← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.20-1.21

吹笛的奥林波斯与捕获萨堤罗斯的弥达斯

第一幅画赞美了奥林波斯俯临水面倒影吹奏长笛的美态;第二幅画描绘了弥达斯用美酒注入泉水捕获熟睡的萨堤罗斯,并暗示了弥达斯长着驴耳的秘密。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

ΟΛΥΜΠΟΣ. κα. τίνι αὐλεῖς, Ὄλυμπε; τί δὲ ἔργον μουσικῆς ἐν ἐρημίᾳ; οὐ ποιμήν σοι πάρεστιν, οὐκ αἰπόλος, οὐδὲ Νύμφαις αὐλεῖς, αἳ καλῶς ἄν ὑπωρχήσαντο τῷ αὐλῷ, μαθὼν δὲ οὐκ οἶδʼ ὅ τι χαίρεις τῷ ἐπὶ τῇ πέτρᾳ ὕδατι καὶ βλέπεις ἐς αὐτό. τί μετέχων αὐτοῦ; καὶ γὰρ οὔτε κελαρύζει σοι πρὸς τὸν αὐλὸν οὔτε διαμετροῦμέν σοι τὴν ἡμέραν,1 οἵ γε βουλοίμεθα ἂν καὶ ἐς νύκτα σε ἀποτεῖναι τὸ αὔλημα. εἰ δὲ τὸ κάλλος ἀνακρίνεις, τοῦ ὕδατος ἀμέλει, ἡμεῖς γὰρ ἱκανώτεροι λέξαι τὰ ἐν σοὶ ἅπαντα· τὸ μὲν ὄμμά σοι χαροπόν, πολλὰ δὲ αὐτοῦ πρὸς τὸν αὐλὸν τὰ κέντρα, ὀφρὺς δὲ αὐτῷ περιβέβληται διασημαίνουσα τὸν νοῦν τῶν αὐλημάτων, ἡ παρειὰ δὲ πάλλεσθαι δοκεῖ καὶ οἷον ὑπορχεῖσθαι τῷ μέλει, τὸ πνεῦμα δὲ οὐδὲν ἐπαίρει τοῦ προσώπου ὑπὸ τοῦ ἐν τῷ αὐλῷ εἶναι, ἡ κόμη τε οὐκ ἀργὴ οὔτε κεῖται καθάπερ ἐν ἀστικῷ μειρακίῳ λιπῶσα, ἀλλʼ ἐγήγερται μὲν ὑπὸ τοῦ αὐχμοῦ, παρέχεται δὲ αὐχμηρὸν οὐδὲν ἐν ὀξείᾳ καὶ χλωρᾷ τῇ πίτυι. καλὸς γὰρ ὁ στέφανος καὶ δεινὸς ἐπιπρέψαι τοῖς ἐν ὥρᾳ, τὰ δὲ ἄνθη παρθένοις ἀναφυέσθω καὶ γυναίοις ἔρευθος ἑαυτὰ ἐργαζέσθω. φημί σοι καὶ τὰ στέρνα οὐ πνεύματος ἔμπλεα εἶναι μόνον, ἀλλὰ καὶ ἐννοίας μουσικῆς καὶ διασκέψεως τῶν αὐλημάτων. μέχρι τούτων σε τὸ ὕδωρ γράφει κατακύπτοντα ἐς αὐτὸ ἀπὸ τῆς πέτρας, εἰ δὲ ἑστηκότα ἔγραφεν, οὐκ ἂν εὐσχήμονα τὰ ὑπὸ τῷ στέρνῳ ἔδειξεν, ἐπιπόλαιοι γὰρ αἱ μιμήσεις τῶν ὑδάτων ὑπὸ τοῦ συνιζάνειν ἐν αὐτοῖς τὰ μήκη.2 τὸ δὲ καὶ κλύζεσθαί σοι τὴν σκιὰν3 ἔστω μὲν καὶ παρὰ τοῦ αὐλοῦ τὴν πηγὴν καταπνέοντος, ἔστω δὲ καὶ παρὰ τοῦ Ζεφύρου ταῦτα πάντα, διʼ ὃν καὶ σὺ ἐν τῷ αὐλεῖν καὶ ὁ αὐλὸς ἐν τῷ πνεῖν καὶ ἡ πηγὴ ἐν τῷ καταυλεῖσθαι.

