← 哈尔伯克拉提昂

十演说家词汇集

§t.taureas-t.topeion

从陶瑞亚斯到托佩翁的词条

哈尔波克拉提翁释读字母陶(Τ)开头的词条(自‘陶瑞亚斯’至‘托佩翁’),阐释了财务官、四百人政权、色萨利四分领、法庭投票筹以及雅典与马其顿之间的秘密交涉等历史与制度性词汇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§t.taureas

ΤΑΥΡΕΑΣ ὄνομα κύριον.

陶瑞亚斯(陶雷阿斯) 专有名词。

§t.tamiai

ΤΑΜΙΑΙ Ἰσαῖος ἔν τινι τῶν κληρικῶν. ἀρχή τις παρ’ Ἀθηναίοις ἦν οἱ ταμίαι, ι τὸν ἀριθμόν. παραλαμβάνουσι δ’ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς,ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. εἰσὶ δέ τινες καὶ τῶν ἱερῶν τριήρων ταμίαι, ὡς ὁ αὐτὸς φιλόσοφός φησιν. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι δεδήλωκεν Εὔπολις ἐν Μαρικᾷ.

财务官(塔米埃) 伊赛奥斯见于关于遗产的某篇演说。财务官是雅典人的一种官职,人数为十名。正如亚里士多德在《雅典政制》中所说,他们在议事会面前接收雅典娜神像、胜利女神像、其余饰品以及资金。正如同一位哲学家所述,还有神圣三段战舰的财务官。而财务官亦随行于战舰统领,欧波利斯在《马里卡斯》中已阐明了这一点。

§t.tamunai

ΤΑΜΥΝΑΙ Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶν ἐν Εὐβοίᾳ ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων αἱ Ταμύναι, ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς οἵ τε τὰ Εὐβοϊκὰ γράψαντες μαρτυροῦσι καὶ Σιμωνίδης ἐν τῷ εἰς Λυσίμαχον τὸν Ἐρετριέα θρήνῳ.

塔密奈 埃斯基涅斯《反驳克特西丰》。塔密奈是厄维亚岛埃雷特里亚人境内的一座城镇,那里亦有阿波罗神庙,正如撰写《厄维亚史》的作者们所见证,西摩尼德斯在《哀悼埃雷特里亚人吕西马科斯之挽歌》中亦有作证。

§t.ta_ton_foron_kreitto

ΤΑ ΤΩΝ ΦΩΡΩΝ ΚΡΕΙΤΤΩ Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους β. παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν.1

胜过盗贼所得(塔·通·福龙·克赖托) 许佩里德斯《控告阿特诺热涅斯之二》。这是一句谚语,用于讥讽那些掠夺所得超过其所造成的损害的人。

§t.tetartemorion

ΤΕΤΑΡΤΗΜΟΡΙΟΝ Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτέστι χαλκοῖ β.

四分之一奥波尔(泰塔尔泰摩里翁) 狄纳尔科斯《控告卡利斯忒涅斯弹劾案》。四分之一奥波尔即一奥波尔的四分之一部分,也就是两个青铜币(卡尔科斯)。

§t.tetrakosioi

ΤΕΤΡΑΚΟΣΙΟΙ Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οἱ υ πρὸ ζ ἐτῶν κατέστησαν τῶν λ τυράννων παρ’ Ἀθηναίοις, οἵτινες δ μῆνας ἦρξαν τῆς πόλεως, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

四百人(泰特拉科西奥伊) 安提丰《论政变》。在雅典,四百人政权建立于三十僭主之前七年,正如亚里士多德在《雅典政制》中所说,他们统治了城邦四个月。

§t.tetrarchia

ΤΕΤΡΑΡΧΙΑ Δημοσθένης Φιλιππικοῖς. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς Θετταλικοῖς· ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν, Φθιῶτιν, Πελασγιῶτιν, Ἑστιαιῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς δ μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων2 ὁ Δημοσθένης τὴν τετραρχίαν. ὅτι δὲ Φίλιππος καθ’ ἑκάστην τούτων τῶν μοιρῶν ἄρχοντα κατέστησε δεδηλώκασιν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῇ μδ.

