- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
画面描绘了俄诺玛奥斯因战车被毁而倾覆溃败,以及珀罗普斯与希波达弥亚在竞逐获胜后两情相悦的情景,并展现了被杀求婚者土冢上的繁花。
ΙΠΠΟΔΑΜΕΙΑ. ιζ. ἡ μὲν ἔκπληξις ἐπʼ Οἰνομάῳ τῷ Ἀρκάδι, οἱ δὲ ἐπʼ αὐτῷ βοῶντες, ἀκούεις γάρ που, ἥ τε Ἀρκαδία ἐστὶ καὶ ὁπόσον ἐκ τῆς Πελοποννήσου. πέπτωκε δὲ συντριβὲν τὸ ἅρμα τέχνῃ Μυρτίλου, τὸ δὲ ἵππων σύγκειται τεττάρων, τουτὶ γὰρ ἐς μὲν τὰ πολεμικὰ οὔπω ἐθαρσεῖτο, οἱ δὲ ἀγῶνες ἐγίγνωσκόν τε αὐτὸ καὶ ἐτίμων, καὶ οἱ Λυδοὶ δὲ φιλιππότατοι ὄντες ἐπὶ μὲν Πέλοπος τέθριπποί τε ἦσαν ἤδη καὶ ἁρματῖται, μετὰ ταῦτα δὲ τετραρρύμου τε ἥψαντο καὶ λέγονται πρῶτοι τοὺς ὀκτὼ σχεῖν. ὅρα, παῖ, τοὺς μὲν τοῦ Οἰνομάου, ὡς δεινοί τέ εἰσι καὶ σφοδροὶ ὁρμῆσαι λύττης τε καὶ ἀφροῦ μεστοί, τουτὶ δὲ περὶ τοὺς Ἀρκάδας εὕροις ἂν μάλιστα, καὶ ὡς μέλανες, ἐπειδὴ ἐπʼ ἀτόποις καὶ οὐκ εὐφήμοις ἐζεύγνυντο, τοὺς δὲ τοῦ Πέλοπος, ὡς λευκοί τέ εἰσι καὶ τῇ ἡνίᾳ πρόσφοροι πειθοῦς τε ἑταῖροι καὶ χρεμετίζοντες ἥμερόν τι καὶ εὐξύνετον τῆς νίκης, τόν τε Οἰνόμαον, ὡς ἴσα καὶ Διομήδης ὁ Θρᾷξ βάρβαρός τε κεῖται καὶ ὠμὸς τὸ εἶδος. οἶμαι δὲ οὐδὲ τῷ Πέλοπι ἀπιστήσεις, ὡς1 Ποσειδῶν ποτε αὐτὸν ἠγάσθη τῆς ὥρας οἰνοχοοῦντα ἐν Σιπύλῳ τοῖς θεοῖς καὶ ἀγασθεὶς ἀνέθηκεν ἐς τουτὶ τὸ ἅρμα μειράκιόν γε ἤδη ὄντα. τὸ δὲ ἅρμα ἴσα τῇ γῇ τὴν θάλατταν διαστείχει, καὶ οὐδὲ ῥανὶς ἀπʼ αὐτῆς πηδᾷ ἐς τὸν ἄξονα, βεβαία δὲ καὶ τῇ γῇ ἐοικυῖα ὑπόκειται τοῖς ἵπποις. τὸν μὲν οὖν δρόμον ὁ Πέλοψ τε καί ἡ Ἱπποδάμεια νικῶσιν ἐφεστηκότε ἄμφω τῷ ἅρματι κἀκεῖ συζυγέντε, ἀλλήλων δὲ οὕτως ἥττησθον, ὡς ἐν ὁρμῇ τοῦ περιβάλλειν εἶναι. ἔσταλται δὲ ὁ μὲν τὸν Λύδιόν τε καὶ τὸν ἁβρὸν τρόπον ἡλικίαν τε καὶ ὥραν ἄγων, ἣν καὶ μικρῷ πρόσθεν εἶδες, ὅτε τοὺς ἵππους τὸν Ποσειδῶνα ἐξῄτει, ἡ δʼ ἔσταλται τὸν γαμικὸν τρόπον ἄρτι τὴν παρειὰν ἀνακαλύπτουσα, ὅτε ἐς ἀνδρὸς ἥκειν νενίκηται.2 πηδᾷ καὶ Ἀλφειὸς ἐκ τῆς δίνης κοτίνου τινὰ ἐξαίρων στέφανον τῷ Πέλοπι προσελαύνοντι τῇ ὄχθῃ. τὰ δὲ ἐν τῷ ἱπποδρόμῳ σήματα οἱ μνηστῆρες ἐκεῖ ἐθάπτοντο,3 οὓς ἀποκτείνων ὁ Οἰνόμαος ἀνεβάλλετο τὸν τῆς θυγατρὸς γάμον ἐπὶ τρισκαίδεκα ἤδη νέοις. ἀλλὰ ἡ γῆ νῦν ἄνθη φύει περὶ τοῖς σήμασιν, ὡς μετέχοιέν τι κἀκεῖνοι τοῦ στεφανοῦσθαι δοκεῖν ἐπὶ τῇ τοῦ Οἰνομάου δίκῃ.
