← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.18-1.19

变身海豚的第勒尼安海盗与沉睡的奥林波斯

第19章描绘了狄奥尼索斯的圣船与企图伏击他的第勒尼安海盗船之间的对比,展示了海盗们被变为海豚的奇迹;第20章则描绘了吹笛后沉睡的美少年奥林波斯,以及围拢在他身边被其倾倒的萨堤罗斯们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18

ΤΥΡΡΗΝΟΙ. ιθ. ναῦς θεωρὶς καὶ ναῦς λῃστρική. τὴν μὲν Διόνυσος εὐθύνει, τὴν δʼ ἐμβεβήκασι Τυρρηνοὶ λῃσταὶ τῆς περὶ αὐτοὺς θαλάττης. ἡ μὲν δὴ ἱερὰ ναῦς βακχεύει ἐν αὐτῇ ὁ Διόνυσος1 καὶ ἐπιρροθοῦσιν αἱ Βάκχαι, ἁρμονία δέ, ὁπόση ὀργιάζει, κατηχεῖ τῆς θαλάττης, ἡ δὲ ὑπέχει τῷ Διονύσῳ τὰ ἑαυτῆς νῶτα, καθάπερ ἡ Λυδῶν γῆ, ἡ δὲ ἑτέρα ναῦς μαίνονται καὶ τῆς εἰρεσίας ἐκλανθάνονται, πολλοῖς δὲ αὐτῶν καὶ ἀπολώλασιν ἤδη αἱ χεῖρες. τίς ἡ γραφή; τὸν Διόνυσον, ὦ παῖ, λοχῶσι Τυρρηνοὶ λόγου ἐς αὐτοὺς ἥκοντος, ὡς θῆλύς τε εἴη καὶ ἀγύρτης καὶ χρυσοῦς τὴν ναῦν ὑπὸ τοῦ ἐν αὐτῇ πλούτου γύναιά τε αὐτῷ ὁμαρτοίη Λύδια καὶ Σάτυροι καὶ αὐληταὶ καὶ ναρθηκοφόρος γέρων καὶ οἶνος Μαρώνειος καὶ αὐτὸς ὁ Μάρων, καὶ Πᾶνας αὐτῷ ξυμπλεῖν ἀκούοντες ἐν εἴδει τράγων αὐτοὶ μὲν ἄξεσθαι τὰς Βάκχας, αἶγας δὲ ἀνήσειν ἐκείνοις, ἃς ἡ Τυρσηνῶν γῆ βόσκει. ἡ μὲν οὖν λῃστρικὴ ναῦς τὸν μάχιμον πλεῖ τρόπον, ἐπωτίσι τε γὰρ κατεσκεύασται καὶ ἐμβόλῳ καὶ σιδηραῖ αὐτῇ χεῖρες καὶ αἰχμαὶ καὶ δρέπανα ἐπὶ δοράτων, ὡς δʼ ἐκπλήττοι τοὺς ἐντυγχάνοντας καὶ θηρίον τι αὐτοῖς ἐκφαίνοιτο, γλαυκοῖς μὲν γέγραπται χρώμασι, βλοσυροῖς δὲ κατὰ πρῷραν ὀφθαλμοῖς οἷον βλέπει, λεπτὴ δὲ ἡ πρύμνα καὶ μηνοειδής, καθάπερ τὰ τελευτῶντα τῶν ἰχθύων. ἡ δὲ τοῦ Διονύσου ναῦς τὰ μὲν ἄλλα πέτρᾳ μοι δοκεῖ διεικάσθαι, φολιδωτὴ δὲ ὁρᾶται τὰ ἐς πρύμναν κυμβάλων αὐτῇ παραλλὰξ ἐνηρμοσμένων, ἵνʼ, εἰ καὶ Σάτυροί ποτε ὑπὸ τοῦ οἴνου καθεύδοιεν, ὁ Διόνυσος μὴ ἀψοφητὶ πλέοι, τὴν δὲ πρῷραν ἐς χρυσῆν πάρδαλιν εἴκασταί τε καὶ ἐξῆκται. φιλία δὲ τῷ Διονύσῳ πρὸς τὸ ζῷον, ἐπειδὴ θερμότατον τῶν ζῴων ἐστὶ καὶ πηδᾷ κοῦφα καὶ ἴσα εὐάδι. ὁρᾷς γοῦν καὶ αὐτὸ τὸ θηρίον συμπλεούσας τῷ Διονύσῳ καὶ πηδώσας ἐπὶ τοὺς Τυρρηνοὺς μήπω κελεύοντος, θύρσος δὲ οὑτοσὶ ἐκ μέσης νεὼς ἐκπέφυκε τὰ τοῦ ἱστοῦ πράσσων, καὶ ἱστία μεθῆπται ἁλουργῆ μεταυγάζοντα ἐν τῷ κόλπῳ, χρυσαῖ δὲ ἐνύφανται Βάκχαι ἐν Τμώλῳ καὶ Διονύσου τὰ ἐν Λυδίᾳ. κατηρεφῆ δὲ τὴν ναῦν ἀμπέλῳ καὶ κιττῷ φαίνεσθαι καὶ βότρυς ὑπὲρ αὐτῆς αἰωρεῖσθαι θαῦμα μέν, θαυμασιωτέρα δὲ ἡ πηγὴ τοῦ οἴνου, ὡς κοίλη αὐτὸν ἡ ἐκμήνας ἐντρέχουσι τοῖς Τυρρηνοῖς ἰδέαι δελφίνων οὔπω ἐθάδων, οὐδὲ ἐγχωρίων τῇ θαλάττῃ, καὶ τῷ μὲν τὰ πλευρὰ κυάνεα, τῷ δʼ ὀλισθηρὰ τὰ στέρνα, τῷ δʼ ἐκφύεται λοφιὰ παρὰ τῷ μεταφρένῳ, ὁ δὲ ἐκδίδωσι τὰ οὐραῖα, καὶ τῷ μὲν ἡ κεφαλὴ φρούδη, τῷ δὲ λοιπή, τῷ δʼ ἡ χεὶρ ὑγρά, ὁ δʼ ὑπὲρ τῶν ποδῶν ἀπιόντων βοᾷ. ὁ δὲ Διόνυσος ἐκ πρῴρας γελᾷ ταῦτα καὶ κελεύει τοῖς Τυρρηνοῖς τὰ μὲν εἴδη ἰχθύσιν ἐξ ἀνθρώπων, τὰ δὲ ἤθη χρηστοῖς ἐκ φαύλων.2 ὀχήσεται γοῦν μικρὸν ὕστερον Παλαίμων ἐπὶ δελφῖνος οὐδὲ ἐγρηγορὼς οὗτος, ἀλλʼ ὕπτιος ἐπʼ αὐτοῦ καθεύδων, καὶ Ἀρίων δὲ ὁ ἐπὶ Ταινάρῳ δηλοῖ τοὺς δελφῖνας ἑταίρους τε εἶναι ἀνθρώποις καὶ ᾠδῆς φίλους καὶ οἵους παρατάξασθαι πρὸς λῃστὰς ὑπὲρ ἀνθρώπων καὶ μουσικῆς.