四分统辖区(泰特拉尔基亚) 德摩斯梯尼《腓力言说》。色萨利分为四部分,每一部分被称为一个四分领(泰特拉斯),正如赫拉尼科斯在《色萨利史》中所述;他说这些四分领的名称为色萨利奥提斯、弗提奥提斯、佩拉斯吉奥提斯和赫斯提埃奥提斯。亚里士多德在《色萨利人共同政制》中亦称,色萨利在皮洛斯之子阿勒瓦斯时期被划分为四个区域。因此,德摩斯梯尼所说的当指这四分领。而腓力在这些区域的每一处都设立了统治者,除其他人外,泰奥彭波斯在第四十四卷中亦已阐明。

§t.tetrupemene

ΤΕΤΡΥΠΗΜΕΝΗ Αἰσχίνης κατὰ Τιμάρχου. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ γράφει ταυτί ψῆφοι δέ εἰσι χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν β ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις3 ἵνα μήτε πλήρεις μήτε πάντη τετρυπημένας λαμβάνωσιν.

钻孔的(泰特吕佩梅内) 埃斯基涅斯《控告蒂马科斯》。亚里士多德在《雅典政制》中如是记述: “投票筹由青铜制成,中间有一根小管,半数穿孔,半数实心。负责管筹的人经抽签选出,待演说完毕后,在诉讼双方眼前明白无误地发给每位审判官两枚筹,一枚穿孔,一枚实心,以免他们拿到全为实心或全为穿孔的筹。”

§t.tetufomai

ΤΕΤΥΦΩΜΑΙ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα, ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα ἀναφερομένων σκηπτῶν, ἢ ἀπὸ τῶν Τυφωνικῶν καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα· καὶ γὰρ Ἀλκαῖός φησι πάμπαν δὲ τυφὼς ἔκ σ̓ ἕλετο φρένας.

我失魂落魄/我发狂了(泰蒂福迈) 德摩斯梯尼《为克特西丰辩护》。代指‘我被雷击了’、‘我神魂颠倒了’,或源于雷击,或源于击向提丰的霹雳,或源于所谓的‘提丰旋风’,这些突发的旋风暴雨本身亦能令人发狂;阿尔凯奥斯亦确实说过‘狂风(提丰)已彻底夺去了你的神智’。

§t.telefanes

ΤΗΛΕΦΑΝΗΣ αὐλητής· Δημοσθένης κατὰ Μειδίου. ὄνομα κύριον.

泰勒法涅斯 双管管乐演奏者;德摩斯梯尼《控告迈狄亚斯》。专有名词。

§t.tenos

ΤΗΝΟΣ μία τῶν Κυκλάδων νήσων.

提诺斯 基克拉泽斯群岛的一座岛屿。

§t.tetes

ΤΗΤΕΣ ἀντὶ τοῦ τούτῳ τῷ ἔτει Λυσίας ἐν τῇ πρὸς Πυθόδημον ἀπολογίᾳ, εἰ γνήσιος, Ἀριστοφάνης Γήρᾳ καὶ οἱ ἄλλοι.

今年(泰泰斯) 代指‘在这一年’;吕西亚斯《对皮托德莫斯的答辩》(若属真作),阿里斯托芬《衰老》及其他著作。

§t.tilfossaion

ΤΙΛΦΩΣΣΑΙΟΝ Δημοσθένης κατ’ Αἰσχίνου. ὄρος ἐστὶ μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς.

蒂尔福赛翁 德摩斯梯尼《反驳埃斯基涅斯》。这是一座离科派斯湖不远的山,正如泰奥彭波斯在《腓力史》中所说。

§t.timema

ΤΙΜΗΜΑ ἀντὶ μὲν τοῦ ἐνέχυρον καὶ οἷον ἀποτίμημα Λυσίας ἐν τῷ ὑπὲρ Καλλίου· οὗτοι δὲ φάσκοντες πλείονος μισθώσεσθαι καὶ τίμημα καταστήσεσθαι. τοῦτο δ’ ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ. τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῷ περὶ τῶν συμμοριῶν Δημοσθένους. λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ’ ἑκάστου τίμημα παρὰ τῷ αὐτῷ ἐν τῷ κατ’ Ἀφόβου. ἐν δὲ τῷ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται.

