← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.12#2

金枪鱼捕捞场景与高台瞭望者

解说者略过细小的捕鱼方式,转而描绘大规模的金枪鱼围猎,详述了高台瞭望者清点鱼群的作用、水深所致的鱼群色彩渐变,以及渔夫们面对丰收时忙碌喧腾的生动场面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#2

τί οὖν οὐκ ἐπʼ ἄλλο ἄγεις; ἱκανῶς γάρ μοι τὰ τοῦ Βοσπόρου διανενόηται. τί φήσεις; λέλοιπέ με τὸ τῶν ἁλιέων, ὃ κατʼ ἀρχὰς ἐπηγγειλάμην. ἵνʼ οὖν μὴ περὶ μικρῶν διεξίοιμεν, ἀλλὰ περὶ ὧν λέγειν ἄξιον, τοὺς μὲν καλάμῳ θηρῶντας ἢ κύρτῳ τεχνάζοντας ἢ εἴ τις ἀνιμᾷ δίκτυον ἢ ἐναράττει τρίαιναν, ἀφέλωμεν τοῦ λόγου, σμικρὰ γὰρ ἀκούσῃ περὶ αὐτῶν καὶ φανεῖταί σοι μᾶλλον ἡδύσματα τῆς γραφῆς, τοὺς δὲ ἐπιχειροῦντας τοῖς θύννοις ἴδωμεν, ἄξιοι γὰρ οὗτοι λόγου διὰ μέγεθος τῆς θήρας. φοιτῶσιν οἱ θύννοι τῇ ἔξω θαλάττῃ παρὰ τοῦ Πόντου γένεσιν ἐν αὐτῷ σχόντες καὶ νομὰς τὰς μὲν ἰχθύων, τὰς δὲ ἰλύων καὶ χυμῶν ἑτέρων, οὓς Ἴστρος ἐς αὐτὸν φέρει καὶ Μαιῶτις, ὑφʼ ὧν γλυκερώτερος καὶ ποτιμώτερος ἄλλης θαλάττης ὁ Πόντος. νέουσι δὲ οἷον στρατιωτῶν φάλαγξ ἐπὶ ὀκτὼ καὶ ἐφʼ ἑκκαίδεκα καὶ δὶς τόσοι,1 καὶ ὑποκυματίζουσιν ἀλλήλοις, ἄλλος ἄλλῳ ἐπινέοντες, τοσοῦτον βάθος, ὅσον αὐτῶν τὸ εὖρος. ἰδέαι μὲν οὖν, καθʼ ἃς ἁλίσκονται, μυρίαι, καὶ γὰρ σιδηρὸν ἔστιν ἐπʼ αὐτοὺς θήξασθαι καὶ φάρμακα ἐπιπάσαι καὶ σμικρὸν ἤρκεσε δίκτυον, ὅτῳ ἀπόχρη καὶ σμικρόν τι τῆς ἀγέλης, ἀρίστη δὲ ἥδε ἡ θήρα· σκοπιωρεῖται γάρ τις ἀφʼ ὑψηλοῦ του ξύλου ταχὺς μὲν ἀριθμῆσαι, τὴν δὲ ὄψιν ἱκανός, δεῖ γὰρ αὐτῷ2 πεπηγέναι μὲν τοὺς ὀφθαλμοὺς ἐς τὴν θάλατταν, ἐξικνεῖσθαι δὲ πορρωτάτω, κἂν ἐμβάλλοντας τοὺς ἰχθῦς ἴδῃ, βοῆς τε ὡς μεγίστης δεῖ αὐτῷ πρὸς τοὺς ἐν τοῖς ἀκατίοις, καὶ τὸν ἀριθμὸν λέγει καὶ τὰς μυριάδας αὐτῶν, οἱ δὲ ἀποφράξαντες αὐτοὺς βαθεῖ καὶ κλειστῷ δικτύῳ δέχονται λαμπρὰν ἄγραν, ὑφʼ ἧς καὶ πλουτεῖν ἕτοιμον τῷ τῆς θήρας ἡγεμόνι. βλέπε πρὸς τὴν γραφὴν ἤδη, κατόψει γὰρ αὐτὰ καὶ δρώμενα· ὁ μὲν σκοπιωρὸς ἐς τὴν θάλατταν βλέπει διαπέμπων τοὺς ὀφθαλμοὺς ἐς τὴν τοῦ ἀριθμοῦ σύλληψιν, ἐν γλαυκῷ δὲ τῷ τῆς θαλάττης ἄνθει τὰ τῶν ἰχθύων χρώματα μέλανες μὲν οἱ ἄνω δοκοῦσιν, ἧττον δὲ οἱ ἐφεξῆς, οἱ δὲ μετʼ ἐκείνους ἤδη παραψεύδονται τὴν ὄψιν, εἶτα σκιώδεις, εἶτα ὑδαρεῖς ὑπονοῆσαι,3 καταβαίνουσα γὰρ ἐς τὸ ὕδωρ ἡ ὄψις ἀμβλύνεται διακριβοῦν τὰ ἐν αὐτῷ. ὁ δὲ τῶν ἁλιέων δῆμος ἡδεῖς καὶ ξανθοὶ τὴν χρόαν ὑπὸ τοῦ θέρεσθαι καὶ ὁ μὲν τὴν κώπην ζεύγνυσιν, ὁ δὲ ἐρέττει μάλα διεξῳδηκότι τῷ βραχίονι, ὁ δὲ ἐπικελεύεται τῷ πέλας, ὁ δὲ παίει τὸν μὴ ἐρέττοντα, βοὴ δὲ ἦρται τῶν ἁλιέων, ἐμπεπτωκότων ἤδη τῶν ἰχθύων ἐς τὸ δίκτυον, καὶ τοὺς μὲν ᾑρήκασι, τοὺς δὲ αἱροῦσιν. ἀμηχανοῦντες δέ, ὅ τι χρήσονται τῷ πλήθει καὶ παρανοίγουσι τοῦ δικτύου καὶ συγχωροῦσιν ἐνίους διαφυγεῖν καὶ διεκπεσεῖν, τοσοῦτον ἐς τὴν θήραν τρυφῶσιν.

