- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:s.stefaneforos-s.sumbola
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁释读了从“戴冠者”到“司法协定”的词条,借助演说家与历史学家的引文解释了雅典依名祖进行的军事动员、十将军选举、兵器部件及报复扣押权等制度与用语。
ΣΤΕΦΑΝΗΦΟΡΟΣ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ’ ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων, οὗ μνημονεύει Ἑλλάνικος ἐν ι Φορωνίδος· ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, οὗ πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν β Ἀτθίδος μέμνηται.
戴冠者(斯特法涅福罗斯) 安提丰《对尼科克勒斯的辩护》。在雅典似乎有一处“戴冠者英雄祠”。戴冠者可能是赫拉克勒斯与忒斯提奥斯的诸女所生诸子之一,赫拉尼科斯在《福罗尼斯》第十卷中提及了他;抑或这座英雄祠属于阿提卡的戴冠者,同一位赫拉尼科斯在《阿提卡史》第二卷中再次提及了他。
ΣΤΕΦΑΝΩΝ ΤΟΥΣ ΝΕΝΙΚΗΚΟΤΑΣ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ἀλλὰ μὴν καὶ Καλλισθένην ρ μναῖς ἐστεφανώσατε. καὶ παρ’ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι.
为胜利者加冠 德摩斯梯尼在《反驳埃斯基涅斯》中以此代替“施以荣誉”。吕库古在《论财政》中亦说: “然而不仅如此,你们还以一百明那的奖金为卡利斯忒涅斯加冠表彰。” 在其他作家那里,“加冠”亦取此义,如泰奥彭波斯在第五十七卷以及米南德在《自哀者》中所见。
ΣΤΕΙΡΙΕΥΣ Ὑπερείδης κατ’ Ἀρχεστρατίδου. δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στειριά.
斯忒里亚区人 许佩里德斯《控告阿尔刻斯特拉提得斯》。斯忒里亚是潘狄俄尼斯部落管辖的一个村区(德摩)。
ΣΤΡΑΤΕΙΑ ΕΝ ΤΟΙΣ ΕΠΩΝΥΜΟΙΣ Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων εἰσὶ γὰρ ἐπώνυμοι ι μὲν οἱ τῶν φυλῶν, β δὲ καὶ μ οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων ἐφ’ οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιητηκώς·1 νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ’ ὀλίγα χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δ τῆς Ἀτθίδος.
依名祖的兵役 埃斯基涅斯《论使团》。亚里士多德在《雅典政制》中说明了依名祖服兵役究竟为何物,他说: “因为属于各部落的名祖有十个,而属于各年龄组的名祖有四十二个。登记入册的青年公民过去被记入涂白的写字板上,其上方题写着他们登记当年的执政官以及在前一年担任仲裁者的名祖;如今他们则被抄录在议事会厅内。” 稍后他又说: “他们还将名祖用于出征,每当他们派出一个年龄组时,便预先公布从哪位名祖执政官到哪位名祖执政官的阶层必须服兵役。” 菲洛科罗斯在《阿提卡史》第四卷中也论及了这些事。
ΣΤΡΑΤΗΓΟΙ Δημοσθένης Φιλιππικοῖς. οἱ καθ’ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ι ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τῶν Ὑπερείδου κατ’ Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους.
将军们(斯特拉特戈伊) 德摩斯梯尼《腓力言说》。每年举手选举产生的将军有十人,这一点从许佩里德斯《控告奥托克勒斯》以及亚里士多德的《雅典政制》中皆可获知。
ΣΤΡΑΒΑΞ ὄνομα κύριον.
斯特拉巴克斯 专有名词。
ΣΤΡΕΨΑ Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. πόλις ἐστὶ τῆς Θρᾴκης, ὡς Ἑλλάνικος ἐν β Περσικῶν ὑποσημαίνει. οἱ δὲ πολῖται τῆς Στρέψης καλοῦνται Στρεψαῖοι.
斯特勒普萨 埃斯基涅斯《论使团》。色雷斯的一座城市,正如赫拉尼科斯在《波斯史》第二卷中所暗示的。斯特勒普萨的公民被称为斯特勒普萨伊人。
ΣΤΡΕΠΤΟΥΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πλακοῦντος εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παῤ ἑτέροις.
麻花糕(斯特雷普托伊) 德摩斯梯尼《为克特西丰辩护》。斯特雷普托伊是一种扁平糕饼,在其他著作中亦可见到。
ΣΤΡΟΜΒΙΧΙΔΗΣ Λυσίας ἐν τῷ ὑπὲρ Δεξιοῦ ἀποστασίου. ὄνομα κύριον.
斯特龙比基得斯 吕西亚斯《为德克西奥斯辩护逃避诉讼案》。专有名词。
ΣΤΡΟΥΘΗΣ Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. σατράπης τις βασιλέως ἦν.