第勒尼安人 一艘是圣船,一艘是海盗船:前者由狄奥尼索斯掌舵,后者则坐满了出没于周围海域的第勒尼安海盗。说到那艘圣船,狄奥尼索斯在其中狂欢,巴克科斯女信徒们欢呼呼应,一切狂乱仪式的乐声响彻海面,大海如同吕底亚的土地一般,向狄奥尼索斯献出自己的脊背;而在另一艘船上,水手们陷入疯癫,忘却了划桨,他们中许多人的双手已经脱落。画中描绘的是什么?孩子,第勒尼安人正在伏击狄奥尼索斯,因为有传言传入他们耳中,说他既柔弱如妇人又是个江湖术士,因船中满载财富而船身金碧辉煌,随行有吕底亚妇人、萨堤罗斯、笛手、手持茴香枝的老人、马罗尼亚美酒以及马隆本人;听说还有形如公山羊的潘神与他同行,他们便打算夺走女信徒据为己有,而将第勒尼安土地所牧养的山羊让给潘神。那艘海盗船以作战的架势航行,因它装备了吊猫架与撞角,备有铁爪、长矛以及长柄镰刀;为了震慑遭遇者,并让自己在他们眼中显得如同一只怪兽,船身涂抹着灰蓝色的颜料,船首仿佛以凶狠的眼睛凝视前方,船尾修长呈月牙形,就像游鱼的尾端。然而狄奥尼索斯的船,在其他方面依我看恰似一块岩石,向着船尾的部分则因交错嵌合的钹而显得鳞片斑驳,这是为了防止万一萨堤罗斯因醉酒酣睡,狄奥尼索斯也不致在寂静无声中航行;船首被塑造成一只腾起的金色猎豹。狄奥尼索斯喜爱这种兽类,因它是最炽热的生灵,腾跃轻盈,恰如狂乱的女信徒。你看,这些猛兽正与狄奥尼索斯同行,甚至未等他下令,就向第勒尼安人扑跃而去。立于船中央的这根酒神杖代行桅杆之职,其上挂着深红色的风帆,在帆腹中流光溢彩,上面用金线织就了特摩罗斯山上的女信徒以及狄奥尼索斯在吕底亚的伟业。整艘船被葡萄藤与常春藤覆盖,其上垂挂着一串串葡萄,这固然令人惊叹,但那酒泉更为奇妙,当凹陷的船身……令他们陷入狂乱后,尚未习惯也不属于大海的海豚形象在第勒尼安人身上奔涌显现:有的人两侧肋部变得青黑,有的人胸膛变得光滑,有的人背部隆起背鳍,有的人伸展开尾鳍,有的人头颅已逝,有的人尚存头颅,有的人双手消融,有的人则对着正在消失的双足放声惊呼。狄奥尼索斯在船首对此大笑,命令第勒尼安人由人化作鱼形,由邪恶化为良善。总之,不久之后帕莱蒙就将骑在海豚背上,而且并非醒着,乃是仰卧其上酣睡;泰纳隆岬角的阿里翁也表明,海豚是人类的伙伴、歌声的朋友,是那种能为了人类与音乐挺身对抗海盗的生灵。