“那么,您为何不引我去看下一幅画呢?因为我对博斯普鲁斯的一切已了然于心。”“你说什么呢?我竟落下了渔夫们的事,而这正是我在开篇时所许诺过的。因此,为了不让我们絮叨于细枝末节,而专论值得一叙之事,且让我们将那些持钓竿垂钓、设鱼篓弄巧、或是收网、刺三叉戟之辈自叙述中剔除罢——盖因关于他们你所听闻的不过是琐碎之物,在你眼中他们更像是画作的点缀——让我们来看看那些围捕金枪鱼的人吧,因这猎获的宏大,他们才真正值得一书。金枪鱼自黑海游向外海,它们在黑海中降生,并以小鱼为食,亦以淤泥及其他养分为食,这些都是伊斯特罗斯河与迈奥蒂斯湖注入黑海的,因而黑海的水质比其他海域更为甘美宜饮。它们游弋时宛如步兵方阵,排成八层、十六层乃至两倍之多的纵深,上下重叠起伏如波,一层游于另一层之上,其厚度恰如其宽度一般。捕捉它们的方式数以万计:人们既可用锋利的铁器去刺,亦可撒下毒饵,若有人只求鱼群中的极小一部分,一张小网便已足够;然而最妙的还属眼前这场围猎:有人立于高高的木架上瞭望,他善于快速计数且眼力非凡;盖因他必须将目光牢牢钉在海面上,极力眺望至最远处,一旦窥见鱼群涌入,他便须向小艇中的众人发出最洪亮的呼喊,报出鱼群的数目乃至万千之众;舟中之人便以深阔而封闭的围网将它们拦阻,收揽惊人的捕获,围猎的头领亦借此立时坐致巨富。现在便请看向画作,你定能亲睹这一切如实发生:瞭望者俯瞰大海,极目远舒以把握鱼群的数目;在海面青灰色的微光掩映下,鱼群的色彩层层变化:居于上层者看似黝黑,其下者则黑度稍减,再居其下者已然开始欺瞒视觉,继而隐现如暗影,继而稀淡如水色仅可揣拟;盖因目光探入水中愈深,辨识其中之物的敏锐度便愈发迟钝。而渔夫之众则神态欢悦,肤色因烈日曝晒而黝红泛黄:一人正固定船桨,另一人手臂肌肉贲起奋力划桨,一人向身旁同伴发出号令,另一人则击打偷懒不划之人;渔夫的呼号声已然四起,盖因鱼群已落入网中,一些已被捕获,另一些正被收入网中。他们面对如此巨量不知所措,竟将网索稍稍放开,任由一部分鱼逃逸滑脱——他们对于这场猎获竟是这般奢侈阔绰。”

语法注3 条
  1. 1.12ἐπὶ ὀκτὼ καὶ ἐφʼ ἑκκαίδεκα καὶ δὶς τόσοι

    介词 ἐπί 后接数词宾格,系古希腊军事术语中表示方阵“纵深”(即几层深度)的习惯表达(“八列深、十六列深”)。此处呼应前文的比喻 οἷον στρατιωτῶν φάλαγξ(宛如步兵方阵),生动地将金枪鱼群游弋时的层次厚度比作井然有序的军队阵列。

  2. 1.12δεῖ γὰρ αὐτῷ

    无人称动词 δεῖ 通常搭配“宾格+不定式”结构,但此处却支配与格 αὐτῷ(δεῖ αὐτῷ πεπηγέναι...“他须使双目固定……”,以及后文的 βοῆς... δεῖ αὐτῷ“他需要呼喊……”)。在古典希腊语中存在 δεῖ μοί τινος(我需要某物)这种支配与格加属格的用法,此处该与格支配进一步延伸至不定式(πεπηγέναι)。

  3. 1.12ὑδαρεῖς ὑπονοῆσαι

    不定式 ὑπονοῆσαι 属于解说性(epexegetic)或表结果的用法,用以限定形容词 ὑδαρεῖς(水状的、稀薄如水的)。意为“稀淡如水以致只能揣拟”,表明水底深处的游鱼已无法凭肉眼确切分辨,其形貌与颜色只能凭推测而得知。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.12#2