← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.15

帕西法厄与制作木牛的代达罗斯

为迎合帕西法厄对公牛的痴恋,代达罗斯在作坊中率领诸厄罗斯合力制造中空木牛,而画外的公牛则专心凝视真母牛,对盛装的帕西法厄不屑一顾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

ΠΑΣΙΦΑΗ. ις. ἡ Πασιφάη τοῦ ταύρου ἐρᾷ καὶ ἱκετεύει τὸν Δαίδαλον σοφίσασθαί τινα πειθὼ τοῦ θηρίου, ὁ δὲ ἐργάζεται βοῦν κοίλην παραπλησίαν ἀγελαίᾳ βοὶ τοῦ ταύρου ἐθάδι. καὶ ἥτις μὲν ἡ εὐνὴ σφῶν ἐγένετο, δηλοῖ τὸ τοῦ Μινωταύρου εἶδος, ἀτόπως συντελεσθὲν τῇ φύσει, γέγραπται δὲ οὐχ ἡ εὐνὴ νῦν, ἀλλʼ ἐργαστήριον μὲν τοῦτο πεποίηται τῷ Δαιδάλῳ, περιέστηκε δὲ αὐτὸν ἀγάλματα τὰ μὲν ἐν μορφαῖς, τὰ δὲ ἐν τῷ διορθοῦσθαι, διαβεβηκότα ἤδη καὶ ἐν ἐπαγγελίᾳ τοῦ βαδίζειν, τοῦτο δὲ ἄρα ἡ πρὸ Δαιδάλου ἀγαλματοποιία οὔπω ἐς νοῦν ἐβέβλητο. αὐτὸς δὲ ὁ Δαίδαλος ἀττικίζει μὲν καὶ τὸ εἶδος ὑπέρσοφόν τι καὶ ἔννουν βλέπων, ἀττικίζει δὲ καὶ αὐτὸ τὸ σχῆμα, φαιὸν γὰρ τρίβωνα τοῦτον ἀμπέχεται προσγεγραμμένης αὐτῷ καὶ ἀνυποδησίας, ᾗ μάλιστα δὴ οἱ Ἀττικοὶ κοσμοῦνται. κάθηται δὲ ἐφʼ ἁρμονίᾳ τῆς βοὸς καὶ τοὺς Ἔρωτας ξυνεργοὺς ποιεῖται τοῦ μηχανήματος, ὡς Ἀφροδίτης τι αὐτῷ ἐπιδέον.1 ἐναργεῖς μὲν τῶν Ἐρώτων καὶ οἱ τὸ τρύπανον, ὦ παῖ, στρέφοντες, καί, νὴ Δίʼ, οἱ τῷ σκεπάρνῳ λεαίνοντες τὰ μήπω ἠκριβωμένα τῆς βοὸς καὶ οἱ σταθμώμενοι τὴν ξυμμετρίαν, ἐφʼ ἧς ἡ δημιουργία βαίνει, οἱ δὲ ἐπὶ τοῦ πρίονος ἔννοιάν τε ὑπερβεβλήκασι πᾶσαν καὶ σοφίαν, ὁπόση χειρός τε καὶ χρωμάτων. σκόπει γάρ· πρίων ἐμβέβληται τῷ ξύλῳ καὶ διῆκται αὐτοῦ ἤδη, διάγουσι δὲ αὐτὸν οὗτοι οἱ Ἔρωτες ὁ· μὲν ἐκ τῆς γῆς, ὁ δʼ ἀπὸ μηχανῆς ὀρθουμένω τε καὶ προνεύοντε.2 τουτὶ δὲ ἐναλλὰξ ἡγώμεθα, ὁ μὲν γὰρ νένευκεν ὡς ἀναστησόμενος, ὁ δὲ ἀνέστηκεν ὡς νεύσων, καὶ ὁ μὲν ἀπὸ τῆς γῆς ἐπὶ τὸ στέρνον ἀναπέμπει τὸ ἆσθμα, ὁ δʼ ἀπὸ τοῦ μετεώρου καὶ τὴν γαστέρα πίμπλαται κάτω συνερείδων τὼ χεῖρε. ἡ Πασιφάη δὲ ἔξω περὶ τὰ βουκόλια περιαθρεῖ τὸν ταῦρον, οἰομένη προσάξεσθαι αὐτὸν τῷ εἴδει καὶ τῇ στολῇ θεῖόν τι ἀπολαμπούσῃ καὶ ὑπὲρ πᾶσαν ἶριν, βλέπει τε ἀμήχανον, καὶ γὰρ γιγνώσκει, ὁποίων ἐρᾷ, καὶ περιβάλλειν τὸ θηρίον ὥρμηκεν, ὁ δὲ τῆς μὲν οὐδὲν ξυνίησι, βλέπει δὲ τὴν ἑαυτοῦ βοῦν, γέγραπται δὲ ὁ μὲν ταῦρος ἀγέρωχός τε καὶ ἡγεμὼν τῆς ἀγέλης, εὔκερώς τε καὶ λευκὸς καὶ βεβηκὼς καὶ βαθὺς τὴν φάρυγγα καὶ πίων τὸν αὐχένα καὶ ἱλαρὸν βλέπων ἐς τὴν βοῦν, ἡ δὲ ἀγελαία τε καὶ ἄνετος καὶ λευκὴ πᾶσα ἐπὶ μελαίνῃ τῇ κεφαλῇ,3 ἀπαξιοῖ δὲ τὸν ταῦρον, σκίρτημα γὰρ ὑποφαίνει κόρης δή τινος ὑποφευγούσης ἐραστοῦ ὕβριν.

