← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.13-1.14

塞墨勒之火与沉睡的阿里阿德涅

第14幅画《塞墨勒》描绘了幼年狄俄尼索斯在雷火中降生以及喀泰戎山悲泣的景象;随后的第15幅画《阿里阿德涅》则展现了被忒修斯遗弃而熟睡的阿里阿德涅,以及沉醉于爱欲中悄然走向她的狄俄尼索斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13

ΣΕΜΕΛΗ. ιδ. βροντὴ ἐν εἴδει σκληρῷ καὶ Ἀστραπὴ σέλας ἐκ τῶν ὀφθαλμῶν ἱεῖσα πῦρ τε ῥαγδαῖον ἐξ οὐρανοῦ τυραννικῆς οἰκίας ἐπειλημμένον1 λόγου τοιοῦδε, εἰ μὴ ἀγνοεῖς, ἅπτεται· πυρὸς νεφέλη περισχοῦσα τὰς Θήβας ἐς τὴν τοῦ Κάδμου στέγην ῥήγνυται κωμάσαντος ἐπὶ τὴν Σεμέλην τοῦ Διός, καὶ ἀπόλλυται μέν, ὡς δοκοῦμεν, ἡ Σεμέλη, τίκτεται δὲ Διόνυσος, οἶμαι, νὴ Δία, πρὸς τὸ πῦρ, καὶ τὸ μὲν τῆς Σεμέλης εἶδος ἀμυδρὸν διεκφαίνεται ἰούσης ἐς οὐρανόν, καὶ αἱ Μοῦσαι αὐτὴν ἐκεῖ ᾅσονται, ὁ δὲ Διόνυσος τῆς μὲν μητρὸς ἐκθρώσκει ῥαγείσης τὴν γαστέρα, τὸ δὲ πῦρ ἀχλυῶδες ἐργάζεται φαιδρὸν αὐτός, οἷον ἀστήρ τις, ἀστράπτων. διασχοῦσα δὲ ἡ φλὸξ ἄντρον τι τῷ Διονύσῳ σκιαγραφεῖ παντὸς ἥδιον Ἀσσυρίου τε καὶ Λυδίου, ἕλικές τε γὰρ περὶ αὐτὸ τεθήλασι καὶ κιττοῦ κόρυμβοι καὶ ἤδη καὶ ἄμπελοι καὶ θύρσου δένδρα οὕτω τι ἑκούσης ἀνασχόντα τῆς γῆς, ὡς κἀν τῷ πυρὶ εἶναι ἔνια. καὶ οὐ χρὴ θαυμάζειν, εἰ στεφανοῖτο πῦρ ἐπὶ τῷ Διονύσῳ ἡ γῆ,2 ἥ γε καὶ συμβακχεύσει αὐτῷ καὶ οἶνον ἀφύσσειν ἐκ πηγῶν δώσει γάλα τε οἷον ἀπὸ μαζῶν ἕλκειν τὸ μὲν ἐκ βώλου, τὸ δὲ ἐκ πέτρας. ἄκουε τοῦ Πανός, ὡς τὸν Διόνυσον ᾅδειν ἔοικεν ἐν κορυφαῖς τοῦ Κιθαιρῶνος, ὑποσκιρτῶν εὔιον. ὁ Κιθαιρὼν δὲ ὀλοφύρεται ἐν εἴδει ἀνθρώπου τὰ μικρὸν ὕστερον ἐν αὐτῷ ἄχη καὶ κιττοῦ φέρει στέφανον ἀποκλίνοντα τῆς κεφαλῆς, στεφανοῦται γὰρ δὴ αὐτῷ σφόδρα ἄκων, ἐλάτην τε αὐτῷ παραφυτεύει Μέγαιρα καὶ πηγὴν ἀναφαίνει ὕδατος ἐπὶ τῷ Ἀκταίωνος, οἶμαι, καὶ Πενθέως αἵματι.

