← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.22

泉边凝视自身水中倒影的纳耳喀索斯

叙述者描摹了一幅画作:狩猎归来的少年纳耳喀索斯伫立在泉边,深深迷恋于自己的水中倒影;文中详尽刻画了周围的景致以及少年优美的交叠站姿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

ΝΑΡΚΙΣΣΟΣ. κγ. ἡ μὲν πηγὴ γράφει τὸν Νάρκισσον, ἡ δὲ γραφὴ τὴν πηγὴν καὶ τὰ τοῦ Ναρκίσσου πάντα. μειράκιον ἄρτι θήρας ἀπηλλαγμένον πηγῇ ἐφέστηκεν ἕλκον τινὰ ἐξ αὑτοῦ ἵμερον1 καὶ ἐρῶν τῆς ἑαυτοῦ ὥρας, ἀστράπτει δέ, ὡς ὁρᾷς, ἐς τὸ ὕδωρ. τὸ μὲν οὖν ἄντρον Ἀχελῴου καὶ Νυμφῶν, γέγραπται δὲ τὰ εἰκότα, φαύλου τε γὰρ τέχνης τὰ ἀγάλματα καὶ λίθου τοῦ ἐντεῦθεν, καὶ τὰ μὲν περιτέτριπται ὑπὸ τοῦ χρόνου, τὰ δὲ βουκόλων ἢ ποιμένων παῖδες περιέκοψαν ἔτι νήπιοι καὶ ἀναίσθητοι τοῦ θεοῦ, καὶ οὐδὲ ἀβάκχευτος ἡ πηγὴ τοῦ Διονύσου οἷον ἀναφήναντος αὐτὴν ταῖς Ληναῖς· ἀμπέλῳ γοῦν καὶ κιττῷ ἤρεπται καὶ ἕλιξε καλαῖς καὶ βοτρύων μετέσχηκε ʽκαἲ ὅθεν οἱ θύρσοι, κωμάζουσί τε ἐπʼ αὐτῇ σοφοὶ ὄρνιθες, ὡς ἑκάστου ἁρμονία, καὶ ἄνθη λευκὰ τῇ πηγῇ παραπέφυκεν οὔπω ὄντα, ἀλλʼ ἐπὶ τῷ μειρακίῳ φυόμενα. τιμῶσα δὲ ἡ γραφὴ τὴν ἀλήθειαν καὶ δρόσου τι λείβει ἀπὸ τῶν ἀνθέων, οἷς καὶ μέλιττα ἐφιζάνει τις, οὐκ οἶδα εἴτʼ ἐξαπατηθεῖσα ὑπὸ τῆς γραφῆς, εἴτε ἡμᾶς ἐξηπατῆσθαι χρὴ εἶναι αὐτήν.2 ἀλλʼ ἔστω. σὲ μέντοι, μειράκιον, οὐ γραφή τις ἐξηπάτησεν, οὐδὲ χρώμασιν ἢ κηρῷ προστέτηκας, ἀλλʼ ἐκτυπῶσάν σε τὸ ὕδωρ, οἷον εἶδες αὐτό, οὐκ οἶσθα, οὔτε τὸ τῆς πηγῆς ἐλέγχεις σόφισμα, νεῦσαι δέον3 καὶ παρατρέψαι τοῦ εἴδους καὶ τὴν χεῖρα ὑποκινῆσαι καὶ μὴ ἐπὶ ταὐτοῦ ἑστάναι, σὺ δʼ, ὥσπερ ἑταίρῳ ἐντυχὼν τἀκεῖθεν περιμένεις. εἶτά σοι ἡ πηγὴ μύθῳ χρήσεται; οὗτος μὲν οὖν οὐδ’ ἐπαίει τι ἡμῶν, ἀλλʼ ἐμπέπτωκεν ἐπὶ τὸ ὕδωρ αὐτοῖς ὠσὶ καὶ αὐτοῖς ὄμμασιν, αὐτοὶ δὲ ἡμεῖς, ὥσπερ γέγραπται, λέγωμεν. ὀρθὸν ἀναπαύεται ἐναλλάξαν τὼ πόδε τὸ μειράκιον4 καὶ ὑπέχον πεπηγότι τῷ ἀκοντίῳ ἐν ἀριστερᾷ, ἡ δεξιὰ δὲ περιῆκται ἐς τὸ ἰσχίον ἀνασχεῖν τε αὐτὸν καὶ σχῆμα πράττειν ἐκκειμένων τῶν γλουτῶν διὰ τὴν τῶν ἀριστερῶν ἔκκλισιν. δεικνύει δὲ ἡ χεὶρ ἀέρα μέν, καθʼ ὃ κυρτοῦται ὁ ἀγκών, ῥυτίδα δὲ καθʼ ὃ στρεβλοῦται ὁ καρπὸς καὶ σκιὰν παρέχεται συνιζάνουσα ἐς τὸ θέναρ, λοξαὶ δʼ αἱ ἀκτῖνες τῆς σκιᾶς διὰ τὴν ἔσω ἐπιστροφὴν τῶν δακτύλων. τὸ δὲ ἐν τῷ στέρνῳ ἆσθμα οὐκ οἶδα εἴτε κυνηγετικὸν ἔτι, εἴτε ἤδη ἐρωτικόν· τό γε μὴν ὄμμα ἱκανῶς ἐρῶντος, τὸ γὰρ χαροπὸν αὐτοῦ καὶ γοργὸν ἐκ φύσεως πραύνει τις ἐφιζάνων ἵμερος, δοκεῖ δʼ ἴσως καὶ ἀντερᾶσθαι, βλεπούσης αὐτὸν τῆς σκιᾶς, ὡς ὑπʼ αὐτοῦ ὁρᾶται, πολλὰ καὶ περὶ τῆς κόμης ἐλέχθη ἄν, εἰ θηρῶντι αὐτῷ ἐνετύχομεν, μυρίαι γὰρ αὐτῆς αἱ κινήσεις ἐν τῷ δρόμῳ, καὶ μᾶλλον, ἐπειδὰν ὑπὸ ἀνέμου τινὸς ἔμπνους γένηται, τύχοι δʼ ἂν καὶ νῦν λόγου· ἀμφιλαφοῦς γὰρ οὔσης αὐτῆς καὶ οἷον χρυσῆς τὸ μὲν οἱ τένοντες ἐφέλκονται, τὸ δʼ ὑπὸ τῶν ὤτων κρίνεται, τὸ δὲ τῷ μετώπῳ ἐπισαλεύει, τὸ δὲ τῇ ὑπήνῃ ἐπιρρεῖ. ἴσοι τε ἄμφω οἱ Νάρκισσοι τὸ εἶδος ἴσον ἐμφαίνοντες ἀλλήλων, πλὴν ὅσον ὁ μὲν ἔκκειται τοῦ ἀέρος, ὁ δὲ τὴν πηγὴν ὑποδέδυκεν. ἐφέστηκε γὰρ τὸ μειράκιον ὕδατι ἑστῶτι, μᾶλλον δὲ ἀτενίζοντι ἐς αὐτὸ καὶ οἷον διψῶντι τοῦ κάλλους.

