← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§1.praef

绘画的赞颂与那不勒斯解说的缘由

述者将绘画与诗歌及雕塑作比,赞颂了绘画卓越的表现力,并说明了本书旨在描述画作本身而非撰写画家生平的意图。随后,他讲述了在奈阿波利斯的一座海滨别庄中,应一名幼童及青年之请而为宅邸柱廊内的诸幅名画作解说的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.praef

προοίμιον ὅστις μὴ ἀσπάζεται τὴν ζωγραφίαν, ἀδικεῖ τὴν ἀλήθειαν, ἀδικεῖ δὲ καὶ σοφίαν, ὁπόση ἐς ποιητὰς ἥκει — φορὰ γὰρ ἴση ἀμφοῖν ἐς τὰ τῶν ἡρώων εἴδη καὶ ἔργα — ξυμμετρίαν τε οὐκ ἐπαινεῖ, διʼ ἣν καὶ λόγου ἡ τέχνη ἅπτεται. καὶ βουλομένῳ μὲν σοφίζεσθαι θεῶν τὸ εὕρημα διά τε τὰ ἐν γῇ εἴδη, ὁπόσα τοὺς λειμῶνας αἱ ὧραι γράφουσι, διά τε τὰ ἐν οὐρανῷ φαινόμενα, βασανίζοντι δὲ τὴν γένεσιν τῆς τέχνης1 μίμησις μὲν εὕρημα πρεσβύτατον καὶ ξυγγενέστατον τῇ φύσει, εὗρον δὲ αὐτὴν σοφοὶ ἄνδρες τὸ μὲν ζωγραφίαν, τὸ δὲ πλαστικὴν φήσαντες. καὶ πλαστικῆς μὲν πολλὰ εἴδη, καὶ γὰρ αὐτὸ τὸ πλάττειν καὶ ἡ ἐν τῷ χαλκῷ μίμησις καὶ οἱ ξέοντες τὴν λυγδίνην ἢ τὴν Παρίαν λίθον καὶ ὁ ἐλέφας, καί, νὴ Δία, ἡ γλυφικὴ πλαστική, ζωγραφία δὲ ξυμβέβληται μὲν ἐκ χρωμάτων, πράττει δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πλείω σοφίζεται ἀπὸ τούτου γε ἑνὸς ὄντος ἢ ἀπὸ τῶν πολλῶν ἡ ἑτέρα τέχνη,2 σκιάν τε γὰρ ἀποφαίνει καὶ βλέμμα γιγνώσκει ἄλλο μὲν τοῦ μεμηνότος, ἄλλο δὲ τοῦ ἀλγοῦντος ἢ τοῦ χαίροντος καὶ αὐγὰς ὀμμάτων, ὁποῖαί εἰσιν, ὃ πλαστικὸς μέν τις ἥκιστα ἐργάζεται, χαροπὸν δὲ ὄμμα καὶ γλαυκὸν καὶ μέλαν γραφικὴ οἶδε, καὶ ξανθὴν κόμην οἶδε καὶ πυρσὴν καὶ ἡλιῶσαν καὶ ἐσθῆτος χρῶμα καὶ ὅπλων, θαλάμους τε καὶ οἰκίας καὶ ἄλση καὶ ὄρη καὶ πηγὰς καὶ τὸν αἰθέρα, ἐν ᾧ ταῦτα. ὅσοι μὲν οὖν κράτος ἤραντο τῆς ἐπιστήμης καὶ ὅσαι πόλεις καὶ ὅσοι βασιλεῖς ἔρωτι ἐς αὐτὴν ἐχρήσαντο, ἄλλοις τε εἴρηται καὶ Ἀριστοδήμῳ τῷ ἐκ Καρίας, ὃν ἐγὼ ἐπὶ ζωγραφίᾳ ξένον ἐποιησάμην ἐτῶν τεττάρων, ἔγραφε δὲ κατὰ τὴν Εὐμήλου σοφίαν πολὺ τὸ ἐπίχαρι ἐς αὐτὴν φέρων· ὁ λόγος δὲ οὐ περὶ ζωγράφων, οὐδʼ ἱστορίας αὐτῶν νῦν, ἀλλʼ εἴδη ζωγραφίας ἀπαγγέλλομεν ὁμιλίας αὐτὰ τοῖς νέοις συντιθέντες, ἀφʼ ὧν ἑρμηνεύσουσί τε καὶ τοῦ δοκίμου ἐπιμελήσονται. ἀφορμαὶ δέ μοι τουτωνὶ τῶν λόγων αἵδε ἐγένοντο· ἦν μὲν ὁ παρὰ τοῖς Νεαπολίταις ἀγών, ἡ δὲ πόλις ἐν Ἰταλίᾳ ᾤκισται γένος Ἕλληνες καὶ ἀστυκοί, ὅθεν καὶ τὰς σπουδὰς τῶν λόγων Ἑλληνικοί εἰσι, βουλομένῳ δέ μοι τὰς μελέτας μὴ ἐν τῷ φανερῷ ποιεῖσθαι παρεῖχεν ὄχλον τὰ μειράκια φοιτῶντα ἐπὶ τὴν οἰκίαν τοῦ ξένου. κατέλυον δὲ ἔξω τοῦ τείχους ἐν προαστείῳ τετραμμένῳ πρὸς θάλατταν, ἐν ᾧ στοά τις ἐξῳκοδόμητο κατὰ ζέφυρον ἄνεμον ἐπὶ τεττάρων, οἶμαι, ἢ καὶ πέντε ὀροφῶν ἀφορῶσα ἐς τὸ Τυρρηνικὸν πέλαγος. ἤστραπτε μὲν οὖν καὶ λίθοις, ὁπόσους ἐπαινεῖ τρυφή, μάλιστα δὲ ἤνθει γραφαῖς ἐνηρμοσμένων αὐτῇ πινάκων, οὓς ἐμοὶ δοκεῖν οὐκ ἀμαθῶς τις συνελέξατο,3 σοφία γὰρ ἐν αὐτοῖς ἐδηλοῦτο πλειόνων ζωγράφων. ἐγὼ μὲν οὖν καὶ ἀπʼ ἐμαυτοῦ ᾤμην δεῖν ἐπαινεῖν τὰς γραφάς, ἦν δὲ ἄρα υἱὸς τῷ ξένῳ κομιδῇ νέος, ἐς ἔτος δέκατον, ἤδη φιλήκοος καὶ χαίρων τῷ μανθάνειν, ὃς ἐπεφύλαττέ με ἐπιόντα αὐτὰς καὶ ἐδεῖτό μου ἑρμηνεύειν. ἵνʼ οὖν μὴ σκαιόν με ἡγοῖτο, ἔσται ταῦτα, ἔφην καὶ ἐπίδειξιν αὐτὰ ποιησόμεθα, ἐπειδὰν ἥκῃ τὰ μειράκια. ἀφικομένων οὖν ὁ μὲν παῖς ἔφην προβεβλήσθω καὶ ἀνακείσθω τούτῳ ἡ σπουδὴ τοῦ λόγου,4 ὑμεῖς δὲ ἕπεσθε μὴ ξυντιθέμενοι μόνον, ἀλλὰ καὶ ἐρωτῶντες, εἴ τι μὴ σαφῶς φράζοιμι.

序言 凡是不珍视绘画的人,便是不义于真理,也是不义于赋与诗人们的智慧——因为二者在描摹英雄们的形态与功绩上具有同等的势头——而且他也是在否定匀称,正是凭借匀称,这门技艺才得以触及理性与言辞。对于愿意深究的人而言,绘画是诸神的创获,这既是因为大地上的诸般形态(正如时序在原野上所勾勒的),也是因为天空中的诸种景象;但对于考究这门技艺起源的人而言,模仿才是最古老且与自然最为相通的创获,智者们发现了它,分别称其为绘画与塑形。塑形有许多种类,因为塑形本身、青铜中的模仿、雕镂吕格多斯石或帕罗斯石的匠人、象牙,甚至指天发誓,宝石雕刻也都属于塑形;然而绘画虽由色彩合成,却不仅限于此,反而凭借这独一无二的手段,比另一门技艺凭借诸多材料运用出更多巧思。因为它不仅显现阴影,辨识目光——疯狂者的目光各异,痛苦者或喜悦者的目光亦然——而且辨识眼神的流光神采,这些绝非塑形匠人所能造就;绘画懂得明澈的眼睛、灰蓝的眼睛与黑色的眼睛,懂得金黄的头发、火红的头发与泛着日光之色的头发,懂得衣裳与兵刃的色彩,懂得寝室、房屋、丛林、山岭、泉源,以及容纳这些事物的大气。至于凡是掌握了这门学问的人,以及凡是对它怀有热忱的城邦与君王,他人已有论述,卡里亚的阿里斯托德莫斯亦曾言及,因绘画之故我曾款待他为客四年,他依循欧墨洛斯的智慧作画,为之注入了诸多优美;然而我们此刻的论说并非关于画家,亦非其历史,而是要陈述绘画的诸多范式,将它们编排为面向年轻人的对话,使他们藉此既能阐释,亦能留意卓越之作。我这些言论的由头乃是如此:当时在奈阿波利斯人那里正举行竞技盛会,这座城邦坐落于意大利,族裔为希腊人,且温文典雅,因此在辞章学问上也属希腊风尚;但我原本希望不在公开场合进行演练,那些常到我主人家中的年轻人却引来一阵喧闹。我当时借宿于城墙外一片面朝大海的郊野,那里有一处面朝西风建起的柱廊,我记得有四层或五层之高,俯瞰着第勒尼安海。它不仅因奢华所赞赏的种种美石而熠熠生辉,更因嵌于其中的板上画作而绚烂夺目;依我之见,收集这些画作的人绝非鄙俗,因为其中显现了多位画家的巧思。我原本认为出于己意也应当赞赏这些画作,不料主人的儿子年纪尚幼,大约十岁光景,却已极爱倾听、乐于求知,他一直留意着我前往观赏画作,并恳求我予以讲解。因此,为了不让他以为我冷漠拙滞,“这好办,”我说,“待年轻人们来到,我们就将这些作为论题作一番演说。” 于是在他们到达之时,“且让这孩子,”我说,“立于前列,这番言说的诚意当献给他;而你们随之倾听,不仅要点头会意,若我有何处未说明白,更当发问。”