帕西法厄 帕西法厄爱上了那头公牛,并恳求代达罗斯施展某种巧计来引诱这头畜生;代达罗斯便制作了一头中空的母牛,酷似公牛所熟悉的同群母牛。他们的结合是怎样的,米诺陶洛斯的形态已然道明,那是违逆自然、怪异而成的产物。不过此刻画中所绘并非那次结合,而是为代达罗斯布置的作坊,他身旁环立着诸尊雕像,有的已具雏形,有的尚在修整之中,且已然迈开双足、呈欲步行之态——这在代达罗斯之前的雕刻工艺中显然是尚未被构想出来的。代达罗斯本人不仅面容带着阿提卡人的神韵,流露出极富才智与沉思的神采,其装束亦是阿提卡式的:他身披这件粗糙的灰褐斗篷,画中亦添绘出他不着履的赤足,这正是阿提卡人最为崇尚的风尚。他坐在母牛拼接处旁,让爱神厄罗斯们作为器械的帮手,仿佛这件装置尚且欠缺些许阿佛洛狄忒的神力。孩子,那些转动钻孔器的厄罗斯们栩栩如生,指宙斯起誓,那些用锛刀削平母牛尚未规整之处的,以及那些测量工艺所依循之比例的,亦皆逼真传神;然而负责拉锯的几位,则超越了一切构想以及手工与色彩所能达致的极致技艺。你看:锯齿已切入木料并已将其贯穿,这些厄罗斯们一在地面、一在架上将锯拉扯往复,一人直身一人俯倾。我们应当将此理解为交替的动作:因一人俯身仿佛正欲挺起,另一人挺身仿佛正欲俯倾;身在地面者将喘息吸升至胸口,身处高处者则双手向下使劲而连腹部也鼓胀起来。帕西法厄则在牛群外围环顾注视着公牛,自以为能凭美貌和那熠熠生辉若神明、胜过一切彩虹的华服吸引它;她的目光透着无计可施的神态,因为她深知自己所恋慕的是何物,并一心想要拥抱这头猛兽。公牛却对她一无所知,只凝视着属于自己的母牛。画中的公牛倨傲不群,身为牛群之领袖,角形优美,通体洁白,步履稳健,咽喉宽深,颈项肥硕,欢悦地望着那头母牛;而那头母牛则自由漫步于群中,黑首而全身雪白,对公牛不屑一顾,展现出的跳跃姿态犹如避让追求者非礼行径的少女。

语法注3 条
  1. 1.15ὡς Ἀφροδίτης τι αὐτῷ ἐπιδέον

    连词 ὡς 引出的独立对格(accusative absolute)结构,由非人称动词 ἐπιδεῖ 的现在分词中性单数对格 ἐπιδέον 构成。表示代达罗斯驱使厄罗斯们协助造牛的主观动机或由头,意为“仿佛该装置(αὐτῷ)尚且欠缺些许(τι)阿佛洛狄忒之力”。

  2. 1.15ὀρθουμένω τε καὶ προνεύοντε

    阳性主格双数(dual)现在分词,与下文中的双数对格 τὼ χεῖρε 一同体现了古典希腊语双数形式的规范用法。修饰锯木的两位厄罗斯(οὗτοι οἱ Ἔρωτες),刻画两者协调互动的动作:“(二人)挺直身躯并向前俯身”。

  3. 1.15ἐπὶ μελαίνῃ τῇ κεφαλῇ

    介词 ἐπί 接与格,在此表示空间叠加或对比限定(“在黑色的牛头之上”或“除了黑色的头部之外”)。与前面 λευκὴ πᾶσα(通体洁白)相对照,准确描摹出母牛除头部呈黑色外通体雪白的花色特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.15