← 哈尔伯克拉提昂

十演说家词汇集

§s.summoria-s.sfodrias

从叙姆摩里亚到斯福德里亚斯的词条

本节解释了雅典的财政与政治体制术语,包括税组(叙姆摩里亚)、起草委员、管财官、临时公民大会、分担金(叙恩塔克西斯)、共同分担(叙恩泰莱亚),以及斯斐托斯村区和斯巴达将领斯福德里亚斯,并引证了多位演说家与历史学家的著作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§s.summoria

ΣΥΜΜΟΡΙΑ Δημοσθένης κατ’ Ἀφόβου α. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ’ ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν λέγων τῶν πλουσιωτάτων, ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμμορίας κ, ὥσπερ νῦν εἰσὶ, σώματα ξ ἑκάστην ἔχουσαν. Ὑπερείδης δ’ ἐν τῷ πρὸς Πολύευκτόν φησιν εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιε ἄνδρες. οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶν ξ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερείδης ιε· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρχοῦντες1 μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν ὁ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ ε Ἀτθίδος.

税组(叙姆摩里亚) 德摩斯梯尼《反驳阿福博斯之一》。在雅典,并非所有民众都像我们这里一样被划分进税组,而只有富人和有能力向国家缴纳财产税(艾斯福拉)的人才被划分。至少德摩斯梯尼在《论税组》中谈到一千二百名最富有的人时说道: “因此,我认为应当像现在这样,从这些人中设立二十个税组,每组包含六十人。” 而许佩里德斯在《反驳波吕厄克托斯》中却说: “因为每个税组中有十五人。” 人们不必对德摩斯梯尼说税组有六十人而许佩里德斯说十五人感到惊奇;因为他在《控告帕西克勒斯》中说明了原因,写道: “只要最富有的人欺瞒国家,五人或六人联合承担战舰统领之职,只花费微薄的金钱,这些人便安分守己;但当德摩斯梯尼看清这一点,立法规定最富有的三百人必须承担战舰统领之职,战舰统领负担变得沉重之后,如今福尔米翁便企图金蝉脱壳。” 新获公民权者亦被编入税组,许佩里德斯在《控告波吕厄克托斯》中多次阐明了这一点。彼此同属于一个税组的人被称为税组成员(叙姆摩里泰),正如许佩里德斯在同一篇演说中所指出的。雅典人最初按税组划分是在瑙西尼科斯任执政官之时,菲洛科罗斯在《阿提卡史》第五卷中如此叙述。

§s.suggrafeis

ΣΥΓΓΡΑΦΕΙΣ Ἰσοκράτης Ἀρεοπαγιτικῷ. εἰθισμένον ἦν παρ’ Ἀθηναίοις, ὁπότε δέοι, πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσφέρον2 γνώμας εἰς τὸν δῆμον. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν υ ἐγένετο, καθὰ Θουκυδίδης ἐν τῇ η φησίν ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο, καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ι ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος, ἑκάτερος ἐν τῇ Ἀτθίδι· ὁ δὲ Θουκυδίδης τῶν ι ἐμνημόνευσε μόνων τῶν προβούλων.

起草委员(叙格拉斐伊斯) 伊索克拉底《阿雷奥帕戈斯言说》。雅典人有一项习惯:每当必要时便选出一定人数的人,负责在指定的日子向公民大会提出决议案。这在四百人政权建立之前亦曾发生,正如修昔底德在第八卷中所述: “在此时机,珀桑德罗斯一行人来到后立即着手处理其余事务,首先召集公民大会提出提案,选出十名全权起草委员,由这些人在拟定提案后,于指定日期向大会公布,说明如何治理城邦至为妥当。” 然而当时选出的起草委员总共有三十人,正如安德罗提翁和菲洛科罗斯各自在《阿提卡史》中所述;但修昔底德仅提及了属于预审委员(普罗布洛伊)的那十人。

§s.sundikoi

ΣΥΝΔΙΚΟΙ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους φησὶν οἳ μετὰ τὰ ἐκ Πειραιῶς, ὡς ἐγὼ ἀκούω, σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο. καὶ Λυσίας ἐν τῷ κατὰ Δεξίππου, εἰ γνήσιος, καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος; πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων. μήποτ’ οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον.