奥林波斯 你在为谁吹笛,奥林波斯?在这荒寂之处,音乐又有何用?没有牧羊人伴你身旁,没有牧山羊人,你也不是在为宁芙们吹奏——她们本可以在笛声中优美起舞;可你不知领会了什么,竟自乐于岩石上的泉水,凝神注视着它。你从中能得到什么?它既不会和着你的笛声潺潺作响,我们也不曾用它为你计量白昼的时辰——我们这些人本恨不得你将笛声一直延展至深夜。若是你在审视自己的美貌,就莫管那泉水,因为我们远比它更能道尽你身上的诸般曼妙:你的眼眸清澈明亮,其中多有投向笛管的热切意致;覆于其上的眉毛,正昭示着曲调的情致;你的面颊似乎在微微颤动,宛如随着乐曲翩翩起舞;你的气息并未使面孔有丝毫鼓胀,因它全然贯注于笛管之中;你的秀发既非疏于修饰,也不像城里少年那般油亮服帖,而是因干燥而蓬松微扬,但在尖挺苍翠的松枝冠冕中却丝毫不显枯槁。这冠冕极为俊美,最宜装点风华正茂之人;且让鲜花为少女盛开,为妇人带去红晕吧。我且告诉你,你的胸膛不仅充满了气息,更充满了音乐的灵思与对笛曲的推敲。泉水只画出你从岩石上俯身就水直至胸口的部位;倘若画出你站立的模样,胸部以下便难免显失匀称,因为水中长形收缩,倒影本就浅近失真。至于你的倒影泛起涟漪,姑且算作是向下吹拂泉水的笛子所致,也算作全是西风之功吧——正因为西风,你才沉浸于吹奏,笛管才得以吞吐气息,泉水才得以沐浴在笛声之中。

§1.21

ΜΙΔΑΣ. κβ. καθεύδει ὁ Σάτυρος, καὶ ὑφειμένῃ τῇ φωνῇ περὶ αὐτοῦ λέγωμεν, μὴ ἐξεγείρηται καὶ διαλύσῃ τὰ ὁρώμενα. Μίδας αὐτὸν οἴνῳ τεθήρακεν ἐν Φρυγίᾳ περὶ αὐτά, ὡς ὁρᾷς, τὰ ὄρη, τὴν κρήνην οἰνοχοήσας, ἐν ᾗ κεῖται παραβλύζων τοῦ οἴνου ἐν τῷ ὕπνῳ. Σατύρων δὲ ἡδὺ μὲν τὸ σφοδρόν, ὅτε ὀρχοῦνται, ἡδὺ δὲ τὸ βωμολόχον, ὅτε μειδιῶσι, καὶ ἐρῶσιν οἱ γενναῖοι καὶ ὑποποιοῦνται τὰς Λυδὰς αἰκάλλοντες αὐτὰς τέχνῃ. κἀκεῖνο αὐτῶν ἔτι· σκληροὶ γράφονται καὶ ἄκρατοι τὸ αἷμα καὶ περιττοὶ τὰ ὦτα καὶ κοῖλοι τὸ ἰσχίον, ἀγέρωχοι πάντα καὶ τὸ ἐπὶ τὰ οὐραῖα ἵπποι. τὸ δὲ θήραμα τοῦ Μίδου τοῦτο γέγραπται μὲν ὅσα ἐκεῖνοι, καθεύδει δὲ ὑπὸ τοῦ οἴνου τὸ ἆσθμα ἕλκων ὡς ἐκ μέθης, καὶ ἡ μὲν κρήνη πέποται αὐτῷ ῥᾷον ἢ ἑτέρῳ κύλιξ, αἱ δὲ Νύμφαι χορεύουσι τωθάζουσαι τὸν Σάτυρον ἐπὶ τῷ καθεύδειν. ὡς ἁβρὸς ὁ Μίδας, ὡς δὲ ῥᾴθυμος ς3 μίτρας ἐπιμελεῖται καὶ βοστρύχου καὶ θύρσον φέρει καὶ στολὴν ἔγχρυσον. ἰδοὺ καὶ ὦτα μεγάλα, ὑφʼ ὧν ἡδεῖς οἱ ὀφθαλμοὶ δοκοῦντες ὑπνηλοὶ φαίνονται καὶ μεθέλκουσι τὴν ἡδονὴν ἐς τὸ νωθρὸν αἰνιττομένης σπουδῇ τῆς γραφῆς ἐκμεμηνῦσθαι ταῦτʼ ἤδη καὶ διαδεδόσθαι τοῖς ἀνθρώποις ἐν καλάμῳ,4 μὴ κατασχούσης τῆς γῆς ἃ ἤκουσεν.