塞墨勒 粗暴形态的雷鸣、眼中射出闪光的电光,以及自天而降吞噬王宫的暴烈烈火,想必你不会不知,正是触及了这样一段故事:当宙斯化作狂欢者来到塞墨勒处时,一团包围忒拜的烈火之云在卡德摩斯的屋顶上炸裂开来;如我们所想,塞墨勒化为灰烬,而狄俄尼索斯——指宙斯起誓——我想正是迎着烈火诞生了。塞墨勒的身形在升往天界时隐约透现,缪斯们将在那里为她歌唱;而狄俄尼索斯则从腹部裂开的母亲身中跃出,他自身璀璨若星辰,反倒使那烈火显得暗淡无光。火焰分岔开来,为狄俄尼索斯勾勒出一座比任何亚述或吕底亚之地更为怡人的洞穴;因为洞穴周围繁茂地生长着卷须与常春藤果簇,甚至已有了葡萄藤与生有杖形枝干的树木,大地如此欣然地将它们萌生,以至于有些竟生于烈火之中。若大地为狄俄尼索斯而以火加冕,亦不足为奇;盖因大地还将与他一同狂欢,赐他从泉中汲取美酒,并如同自乳房中挤奶一般,或自泥土、或自岩石中引出乳汁。听那潘神的声音,他在喀泰戎山巅欢腾雀跃,仿佛正歌唱赞美狄俄尼索斯。而喀泰戎山则化为人形,为不久后降临于自身的灾祸悲泣,头戴一顶正自额角滑落的常春藤花冠——盖因他完全是不情愿地被戴上此冠的;墨盖拉在他身旁植下一株冷杉,并使一股泉水喷涌而出,我想,这正是为了承接阿克泰翁与彭透斯的鲜血。

§1.14

ΑΡΙΑΔΝΗ. ιε. ὅτι τὴν Ἀριάδνην ὁ Θησεὺς ἄδικα δρῶν — οἱ δʼ οὐκ ἄδικά φασιν, ἀλλʼ ἐκ Διονύσου — κατέλιπεν ἐν Δίᾳ τῇ νήσῳ καθεύδουσαν, τάχα που καὶ τίτθης διακήκοας, σοφαὶ γὰρ ἐκεῖναι τὰ τοιαῦτα καὶ δακρύουσιν ἐπʼ αὐτοῖς, ὅταν ἐθέλωσιν. οὐ μὴν δέομαι λέγειν, Θησέα μὲν εἶναι τὸν ἐν τῇ νηί, Διόνυσον δὲ τὸν ἐν τῇ γῇ, οὐδʼ ὡς ἀγνοοῦντα ἐπιστρέφοιμʼ ἂν3 ἐς τὴν ἐπὶ τῶν πετρῶν, ὡς ἐν μαλακῷ κεῖται τῷ ὕπνῳ, οὐδὲ ἀπόχρη τὸν ζωγράφον ἐπαινεῖν, ἀφʼ ὧν κἂν ἄλλος ἐπαινοῖτο, ῥᾴδιον γὰρ ἅπαντι καλὴν μὲν τὴν Ἀριάδνην γράφειν, καλὸν δὲ τὸν Θησέα, Διονύσου τε μυρία φάσματα τοῖς γράφειν ἢ πλάττειν βουλομένοις, ὧν κἂν μικροῦ τύχῃ τις, ᾕρηκε τὸν θεόν·4 καὶ γὰρ οἱ κόρυμβοι στέφανος ὄντες Διονύσου γνώρισμα, κἂν τὸ δημιούργημα φαύλως ἔχῃ, καὶ κέρας ὑπεκφυόμενον τῶν κροτάφων Διόνυσον δηλοῖ, καὶ πάρδαλις ὑπεκφαινομένη αὖ τοῦ θεοῦ σύμβολον·. ἀλλʼ οὗτός γε ὁ Διόνυσος ἐκ μόνου τοῦ ἐρᾶν γέγραπται· σκευὴ μὲν γὰρ ἠνθισμένη καὶ θύρσοι καὶ νεβρίδες, ἔρριπται ταῦτα ὡς ἔξω τοῦ καιροῦ, καὶ οὐδὲ κυμβάλοις αἱ Βάκχαι χρῶνται νῦν, οὐδὲ οἱ Σάτυροι αὐλοῦσιν, ἀλλὰ καὶ ὁ Πὰν κατέχει τὸ σκίρτημα, ὡς μὴ διαλύσειε τὸν ὕπνον τῆς κόρης, ἁλουργίδι τε στείλας ἑαυτὸν καὶ τὴν κεφαλὴν ῥόδοις ἀνθίσας ἔρχεται παρὰ τὴν Ἀριάδνην ὁ Διόνυσος, μεθύων ἔρωτι, φησὶν ὁ Τήιος· ὁ Θησεὺς δὲ ἐρᾷ μέν, ἀλλὰ τοῦ τῶν Ἀθηνῶν καπνοῦ, Ἀριάδνην δὲ οὔτε οἶδεν ἔτι, οὔτε ἔγνω ποτέ, φημὶ δʼ αὐτὸν ἐκλελῆσθαι καὶ τοῦ Λαβυρίνθου, καὶ μηδὲ εἰπεῖν ἔχειν, ἐφʼ ὅτῳ ποτὲ ἐς τὴν Κρήτην ἔπλευσεν, οὕτω μόνον τὰ ἐκ πρῴρας βλέπει. ὅρα καὶ τὴν Ἀριάδνην, μᾶλλον δὲ τὸν ὕπνον· γυμνὰ μὲν ἐς ὀμφαλὸν τὰ στέρνα ταῦτα, δέρη δὲ ὑπτία καὶ ἁπαλὴ φάρυγξ, μασχάλη δὲ ἡ δεξιὰ φανερὰ πᾶσα, ἡ δὲ ἑτέρα χεὶρ ἐπίκειται τῇ χλαίνῃ, μὴ αἰσχύνῃ τι ὁ ἄνεμος. οἷον, ὦ Διόνυσε, καὶ ὡς ἡδὺ τὸ ἆσθμα. εἰ δὲ μήλων ἢ βοτρύων ἀπόζει, φιλήσας ἐρεῖς.