纳耳喀索斯 泉水描画着纳耳喀索斯,而画作则描画着泉水以及纳耳喀索斯的一切。一个刚结束狩猎的少年伫立在泉边,从自身汲取某种渴望,恋慕着自己的韶华之美;正如你所见,他向水中放射着容光。这座洞窟属于阿刻罗俄斯与宁芙们,画中所绘之物皆恰如其分:雕像技艺拙劣,取材于当地石料;有的已被时光磨蚀,有的则在牧牛人或牧羊人的孩童尚且稚嫩、不知敬神时被敲残碰碎。泉水亦非与巴克科斯无缘,仿佛正是狄俄倪索斯为勒奈埃女信徒们使之喷涌而出;无论如何,泉上覆盖着葡萄藤、常春藤与曼妙的卷须,生有葡萄串以及酒神杖所取材之物;灵巧的飞鸟在泉边欢鸣,各有各的谐音;泉边生出白色的花朵,这些花此前未曾有过,却因这少年而正破土绽放。画作尊重真实,甚至让露珠从花瓣上滴落,其上还落着一只蜜蜂——不知是蜜蜂被画作所骗,还是我们理当受骗以为它是一只真蜂。不过,且随它去吧!然而,少年啊,欺骗你的并非画作,你亦非因颜料或蜂蜡而销魂神伤;但水依你望向它时的原样映出了你,你却茫然不知,亦未能识破泉水的把戏;本该点头示意、偏转容姿、稍稍挪动手臂、莫要保持同一姿势立在那里,你却仿佛遇见了同伴,等待着对面的回应。难道这泉水会与你搭话吗?这个人根本听不见我们的一丝声息,他的双耳与双眼早已深深坠入水中;就让我们自己按照画中所绘的那样细细道来吧。这少年两脚交叠,身形直立而憩,左手倚着刺入地面的短矛,右手则绕至胯部,既为支撑身体,又藉由左半身的倾斜摆出腰臀凸显的姿势。手臂在手肘弯曲处露出空隙,在手腕拧转处显出道道褶皱,并随着向掌心收拢而投下阴影,因手指内敛,阴影的线条亦倾斜而落。他胸口的急促喘息,我不知究竟仍是狩猎所致,抑或已因情爱而起;然而他的眼眸无疑是一位恋人的眼眸,因那与生俱来的明亮与锐利,已被一种萦绕其上的渴望所抚柔;由于水中的倒影正以他凝视它的目光凝视着他,他或许似乎以为自己也同样被深爱着。倘若我们在他狩猎时遇见他,关于其秀发本可大书特书,因奔驰之中发丝的变幻无穷无尽,当它被清风拂动之时尤甚;即便在眼下,它也值得称道:那发丝丰盈如金,一部分垂向颈项的筋腱,一部分为双耳所分,一部分在额前拂动,一部分则垂落至腮边的初髭。两个纳耳喀索斯彼此对称,显现出彼此相同的容貌,唯一的区别仅在于一个袒露于虚空大气之中,另一个则隐没于泉水之下。因为少年正伫立在一汪静水之上——毋宁说,是一汪正凝视着他、仿佛正渴求着他的美貌的水。