弥达斯 那萨堤罗斯正在熟睡,让我们压低声音谈论他,免得他惊醒过来,打碎眼前的这幅景致。弥达斯在弗吕吉亚借着美酒捕获了他,正如你所见,就在这几座山岭周围,弥达斯将酒斟入泉中,萨堤罗斯正躺在泉边,在睡梦中喷吐着酒气。谈及萨堤罗斯,当他们起舞时,那股狂放令人欣喜;当他们微笑时,那份滑稽亦叫人愉悦;这些风流之徒坠入爱河,以机巧的阿谀奉承讨得吕底亚女子的欢心。他们还有如下特征:在画中他们体格粗壮,气血炽烈,双耳硕大,腰臀凹陷,处处透着傲慢不逊,尾部则宛如骏马。弥达斯的这个猎物身上描摹着同类的一切特征,却因美酒而昏睡,如宿醉般沉重地喘息;对他而言,饮干整眼泉水竟比旁人喝干一杯酒还要容易。宁芙们翩翩起舞,嘲弄着酣睡的萨堤罗斯。弥达斯是何等娇贵,又是何等怠惰!他精心打理着头巾与卷发,手持酒神杖,身披织金锦袍。看那双大耳朵,在它的衬托下,原本显得秀美的眼眸显得睡意沉沉,将欢愉拖入迟钝的萎靡之中;画面正煞费苦心地暗示着,这些秘密已被芦苇泄露并传遍人间,因为大地无法守住它所听闻的一切。

语法注4 条
  1. 1.20οὔτε διαμετροῦμέν σοι τὴν ἡμέραν

    此处理解为借用法庭上用水钟(clepsydra)计量发言时间的城邦惯用法所作的比喻。承接前文的“水”(ὕδωρ),意指听众绝非在用水钟来限制奥林波斯吹奏的时间。

  2. 1.20ὑπὸ τοῦ συνιζάνειν ἐν αὐτοῖς τὰ μήκη

    由介词 ὑπό 与冠词引导的属格不定式构成的因果短语,意为“因为在水中纵向长度发生收缩(产生透视形变)”。它解释了水中倒影之所以显得扁平、浅近(ἐπιπόλαιοι)的光学原理。

  3. 1.20τὸ δὲ καὶ κλύζεσθαί σοι τὴν σκιὰν

    带冠词的不定式短语置于句首,充当提引话题的关系对格(或绝对主格),意为“至于你的倒影泛起涟漪这一现象……”。其原因由后文并列的两个祈使语气动词 ἔστω…… ἔστω 分别赋予笛声与西风。

  4. 1.21ἐν καλάμῳ

    介词 ἐν 表示手段或媒介。结合后文“大地无法守住听闻的一切”,此处典指密达斯长着驴耳的秘密被理发师埋入地下后、经由风中摇曳的芦苇传遍人间的神话,意为“借由芦苇”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.20-1.21