斯特鲁特斯 吕西亚斯《控告斯拉叙布洛斯》。波斯大王麾下的一位总督(总督省长)。
ΣΤΡΟΦΑΔΕΣ ΝΗΣΟΙ Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι.
斯特罗法得斯群岛 代纳尔科斯《第勒尼安演说》。位于扎昆托斯与厄利斯之间的一些岛屿。
ΣΤΡΥΜΗ Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησὶν ἀποικίαι δέ εἰσι Θασίων ἐπὶ τῆς Θρᾴκης Γαληψὸς καὶ Στρύμη ἡ νῆσος. ἔστι δὲ ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν ε, Ἀρχίλοχον ἐπαγόμενος μάρτυρα.
斯特律墨 德摩斯梯尼《论三列桨座战船统领职》。赫拉克莱得斯或菲洛斯特法诺斯在《论岛屿》中说: “萨索斯人在色雷斯沿岸的殖民地是加勒普索斯和斯特律墨岛。” 这里是萨索斯人的商埠。菲洛科罗斯在第五卷中提及了萨索斯人与马罗涅亚人围绕斯特律墨的争端,并引阿基罗科斯作为见证人。
ΣΤΥΡΑΞ Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν, ὡς Θουκυδίδης πού φησι στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν.
矛尾尖铁(斯图拉克司) 吕西亚斯《控告吕西忒奥斯》。矛下端的颈部附件被称为矛尾尖铁(斯图拉克司),人们习惯将其插入地中,正如修昔底德在某处所说: “以标枪的矛尾尖铁代替门栓销子插入插销。”
ΣΤΡΩΤΗΡ Λυκοῦργος κατ’ Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους.
次梁(斯特罗特尔) 吕库古《控告伊斯基里亚斯》。放在承重主梁之上的小横木被称为次梁(斯特罗特尔),如狄狄莫斯所说。该词亦出现在阿里斯托芬的《巴比伦人》中。
ΣΥΛΑΣ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τῆς τριηραρχίας. κἀν τῷ πρὸς τὴν Λακρίτου παραγραφήν ἐξελόμενος ὁπόταν μὴ σῦλαι ὦσιν Ἀθηναίοις. ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό φησιν σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατ’ Ἀθηναίων.2 ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τῷ τοιούτῳ ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια; ἀντὶ τοῦ τὰς συλήσεις σύλας ἔλεγον.
扣押权/报复捕捞(叙莱) 德摩斯梯尼《论三列桨座战船统领金冠》。又在《反驳拉克利托斯的抗辩》中说: “在雅典人未遭受扣押报复之时卸货。” 而在紧随其后的文字中,他仿佛解释该词一般说道: “我们的私产被法塞利斯人强行掠夺,就好像给予了法塞利斯人针对雅典人的合法扣押权一样。因为每当他们不愿归还所取之物时,除了说他们霸占他人财物之外,人们还能对这种行径安上什么别的名字呢?” 他们以此代替掠夺行为而称为叙莱。
ΣΥΛΛΟΓΗΣ ὄνομα ἀρχῆς. Ἰσαῖος ἐν τῷ μετοικικῷ σαφέστατα δηλοῖ.
征集官(叙洛格伊斯) 一种官职的名称。伊赛奥斯在《外侨演说》中阐述得至为明晰。
ΣΥΜΒΟΛΑ τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια.3 πολλάκις ἐν τῷ ζ Φιλιππικῶν Δημοσθένης, καὶ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου.
司法协定(符号/叙姆博拉) 各城邦相互订立的条约,规定各自公民在诉讼中相互施加与接受公道裁判。德摩斯梯尼在第七篇《腓力言说》中多次使用,伊赛奥斯在《控告埃尔帕戈拉斯》中亦有使用。
- s.strateia_en_tois_eponumoisὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιητηκώς
名词 ὁ ἐπώνυμος 由带有定冠词的完成时主动分词短语 ὁ ... δεδιητηκώς(源自 διαιτάω)作同位定语修饰,意为“已经服完(公职)仲裁人任期的”。τῷ προτέρῳ ἔτει 为时间与格(在上一年度中)。此处指对应于完成仲裁职责的六十岁公民年龄组的名祖英雄。
- s.suaasὥσπερ δεδομένων συλῶν Φασηλίταις κατ’ Ἀθηναίων
由 ὥσπερ 引导的独立属格结构(δεδομένων συλῶν,完成时被动分词与名词主语搭配)。用以表示一种假定的、不合事实的状态:“就好像给予了法塞利斯人(与格 Φασηλίταις)针对雅典人(κατ’ Ἀθηναίων)的扣押权(σῦλαι)一样”。
- s.sumbolaὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια
由 ὥστε 引导的不定式从句(διδόναι καὶ λαμβάνειν),表目的或规定结果,作前面动词 τάττωσι(规定/命令)的补足说明。成语 διδόναι καὶ λαμβάνειν τὰ δίκαια 是希腊法律术语,字面为“给予并接受公道”,特指“遵循司法程序起诉与应诉”。