希波达弥亚 那片震惊针对的是阿卡迪亚人俄诺玛奥斯,而对着他高声呼喊的——想必你也能听到——是阿卡迪亚以及整个伯罗奔尼撒的人们。那辆战车因密尔提罗斯的诡计而破碎倾覆;它由四匹马拉成,因为这四马之车当时尚不敢用于战阵,然而各竞技会却熟识并推崇它;吕底亚人本就极嗜马,在珀罗普斯时代便已驾御四马并乘战车,此后他们更采用了四辕之车,据说还是首个驾御八马的民族。孩子,看那俄诺玛奥斯的马匹,它们何其可畏凶猛、勇于冲撞,满是狂暴与涎沫——这一点在阿卡迪亚的马匹上尤为多见——又是何等黝黑,因它们是被套于怪异而不祥之图谋;再看珀罗普斯的马匹,它们通体洁白且顺服于缰绳,甘作听命之伴侣,嘶鸣声温和并宛如明悉胜利;还有俄诺玛奥斯,就像色雷斯人狄俄墨得斯一样,横躺在地,显得野蛮而面相残暴。我想你对于珀罗普斯也不会怀疑:波塞冬当年在西皮罗斯见他为众神斟酒,曾惊艳于其青春韶华,并在赞赏之余将已长成少年的他置于这辆战车之上。战车驰过海面犹如陆地,连一滴水花都不曾溅上车轴,坚实如大地的海面铺展在马蹄之下。于是珀罗普斯与希波达弥亚双双立于战车之上,赢得了这场竞逐,并在车上结为伉俪;但他们彼此倾倒于对方,以至正欲相拥。他的装束采吕底亚式典雅风貌,带着你方才见他向波塞冬求马时的年岁与风华;她则依新娘的风貌着装,在这注定归于夫君的胜利时刻,正揭开面颊的面纱。阿尔菲奥斯河神亦从漩涡中跃出,为驱车驶向岸边的珀罗普斯托起一顶野橄榄枝的花冠。至于赛马场上的那些土冢,求婚者们便葬身于此;俄诺玛奥斯通过屠杀他们,在已杀害十三位青年之后一再推迟女儿的婚事。但大地如今在冢旁吐露繁花,好使他们在俄诺玛奥斯伏诛受罚之际,也仿佛分得了一丝被饰以花冠的荣耀。
- 1.16οἶμαι δὲ οὐδὲ τῷ Πέλοπι ἀπιστήσεις, ὡς...
提前句式(prolepsis)。τῷ Πέλοπι 作为动词 ἀπιστήσεις 的与格补足语先行置于主句,其具体内涵则由 ὡς 引导的从句展开,意为“对于珀罗普斯曾蒙受波塞冬宠爱一事,料想你也不会生疑”。
- 1.16ὅτε ἐς ἀνδρὸς ἥκειν νενίκηται
νενίκηται 为完成时被动态,搭配不定式 ἐς ἀνδρὸς ἥκειν(嫁入夫家),引申表示因比赛结果的判定而“注定/已被赢取从而嫁入夫家”。
- 1.16τὰ δὲ ἐν τῷ ἱπποδρόμῳ σήματα οἱ μνηστῆρες ἐκεῖ ἐθάπτοντο
破格构词(anacoluthon)与悬垂主格(nominativus pendens)。句首的 τὰ δὲ ἐν τῷ ἱπποδρόμῳ σήματα 作为话题提示被先行提引,随后承接主谓结构 οἱ μνηστῆρες ἐκεῖ ἐθάπτοντο,其墓冢的主题通过地点副词 ἐκεῖ 得到了呼应与接续。