管财官(叙恩迪科伊) 伊赛奥斯在《控告埃尔帕戈拉斯与德摩法涅斯》中说: “据我所闻,他们是在比雷埃夫斯事变之后担任管财官的人,没收的财产正是向他们呈报的。” 吕西亚斯若此篇属真,亦在《控告德克西普斯》中说: “这人在别处还能有什么勇敢表现?不过是在司法执政官面前提起公诉,在管财官面前呈报财产清单罢了!” 因此,这或许是在从比雷埃夫斯返回之后设立的一种官职。

§s.sunegoroi

ΣΥΝΗΓΟΡΟΙ Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παρ’ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν.

法庭辩护人(叙内戈罗伊) 安提丰《对德摩斯梯尼起诉的答辩》及《论林多斯人的贡税》。在雅典人中,某些人似乎是通过举手选出作为辩护人,以便在法庭上共同陈述辩护。

§s.sugkletos_ekklesia

ΣΥΓΚΛΗΤΟΣ ΕΚΚΛΗΣΙΑ τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου.

临时公民大会(叙格克勒托斯·埃克勒西亚) 在公民大会中,有些是依惯例每月定期召开的;但若发生某种突发的紧急事件而需要召开大会,此种大会则被称为临时公民大会。德摩斯梯尼《反驳埃斯基涅斯》。

§s.suntaxis

ΣΥΝΤΑΞΙΣ ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φιλιππικοῖς καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα.3 ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ί Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν.

调配制度/分担金(叙恩塔克西斯) 代指井然有序的行政管理制度;德摩斯梯尼《腓力言说》: “对于领取津贴与履行应尽义务这两方面,应当存在统一步调的相同制度。” 他们亦将贡金称为分担金,因为希腊人反感‘贡金(福洛斯)’之名,由卡利斯特拉托斯如此定名,正如泰奥彭波斯在《腓力史》第十卷中所说。许佩里德斯《提洛演说》: “目前不向任何人缴纳分担金,而我们从前曾要求收取它。”

§s.sunteleis

ΣΥΝΤΕΛΕΙΣ οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα ΣΥΝΤΕΛΕΙΑ ΣΥΝΤΕΛΕΙΑ καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

共同纳捐者(叙恩泰莱伊斯) 共同分担费用并共同出资的人;而这种做法共同分担(叙恩泰莱亚) 被称为叙恩泰莱亚(共同分担),在安提丰的《论萨摩色雷斯人的贡税》中可以找到。德摩斯梯尼《为克特西丰辩护》。

§s.sfettos

ΣΦΗΤΤΟΣ Ἰσαῖος ἐν τῷ πρὸς δημότας περὶ χωρίου. Σφηττὸς δῆμος τῆς Ἀκαμαντίδος.

斯斐托斯 伊赛奥斯《就地产事与同区人争辩》。斯斐托斯是阿卡曼提斯部落的一个村区(德摩)。

§s.sfodrias

ΣΦΟΔΡΙΑΣ Ἰσαῖος ἐν τῷ κατὰ Μεγαρέων, εἰ γνήσιος. στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας. φησὶ δ’ αὐτὸν ὁ Καλλισθένης ἐν β Ἑλληνικῶν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.

斯福德里亚斯 伊赛奥斯《控告墨伽拉人》,若此篇属真。斯福德里亚斯是拉刻代蒙人的将领。卡利斯忒涅斯在《希腊史》第二卷中称他为人极度愚直,且寄托希望过于轻率浮躁。

语法注3 条
  1. s.summoriaσύμπεντε καὶ σύνεξ τριηραρχοῦντες

    词形 σύμπεντε 与 σύνεξ 是数词 πέντε 与 ἕξ 加上前缀 σύν- 构成的复合副词性表达,意为“五人一组地”和“六人一组地”。它们修饰分词 τριηραρχοῦντες(承担战舰统领之职),表明富豪们通过五六人合伙摊派来减轻原本应由个人承担的重额三列桨战船装备负担。

  2. s.suggrafeisεἰς ῥητὴν ἡμέραν εἰσφέρον

    现在分词 εἰσφέρον 为中性单数形式,在语法上与前置的名词短语 πλῆθός τι(一定数量的人员/团体)的性与数相一致。该分词短语用以表明该被选出团体的职责或目的,即“在指定的日期向公民大会呈交提案”。

  3. s.suntaxisκαὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα

    短语 μίαν σύνταξιν... τὴν αὐτήν 是间接引语中与不定式 εἶναι 连用的宾语/谓语名词短语。并列的定冠词属格动名词 τοῦ τε λαμβάνειν 与 τοῦ ποιεῖν τὰ δέοντα 依附于 σύνταξιν,表示“对于领受报酬与履行应尽义务这两者而言,建立同一套协调一致的规章制度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:s.summoria-s.sfodrias