- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.12#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节描绘了博斯普鲁斯海峡风光的画作:少年们狩猎后乘船渡海,悬崖上留有恋人殉情相拥的传说,一处险固的临海宅邸中少妇戏弄着乘舟狂欢求爱的追求者们,以及一路延伸至希厄隆神庙与烽火台的丰富田园风光。
ΒΟΣΠΟΡΟΣ. ιβ. — παραβοῶσι, παρακαλεῖν δὲ καὶ τοὺς ἵππους ἐοίκασι μὴ ῥῖψαι τὰ παιδία, μηδὲ ἀποπτύσαι τὸν χαλινόν, ἑλεῖν δὲ καὶ συμπατῆσαι τὰ θηρία, οἱ δὲ ἀκούουσιν, οἶμαι, καὶ ποιοῦσι ταῦτα. θηράσαντας δὲ αὐτοὺς καὶ δαῖτα ᾑρηκότας διαπορθμεύει ναῦς ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν σταδίους μάλιστά που τέτταρας, τουτὶ γὰρ τὸ ἐν μέσῳ τοῖν ἐθνοῖν,1 καὶ αὐτερέται πλέουσιν· ἰδοὺ καὶ πεῖσμα βάλλονται, δέχεται δὲ αὐτοὺς οἰκία μάλα ἡδεῖα θαλάμους ὑποφαίνουσα καὶ ἀνδρῶνας καὶ θυρίδων ἴχνη, καὶ τεῖχος δὲ περιβέβληται καὶ ἐπάλξεις ἔχει. τὸ δὲ κάλλιστον αὐτῆς, ἡμίκυκλος περιέστηκε στοὰ κιρροειδὴς ὑπὸ τοῦ ἐν αὐτῇ λίθου. γένεσις ἐκ πηγῶν τῷ λίθῳ, θερμὸν γὰρ νᾶμα ὑπεκρέον τὰ τῆς κάτω Φρυγίας ὄρη καὶ τὸ ῥεῦμα ἐς τὰς λιθοτομίας ἐσάγον ὑπόμβρους ἐργάζεται τῶν πετρῶν ἐνίας καὶ ὑδατώδη ποιεῖ τὴν ἔκφυσιν τῶν λίθων, ὅθεν αὐτῶν καὶ πολλὰ τὰ χρώματα· θολερὸν μὲν γάρ, ἔνθα λιμνάζει, καὶ κιρροειδὲς δίδωσι, καθαρὸν δὲ ὅπου, κρυσταλλοειδὲς ἐκεῖθεν καὶ ποικίλλει τὰς πέτρας ἐν πολλαῖς διαπινόμενον ταῖς ὀπαῖς. ἡ ἀκτὴ δὲ ὑψηλὴ καὶ τοιοῦδε μύθου φέρει σύμβολα· κόρη καὶ παῖς ἄμφω καλὼ καὶ φοιτῶντε ταὐτῷ διδασκάλῳ προσεκαύθησαν ἀλλήλοις καὶ περιβάλλειν οὐκ οὔσης ἀδείας ὥρμησαν ἀποθανεῖν ἀπὸ ταυτησὶ τῆς πέτρας κἀντεῦθεν ἤρθησαν ἐς τὴν θάλατταν ἐν ὑστάταις καὶ πρώταις περιβολαῖς,2 καὶ ὁ Ἔρως ἐπὶ τῇ πέτρᾳ τείνει τὴν χεῖρα ἐς τὴν θάλατταν, ὑποσημαίνων τὸν μῦθον ὁ ζωγράφος. ἡ δὲ ἐφεξῆς οἰκία, χηρεύει τι γύναιον ἐξεληλυθὸς τοῦ ἄστεος διʼ ὄχλον νέων, ἁρπάσεσθαι γὰρ αὐτὸ ἔφασαν καὶ ἀφειδῶς ἐκώμαζον καὶ δώροις ἐπείρων. ἡ δʼ, οἶμαι, κομψόν τι ἐς αὐτοὺς ἔχουσα κνίζει τὰ μειράκια καὶ δεῦρο ὑπεξελθοῦσα οἰκεῖ τὴν ἐχυρὰν ταύτην οἰκίαν. σκέψαι γὰρ ὡς ὠχύρωται· κρημνὸς τῇ θαλάττῃ ἐφέστηκε τὰ μὲν κλυζόμενα ὑπωλισθηκώς, τὰ δὲ ἄνω προεκκείμενος ἔφαλόν τινα ταύτην ἀνέχων οἰκίαν, ὑφʼ ἧς καὶ ἡ θάλαττα κυανωτέρα φαίνεται καθιεμένων ἐς αὐτὴν τῶν ὀφθαλμῶν, καὶ ἡ γῆ παρέχεται τὰ νεὼς πάντα πλὴν τοῦ κινεῖσθαι. ἐς τοῦτο ἥκουσαν τὸ φρούριον οὐδὲ ὣς ἀπολελοίπασιν αὐτὴν οἱ ἐρῶντες, ἀλλʼ ὁ μὲν κυανόπρωρον, ὁ δὲ χρυσόπρωρον, ὁ δὲ ἄλλος ἄλλο τι τῶν ποικίλων ἀκατίων ἐμβεβηκὼς πλεῖ, καὶ ὁ κῶμος αὐτὸς καλοί τε καὶ ἐστεφανωμένοι, καὶ ὁ μὲν αὐλεῖ, ὁ δὲ κροτεῖν φησιν, ὁ δὲ ᾅδει, οἶμαι, στεφάνους δὲ ἀναρριπτοῦσι καὶ φιλήματα, καὶ οὐδὲ ἐρέττουσιν, ἀλλὰ ἐπέχουσι τὴν εἰρεσίαν καὶ ὑφορμίζονται τῷ κρημνῷ. τὸ δὲ γύναιον ἀπὸ τῆς οἰκίας οἷον ἐκ περιωπῆς ὁρᾷ ταῦτα καὶ γελᾷ κατὰ τοῦ κώμου, χλιδῶσα ἐς τοὺς ἐρῶντας ὡς οὐ πλεῖν μόνον, ἀλλὰ καὶ νεῖν ἀναγκάζουσα. καὶ ποίμναις ἐντεύξῃ προχωρῶν καὶ μυκωμένων ἀκούσῃ βοῶν καὶ συρίγγων βοὴ περιηχήσει σε καὶ κυνηγέταις ἐντεύξῃ καὶ γεωργοῖς καὶ ποταμοῖς καὶ λίμναις καὶ πηγαῖς — ἐκμέμακται γὰρ ἡ γραφὴ καὶ τὰ ὄντα καὶ τὰ γιγνόμενα καὶ ὡς ἂν γένοιτο ἔνια, οὐ διὰ πλῆθος αὐτῶν ῥᾳδιουργοῦσα τὴν ἀλήθειαν, ἀλλʼ ἐπιτελοῦσα τὸ ἑκάστου οἰκεῖον, ὡς ἂν εἰ καὶ ἕν τι ἔγραφεν3 — ἔς τʼ ἂν ἐφʼ Ἱερὸν ἀφικώμεθα. καὶ τὸν ἐκεῖ νεών, οἶμαι, ὁρᾷς, καὶ στήλας, αἳ περιίδρυνται αὐτῷ, καὶ τὸν ἐπὶ τῷ στόματι πυρσόν, ὃς ἤρτηται ἐς φρυκτωρίαν τῶν νεῶν, αἳ πλέουσιν ἐκ τοῦ Πόντου.