§1.19

ΣΑΤΥΡΟΙ. κ. κελαιναὶ μὲν τὸ χωρίον, ὅσον αἱ πηγαὶ καὶ τὸ ἄντρον, ἐκποδὼν δὲ Μαρσύας ἢ ποιμαίνων ἢ μετὰ τὴν ἔριν. μὴ ἐπαίνει τὸ ὕδωρ· καὶ γὰρ εἰ πότιμόν τε καὶ γαληνὸν γέγραπται, ποτιμωτέρῳ ἐντεύξῃ τῷ Ὀλύμπῳ. καθεύδει δὲ μετὰ τὴν αὔλησιν ἁβρὸς ἐν ἁβροῖς ἄνθεσι συγκεραννὺς τὸν ἱδρῶτα τῇ τοῦ λειμῶνος δρόσῳ, καὶ ὁ Ζέφυρος ἐκκαλεῖ αὐτὸν προσπνέων τῇ κόμῃ, ὁ δὲ ἀντιπνεῖ τῷ ἀνέμῳ ἕλκων τὸ ἀπὸ τοῦ στέρνου ἆσθμα, κάλαμοί τε αὐλοῦντες ἤδη παράκεινται τῷ Ὀλύμπῳ3 καὶ σιδήρια ἔτι, οἷς ἐπιτρυπῶνται οἱ αὐλοί. ἐρῶντες δὲ αὐτοῦ Σατύρων τις ἀγέλη καταθεῶνται τὸ μειράκιον ἐρυθροὶ καὶ σεσηρότες, ὁ μὲν τοῦ στέρνου θιγεῖν δεόμενος, ὁ δὲ ἐμφῦναι τῇ δέρῃ, ὁ δὲ σπάσαι τι ἐπιθυμῶν φίλημα, ἄνθη τε ἐπιπάττουσι καὶ προσκυνοῦσιν ὡς ἄγαλμα, ὁ σοφώτατος δὲ αὐτῶν ἔτι θερμοῦ θατέρου τοῦ αὐλοῦ τὴν γλῶτταν ἀνασπάσας ἐσθίει καὶ τὸν Ὄλυμπον οὕτω φιλεῖν οἴεται, φησὶ δὲ καὶ ἀπογεύσασθαι τοῦ πνεύματος.

萨堤罗斯 这地方就泉水与洞穴而言是凯莱奈,而玛息阿则不在近旁,要么在放牧,要么已在比试之后离去。莫要称赞那泉水;因为纵然它被画得甘冽而宁静,你却会发现奥林波斯更加甘甜宜人。他在吹奏长笛之后,娇柔地在娇艳的花丛中入眠,将汗水融于草地的朝露;西风吹拂他的秀发呼唤着他,他则从胸口吸取气息,对着微风回呼;已经能够鸣奏的苇笛正放在奥林波斯身旁,还有用来在笛管上钻孔的铁器。一群爱慕他的萨堤罗斯正凝视着这少年,个个满脸涨红、咧嘴痴笑:一个祈求抚摸他的胸膛,一个想要搂抱他的颈项,一个渴望攫取一个亲吻;他们向他洒下花朵,奉若神像般膜拜;而他们中最狡黠的一个,趁其中一支笛管尚存温热,拔出其簧片吃着,以为这便是亲吻了奥林波斯,甚至声称品尝到了他的气息。

语法注3 条
  1. 1.18ἡ μὲν δὴ ἱερὰ ναῦς βακχεύει ἐν αὐτῇ ὁ Διόνυσος

    句首的 ἡ μὲν δὴ ἱερὰ ναῦς 虽为主格,却并非后续动词 βακχεύει 的主语,而是作为话题独立置于句首(悬垂主格 / 破格构文),由紧接着的 ἐν αὐτῇ 所承接。紧随其后的 ἡ δὲ ἑτέρα ναῦς μαίνονται 亦呈现同样结构,单数主格的名词“船”在语义上转换成了复数水手作为 μαίνονται 的主语。

  2. 1.18κελεύει τοῖς Τυρρηνοῖς τὰ μὲν εἴδη ἰχθύσιν ἐξ ἀνθρώπων, τὰ δὲ ἤθη χρηστοῖς ἐκ φαύλων

    此句中动词 κελεύει 支配与格 τοῖς Τυρρηνοῖς,省略了不定式 εἶναι 或 γενέσθαι。与格 ἰχθύσιν 和 χρηστοῖς 充当表语补足语,整个结构意为“命令第勒尼安人身形由人变为鱼,品性由邪恶变为善良”。

  3. 1.19κάλαμοί τε αὐλοῦντες ἤδη παράκεινται τῷ Ὀλύμπῳ

    现在主动分词 αὐλοῦντες 修饰 κάλαμοι(苇管、笛管),字面为“正在吹奏/发声的苇管”,在此表示这些苇管已加工成型、“已能发声奏乐的芦笛”,或指刚刚还在演奏的笛管。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.18-1.19