← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.17

巴克科斯信徒撕碎彭透斯

解说者描绘了画中奇泰戎山上狂乱的女信徒撕碎彭透斯的惨状,随后转向底比斯城内清醒后的女人们对遗体的拼凑与悲痛,以及卡德摩斯和哈耳摩尼亚化为巨蟒的变形过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

ΒΑΚΧΑΙ. ιη. γέγραπται μέν, ὦ παῖ, καὶ τὰ ἐν τῷ Κιθαιρῶνι, Βακχῶν χοροὶ καὶ ὕποινοι πέτραι καὶ νέκταρ ἐκ βοτρύων καὶ ὡς γάλακτι τὴν βῶλον ἡ γῆ λιπαίνει, καὶ ἰδού, κιττὸς ἕρπει καὶ ὄφεις ὀρθοὶ καὶ θύρσοι καὶ δένδρα, οἶμαι, μέλι στάζοντα. καὶ ἥδε σοι ἡ ἐλάτη χαμαὶ γυναικῶν ἔργον ἐκ Διονύσου μέγα, πέπτωκε δὲ τὸν Πενθέα ἀποσεισαμένη ταῖς Βάκχαις ἐν εἴδει λέοντος,1 αἱ δὲ καὶ ξαίνουσι τὸ θήραμα μήτηρ ἐκείνη καὶ ἀδελφαὶ μητρὸς αἱ μὲν ἀπορρηγνῦσαι τὰς χεῖρας, ἡ δὲ ἐπισπῶσα τὸν υἱὸν τῆς χαίτης. εἴποις δʼ ἄν, ὡς καὶ ἀλαλάζουσιν, οὕτως εὔιον αὐταῖς τὸ ἆσθμα. Διόνυσος δὲ αὐτὸς μὲν ἐν περιωπῇ τούτων ἕστηκεν ἐμπλήσας τὴν παρειὰν χόλου, τὸν δὲ οἶστρον προσβακχεύσας ταῖς γυναιξίν· οὔτε ὁρῶσι γοῦν τὰ δρώμενα καὶ ὁπόσα ἱκετεύει ὁ Πενθεύς, λέοντος ἀκούειν φασὶ βρυχωμένου. ταυτὶ μὲν τὰ ἐν τῷ ὄρει, τὰ δὲ ἐγγὺς ταῦτα, Θῆβαι ἤδη καὶ Κάδμου στέγη καὶ θρῆνος ἐπὶ τῇ ἄγρᾳ καὶ συναρμόττουσιν οἱ προσήκοντες τὸν νεκρόν, εἴ πη σωθείη τῷ τάφῳ. πρόκειται καὶ ἡ κεφαλὴ τοῦ Πενθέως οὐκέτι ἀμφίβολος, ἀλλʼ οἵα καὶ τῷ Διονύσῳ ἐλεεῖν, νεωτάτη καὶ ἁπαλὴ τὴν γένυν καὶ πυρσὴ τὰς κόμας, ἃς οὔτε κιττὸς ἤρεψεν οὔτε σμίλακος ἢ ἀμπέλου κλῆμα οὔτε αὐλὸς ἔσεισέ τις οὔτε οἶστρος. ἐρρώννυτο μὲν ὑπʼ αὐτῶν, καὶ ἐρρώννυεν αὐτάς, ἐμαίνετο δὲ αὐτὸ τὸ μὴ μετὰ Διονύσου μαίνεσθαι.2 ἐλεεινὰ καὶ τὰ τῶν γυναικῶν ἡγώμεθα, οἷα μὲν γὰρ ἐν τῷ Κιθαιρῶνι ἠγνόησαν, οἷα δὲ ἐνταῦθα γιγνώσκουσιν! ἀπολέλοιπε δὲ αὐτὰς οὐχ ἡ μανία μόνον, ἀλλὰ καὶ ἡ ῥώμη, καθʼ ἣν ἐβάκχευσαν. κατὰ μὲν γὰρ τὸν Κιθαιρῶνα ὁρᾷς, ὡς μεσταὶ τοῦ ἄθλου φέρονται συνεξαίρουσαι τὴν ἠχὼ τοῦ ὄρους, ἐνταῦθα δὲ καθίστανται καὶ ἐς νοῦν τῶν βεβακχευμένων ἥκουσιν, ἱζάνουσαί τε κατὰ τῆς γῆς τῆς μὲν ἐς γόνατα ἡ κεφαλὴ βρίθει, τῆς δὲ ἐς ὦμον,3 ἡ δʼ Ἀγαυὴ περιβάλλειν μὲν τὸν υἱὸν ὥρμηκε, θιγεῖν δὲ ὀκνεῖ. προσμέμικται δʼ αὐτῇ τὸ τοῦ παιδὸς αἷμα τὸ μὲν ἐς χεῖρας, τὸ δὲ ἐς παρειάν, τὸ δὲ ἐς τὰ γυμνὰ τοῦ μαζοῦ. ἡ δὲ Ἁρμονία καὶ ὁ Κάδμος εἰσὶ μέν, ἀλλʼ οὐχ οἵπερ ἦσαν, δράκοντε γὰρ ἤδη ἐκ μηρῶν γίγνονται, καὶ φολὶς αὐτοὺς ἤδη ἔχει, φροῦδοι πόδες, φροῦδοι γλουτοί, καὶ ἡ μεταβολὴ τοῦ εἴδους ἕρπει ἄνω. οἱ δὲ ἐκπλήττονται καὶ περιβάλλουσιν ἀλλήλους, οἷον ξυνέχοντες τὰ λοιπὰ τοῦ σώματος, ὡς ἐκεῖνα γοῦν αὐτοὺς μὴ φύγοι.

