρτοῦσθαι 受非人称动词 χρή 支配,充当不定式的逻辑主语(泛指投掷者)。句首属格 τοῦ δίσκον ἀνέχοντος 修饰名词 σχῆμα(“持铁饼者的姿势”),随后转入宾格分词,符合 χρή 支配“宾格加不定式”的常见句法。

  3. 1.24εἰ μὲν ἐνθυμηθείης ὕδωρ, οὔπω μέγαν, εἰ δὲ οἶνον, μέγας ὁ ποταμὸς καὶ θεῖος

    这是一个混合条件句:条件从句使用无 ἄν 的希求法(ἐνθυμηθείης),表达一种假想的观察视角(“若你将其视作……”);而第一处主句以宾格 οὔπω μέγαν 修饰前文的 ποταμόν(受 ἀναδίδωσιν 支配),第二处主句则转为省略系动词的主格断言(“这条河便是宏大而神圣的”)。

  4. 1.24ἔστι γὰρ τούτου ἀρυσαμένῳ Νείλου τε ὑπεριδεῖν

    非人称动词 ἔστι(“可以/能够”)支配与格分词 ἀρυσαμένῳ(“对于汲取者而言”)与不定式 ὑπεριδεῖν(“藐视/俯视”)。τούτου 为动词 ἀρύομαι 所要求的部分属格,意为“从这(河水)中汲取”。

  5. 1.24Σειληνός οἱ τὸν Γέλωτά τε ἄγει καὶ τὸν Κῶμον

    与格代词 οἱ 充当利益与格,指代前文的核心主角狄俄倪索斯(即“为他引来”),而非语法上的主语西勒诺斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.23-1.24