阿里阿德涅 忒修斯做出不义之举——不过亦有人说并非不义,而是遵从狄俄尼索斯之命——将熟睡中的阿里阿德涅弃于迪亚岛上,想必你也曾从乳母那里听闻过;盖因那些妇人精通此类故事,只要愿意便能随之落泪。我自然无需多费唇舌说舟中之人是忒修斯、陆上之人是狄俄尼索斯,亦不必如对懵懂之人那般,提醒你注意那位仰卧于岩石上正酣然沉睡的女子;仅仅因其他人亦能获誉之处去称赞画师,亦是远远不够的。因为任何人都能轻易将阿里阿德涅画得美丽、将忒修斯画得俊美,而对于意欲作画或雕塑之人而言,狄俄尼索斯的诸般形貌更是不计其数,只需抓住其中微末一点,便能捕捉到神祇:常春藤花冠即便工艺拙劣亦是狄俄尼索斯的标识,两鬓生出的犄角亦能昭示狄俄尼索斯,探出头来的豹子同样是该神的象征。然而眼前这位狄俄尼索斯,却纯粹是以其身陷爱恋来描摹的:绣花长袍、神杖与鹿皮都被视作不合时宜而掷于一旁;巴克科斯的狂女们如今未击铜钹,萨堤洛斯们未吹双管箫,甚至连潘神亦按捺住跳跃,唯恐惊扰了少女的睡梦。狄俄尼索斯披上紫袍,头戴玫瑰花冠,正如忒奥斯诗人所言,‘沉醉于爱欲之中’走向阿里阿德涅。忒修斯固然亦怀有恋情,但他所恋的却是雅典升起的炊烟;他已不再认识阿里阿德涅,亦仿佛从未相识;我甚至敢说他已将迷宫忘得一干二净,乃至说不出自己当初究竟为何扬帆克里特,他的目光竟如此只凝视着船首前方。再来看看阿里阿德涅,或者说,看看那睡态罢:胸膛袒露直至肚脐,颈项仰起,喉部娇柔,右腋完全显露,另一只手则搭在斗篷上,唯恐风儿带来丝毫不雅。狄俄尼索斯啊,那是何等甜美的喘息!至于那气息究竟散发着苹果香还是葡萄香,唯有待你亲吻之后方能道出了。

语法注4 条
  1. 1.13τυραννικῆς οἰκίας ἐπειλημμένον

    中动分词 ἐπειλημμένον 支配属格 τυραννικῆς οἰκίας,动词 ἐπιλαμβάνομαι 取属格表示“抓住”、“袭取”或“吞噬”。此处修饰中性主格名词 πῦρ,指天火包围并攫住了王宫。

  2. 1.13εἰ στεφανοῖτο πῦρ ἐπὶ τῷ Διονύσῳ ἡ γῆ

    在 οὐ χρὴ θαυμάζειν εἰ...(“若……亦不足为奇”)的句式中,条件从句中的 στεφανοῖτο 为现在中动希求法,主语是 ἡ γῆ,直接宾语是宾格 πῦρ,意为“大地为自己戴上火之冠冕”。

  3. 1.14οὐδʼ ὡς ἀγνοοῦντα ἐπιστρέφοιμʼ ἄν

    由 ἄν 与希求法 ἐπιστρέφοιμι 构成的潜在表达,语气委婉(“我亦不必去提醒……”)。现在分词宾格 ἀγνοοῦντα 指代作为交谈对象的读者或听者(“如同对待一个无知者一般”)。

  4. 1.14ὧν κἂν μικροῦ τύχῃ τις, ᾕρηκε τὸν θεόν

    关系代名词 ὧν 指代先行词 μυρία φάσματα,由动词 τυγχάνω(支配属格,“遇到、击中、获得”)所支配。条件从句 κἂν(καὶ ἐάν)加虚拟法 τύχῃ,主句却使用完成时直陈式 ᾕρηκε,以修辞手法强调结果的确定与迅速:“哪怕只抓住其中微末的一点,便算捕捉到了这位神祇”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.13-1.14