估价/抵押/罚款(蒂梅玛) 代指‘抵押物’及‘不动产抵押’时,吕西亚斯在《为卡利亚斯辩护》中写道: “而这些人声称将以更高租金承租并确立抵押……” 他在随后的行文中称此为不动产抵押。它亦被用于代指‘资本总额’,如德摩斯梯尼《论税组》中所示。各人从自身财产中缴纳的税额亦被同一位作者在《反驳阿福博斯》中称为估价税额(蒂梅玛)。在《控告迈狄亚斯》中,它则用于指惩罚。

§t.titakidai

ΤΙΤΑΚΙΔΑΙ Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς οἱ Τιτακίδαι, ὡς Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμων δηλοῖ. μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνομάσθησαν, οὗ μνημονεύει Ἡρόδοτος.

蒂塔基代 伊赛奥斯《反驳尼科克勒斯》。蒂塔基代是埃安提斯部落的一个村区,正如梯雅泰拉的尼坎德罗斯在《论村区》中所表明。它或许得名于希罗多德所提及的蒂塔科斯。

§t.topeion

ΤΟΠΕΙΟΝ Ἰσαῖος κατὰ Διοκλέους. τοπεῖα λέγουσι τὰ σχοινία· Στράττις Μακεδόσι τὸν πέπλον δὲ τοῦτον ἕλκουσ̓ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι εἰς ἄκρον ὥσπερ ἱστίου τὸν ἱστόν. Ἄρχιππος Ὄνῳ τροχιλίαισι ταῦτα καὶ τοπείοις ἱστᾶσιν οὐκ ἄνευ πόνου. Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λα δεδήλωκε.4 φησὶ γὰρ καὶ πέμπει πρὸς τὸν Φίλιππον πρεσβευτὰς Ἀντιφῶντα καὶ Χαρίδημον πράξοντας καὶ περὶ φιλίας, οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτῳ συμπράττειν Ἀθηναίοις ὅπως ἂν λάβωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθάνειν τοὺς Πυδναίους, ἐκδιδόναι μέλλοντες αὐτοὺς, ἐν ἀπορρήτῳ δὲ μετὰ τῆς βουλῆς ἔπραττον.

索具/绳索(托佩翁) 伊赛奥斯《控告狄奥克勒斯》。他们将绳索称为托佩亚;斯特拉提斯《马其顿人》:“无数男子如拉帆一般,用绳索将这件礼袍绞拉至桅杆顶端。”阿尔基普斯《驴》:“他们用滑轮与绳索费尽艰辛将这些竖立起来。”德摩斯梯尼《腓力言说》中所谓的: “以及那曾盛传一时的秘密合意,”究竟何指,泰奥彭波斯在第三十一卷中已作阐明。因为他说: “他们向腓力派遣使节安提丰与卡里德莫斯,商讨修好之事;使节们抵达后,企图劝说他秘密与雅典人合作,以便他们夺取安菲波利斯,并许诺将彼得纳作为回报。雅典使节们因打算出卖彼得纳人而意图瞒过他们,故而未向公民大会通报任何情况,而是秘密地与议事会共同办理。”

语法注4 条
  1. t.ta_ton_foron_kreittoὧν ἠδίκησαν

    关系代词 ὧν 经历了格的牵引(attraction)。其原初结构当为 πλείω τούτων ἃ ἠδίκησαν(多于他们所侵吞/损害之物),被省略的先行词 τούτων 是由比较级 πλείω 所支配的属格,宾格 ἃ 因而被同化为属格 ὧν。

  2. t.tetrarchiaεἴη ἂν οὖν λέγων

    由 ἄν 加希求法 εἴη 与现在分词 λέγων 构成的迂回潜在表达(potential optative),表示作者审慎的推论:“因此德摩斯梯尼所说的当指……”

  3. t.tetrupemeneφανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις

    不定词 ὁρᾶν 作为说明性/修饰性不定词(epexegetic infinitive)修饰形容词 φανεράς,意为“(在两造看来)显而易见地”或“公开展现在诉讼对方眼前”。

  4. t.topeionΤί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λα δεδήλωκε.

    句首的疑问结构 Τί ἐστι... 作为主句动词 δεδήλωκε(泰奥彭波斯阐明了)所引出的间接疑问宾语从句(即“关于……究竟何指,泰奥彭波斯已阐明”),形式上使用了直接疑问代词 τί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:t.taureas-t.topeion