酒神女信徒 孩子,画中所绘还有奇泰戎山上的景象:巴克科斯女信徒们的舞蹈、渗着美酒的岩石、由葡萄串流出的琼浆,以及大地如何用乳汁润泽泥土;看啊,常春藤在蔓延,灵蛇直立,还有酒神杖,我想树木也在滴落蜂蜜。看你面前倒在地上的这棵枞树,正是女人们在狄奥尼索斯驱使下的壮举;它将化为狮子模样的彭透斯抖落给女信徒们之后便倾倒在地。她们正在将猎物撕成碎片:那一位是母亲,还有母亲的姐妹们,姐妹们撕裂他的双臂,母亲则抓着儿子的头发将他拉向自己。你甚至可以说她们正在发出欢呼狂叫,她们的喘息是如此充满酒神的狂乱。狄奥尼索斯本人则立于俯瞰这一切的高处,双颊填满怒容,将狂躁的毒刺注入这些女人心中;总之,她们根本看不见正在发生的事,无论彭透斯怎样哀求,她们都说自己听到的是雄狮的怒吼。这些是山间的景象;而近处的这幅,则已是底比斯、卡德摩斯的府邸、对猎获物的哀恸,亲人们正在拼凑遗体,以求或能将其完整收殓入土。彭透斯的头颅也陈列在旁,不再面目难辨,而是连狄奥尼索斯也会为之生怜的模样:极其年轻,下颌柔嫩,生着一头赤褐色的秀发,那头发未曾受常春藤加冕,未曾被菝葜或葡萄枝缠绕,也未曾因长笛或狂乱而战栗摇曳。他曾因这头秀发而青春焕发,也赋予这头发以英姿,但他狂乱正狂乱在不愿与狄奥尼索斯一同狂乱。让我们也怜悯这些女人吧,因为在奇泰戎山她们是何等蒙昧无知,在这里领悟到的又是何等残酷的真相!离开她们的不仅是癫狂,还有当初供她们狂奔肆虐的气力。因为在奇泰戎山上,正如你所见,她们满怀竞逐的狂热奔行飞驰,激荡起山谷的回声;而在这里,她们平静下来,神智归于清醒,意识到方才狂乱中的所作所为,颓然坐在地上:一个人的头沉重地垂在膝头,另一个人的头垂在肩上,阿高厄虽急切想要拥抱儿子,却又不敢触碰。儿子的鲜血粘在她身上,有的在手上,有的在颊边,有的在她袒露的胸脯上。哈耳摩尼亚和卡德摩斯固然也在场,却已非昔日模样;从大腿往下,他们正化为两条巨蟒,鳞片已爬满下身,双足已逝,臀部已逝,身形的蜕变正向上蔓延。他们惊骇万分,紧紧相拥,仿佛要留住残留的躯体,好让至少那些部分不致从他们身上溜走。

语法注3 条
  1. 1.17ἐν εἴδει λέοντος

    介词短语 ἐν εἴδει λέοντος(以狮子的形态)作 τὸν Πενθέα 的修饰语,表明在陷入狂乱的巴克科斯女信徒眼中,彭透斯显现为一头雄狮,这与下文提到她们自认听到雄狮咆哮的幻觉相呼应。

  2. 1.17ἐμαίνετο δὲ αὐτὸ τὸ μὴ μετὰ Διονύσου μαίνεσθαι

    主语为前文描写的彭透斯本人。冠词引导的不定式短语 αὐτὸ τὸ μὴ μετὰ Διονύσου μαίνεσθαι(不与狄奥尼索斯一同狂乱本身)作内因宾格或状语性质的修饰语,构成了“他因拒绝参与酒神的狂乱本身而陷入了另一种狂乱”的反讽性悖论。

  3. 1.17ἱζάνουσαί τε κατὰ τῆς γῆς τῆς μὲν ἐς γόνατα ἡ κεφαλὴ βρίθει, τῆς δὲ ἐς ὦμον

    阴性复数主格分词 ἱζάνουσαι(颓然坐在地上)统摄这群妇女整体,但随后句子转向由部分属格 τῆς μὲν ... τῆς δὲ 与单数主语、谓语 ἡ κεφαλὴ βρίθει(头颅沉重下垂)构成的“整体与部分”句式(破格连接/全体与部分同格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.17