博斯普鲁斯。 12. ……人们在旁高声呼喊,似乎还在催促马匹不要摔下少年,亦不要吐出嚼子,而是去捕获并践踏野兽;而我想,马匹听从了呼唤并照此行事。当他们狩猎完毕、捕获猎物之后,一艘船便将他们从欧洲渡往亚洲,距离约莫四斯塔迪翁——因这正是两大洲之间的间距——他们自己划着桨航行。看哪,他们甚至已经抛下了系泊缆绳,一座极为怡人的宅邸正迎接着他们,露出内室、男厅以及窗扉的痕迹;它四周环绕着城壁,并设有堞口。其中最美妙之处,乃是环绕伫立着一座半圆形的柱廊,因所用石材而呈现黄褐色。此种石材源于泉水:盖因一条自下弗里吉亚山麓下流出的温热溪流,将其水流引入采石场,使部分岩石浸润潮湿,赋予石材一种滋润的生长态势,故而其色彩亦繁复多样;在水成池沼之处,水质浑浊而呈现黄褐色;在澄澈之处,石材自彼处呈现水晶般的质地,并在渗透诸多裂隙之际为岩石染上斑斓色彩。海岸峭拔高耸,承载着如此一段传说的印记:有一对少男少女,皆容貌俊美,在同一位师长门下求学,彼此燃起爱火;因无缘相拥结合,便决意自此绝壁跳下殉情,于是自此处相携跃入大海,交织成他们最后亦是最初的拥抱;岩石之上的厄洛斯向着大海伸出手臂,画家借此隐喻这段神话。在紧邻的宅邸中,独居着一位自城中出走的寡居妇人,盖因避开成群结队的青年;青年们曾扬言要掠走她,肆无忌惮地通宵狂欢,并以礼物诱惑她。我想,她对他们怀有些许傲慢之情,戏弄着这些少年,遂隐退至此,居住在这座坚固的宅邸之中。且看其地势何等险固:悬崖耸立于海滨,受海浪冲刷之处下陷滑落,而上部则向前凸出,托举着这座临海的宅邸;自其下俯瞰大海,水色显得更为深蓝,陆地亦呈现出一艘船除移动之外的全部特征。即便她已隐退至此堡垒,爱慕者们亦未曾将她舍弃,一人登上青首之舟,另一人登上金首之舟,其他人亦各自乘上形形色色的彩绘小船泛舟而来。这群狂欢者皆容貌俊朗、头戴花冠;一人吹笛,另一人看似击掌赞赏,我想还有一人正在放声歌唱;他们抛掷花冠,送出飞吻,甚至不再摇桨,而是停下划行,停泊在绝壁之下。妇人自宅邸俯瞰这些景象,宛如立于瞭望台之上,嘲笑着这群狂欢者,对追求者们展现傲慢的优越,迫使他们不仅泛舟,甚至不得不泅水而来。若你继续前行,便会邂逅羊群,听闻阵阵牛鸣,排箫的乐声亦将在你周遭回荡;你将遇见猎夫与农人,江河与湖泊,以及泉眼——盖因这幅画作将实存之物、渐成之物乃至可能发生之事皆生动毕肖地印摹下来,并不因物象繁多而粗制滥造偏离真实,反而穷尽各物本性之妙,宛如仅仅在描摹单一物件一般——直至我们行抵希厄隆。我想,你亦能瞧见那里的神庙、环绕其周的石柱,以及立于海峡入口处、为指引自黑海驶来之舟船而燃起的烽火。
- 1.12τουτὶ γὰρ τὸ ἐν μέσῳ τοῖν ἐθνοῖν
指示代词 τουτί(τοῦτο 带指示性后缀 -ί 的形式)在此充当主语,述谓名词短语 τὸ ἐν μέσῳ(介于中间之物、间隔)。双数属格 τοῖν ἐθνοῖν 指代前文提及的欧洲与亚洲两大陆地/地域(ἔθνος 在此不仅指民族,亦可指世界的大区或疆域)。
- 1.12ἐν ὑστάταις καὶ πρώταις περιβολαῖς
形容词 ὑστάταις(最后的)与 πρώταις(最初的)共同修饰名词 περιβολαῖς(拥抱),形成精巧的矛盾修辞(oxymoron)。盖因二人生前未获允许相拥,故跳海赴死之际的相拥既是此生的第一次,亦是最后一次。
- 1.12ὡς ἂν εἰ καὶ ἕν τι ἔγραφεν
连词短语 ὡς ἂν εἰ(仿佛……一般)引导虚拟比较结构。未完成过去时直陈式 ἔγραφεν 与 ἄν 连用,构成与事实相反的虚拟语气,意指尽管画家描绘了纷繁复杂的全景,却精细得“仿佛仅仅在画单单一物”。