语法注4 条
  1. 1.praefκαὶ βουλομένῳ μὲν σοφίζεσθαι ... βασανίζοντι δὲ τὴν γένεσιν τῆς τέχνης

    与格分词 βουλομένῳ 与 βασανίζοντι 用作评判者与格(dativus iudicantis)或关涉与格,分别引出后文谓词表语('对于愿意深究的人而言……对于考究技艺起源的人而言……')所依存的视角。

  2. 1.praefἀπὸ τούτου γε ἑνὸς ὄντος ἢ ἀπὸ τῶν πολλῶν ἡ ἑτέρα τέχνη

    比较句式中,后半句承前省略了主动词 σοφίζεται,句子骨架为:绘画从这一种媒介中所运用的巧思,多于另一门技艺从众多材料中所运用的巧思(ἢ ἀπὸ τῶν πολλῶν [σοφίζεται] ἡ ἑτέρα τέχνη)。分词 ἑνὸς ὄντος 带有让步或限定色彩('虽仅此一种')。

  3. 1.praefοὓς ἐμοὶ δοκεῖν οὐκ ἀμαθῶς τις συνελέξατο

    ἐμοὶ δοκεῖν 为不定式构成的惯用插入语(独立不定式),意为'依我所见'或'在我看来'。不定代词 τις 作动词 συνελέξατο 的主语,支配宾格关系代词 οὓς 作为直接宾语。

  4. 1.praefὁ μὲν παῖς ... προβεβλήσθω καὶ ἀνακείσθω τούτῳ ἡ σπουδὴ τοῦ λόγου

    由第三人称完成时被动态命令式 προβεβλήσθω(源自 προβάλλω)和第三人称现在时命令式 ἀνακείσθω(源自 ἀνάκειμαι,常作 ἀνατίθημι 的被动态)构成的庄重指令。句子具有双重主语的并列结构:'让这孩子被推置于前',且'让此番言辞之诚意献于他'。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:1.praef