语法注4 条
  1. 1.22ἕλκον τινὰ ἐξ αὑτοῦ ἵμερον

    分词 ἕλκον 与 μειράκιον 一致。介词短语 ἐξ αὑτοῦ 表示从自身汲取渴望(ἵμερον),突显这种恋情并非因外部对象而生,而是由他自身的容颜自发诱引而出的独特性。

  2. 1.22εἴτε ἡμᾶς ἐξηπατῆσθαι χρὴ εἶναι αὐτήν

    间接选择疑问句 εἴτε... εἴτε... 的后半部分。非人称动词 χρή 支配带宾格主语 ἡμᾶς 的完成时不定式 ἐξηπατῆσθαι,后者又支配进一步的不定式短语 εἶναι αὐτήν(“误以为它是一只真蜂”)。

  3. 1.22νεῦσαι δέον

    由非人称动词 δεῖ 的中性单数分词 δέον 构成的宾格绝对独立结构(accusative absolute),带有“本应当……”的转折与让步意味,统领其后的一连串不定式(νεῦσαι, παρατρέψαι, ὑποκινῆσαι, ἑστάναι)。

  4. 1.22ὀρθὸν ἀναπαύεται ἐναλλάξαν τὼ πόδε τὸ μειράκιον

    中性形容词 ὀρθόν 用作谓语性/副词性修饰,与 ἀναπαύεται 连用(“挺直地站立小憩”)。τὼ πόδε 为双数宾格,作不定过去时分词 ἐναλλάξαν 的直接宾语(“两脚交叠”),生动刻画了古典雕塑中典型的对偶倒置(contrapposto)站姿。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.22