- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:s.skafeforoi-s.stafuloboleion
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁释读从“端盘者”(skapephoroi)到“压榨场”(staphyloboleion)的词条,结合法庭演说及戏剧文献考释雅典民俗、俗语、发型、地名与部族。
ΣΚΑΦΗΦΟΡΟΙ Δείναρχος ἐν τῷ κατὰ Ἀγασικλέους φησὶν οἳ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται,1 οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ τούτου ἀργυρίῳ, ἀντὶ τοῦ μέτοικοι· οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθήνησι. Δημήτριος γοῦν ἐν γ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδια. διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν ι Νόμων.
端盘者 代纳尔科斯在《控告阿加西克勒斯》中说: “他们将作为青年公民登上卫城,而不是作为端盘者,他们不会因为获得公民权而感激你们,而是感激此人的金钱,”以此代替“外侨”;因为这些人在雅典负责端盘。德米特里奥斯在《论立法》第三卷中就说,法律规定外侨自身在游行中端托盘,而他们的女儿们则端水壶和遮阳伞。泰奥弗拉斯托斯在《法篇》第十卷中也论及了这些事情。
ΣΚΑΦΙΟΝ Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ τὸ σκαφίον εἶδος κουρᾶς καὶ Ἀριστοφάνης Γήρᾳ.
钵式头 安提丰《对德摩斯梯尼公诉的申辩》。关于“钵式头”是一种发型,阿里斯托芬在《老年》中亦有说明。
ΣΚΕΥΟΠΟΙΟΥΝΤΑ ΤΟ ΠΡΑΓΜΑ Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον.
制造事端 许佩里德斯在《控告曼提特奥斯》中以此代替“策划”、“虚构”和“捏造”。
ΣΚΗΝΙΤΗΣ Ἰσοκράτης Τραπεζιτικῷ Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον. ἔοικεν ἐπώνυμον εἶναι. μήποτε δὲ ὡς ἀγοραῖον καλούμενον,2 ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων.
住帐篷者 伊索克拉底《银行家演说》: “因为那个被称为‘住帐篷者’的皮托多罗斯。” 这似乎是一个绰号。或者也可能意为“市场之人”,因为很多商品都是在帐篷(货摊)中出售的。
ΣΚΗΝΗΝ ΔΕ ΗΝ ΕΧΟΥΣΙΝ, ΟΥΔΕ ΓΑΡ ΤΑΥΤΗΝ ΛΑΒΟΝΤΕΣ ΑΝΑΦΕΡΟΥΣΙ Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. ἔοικε δὲ σκεῦός τι εἶναι, ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναί φασιν, οἱ δὲ σκιάδιον.
而他们所拥有的帐篷,即使拿到了这也未归还 德摩斯梯尼在《反驳斯普狄阿斯》中。这似乎是一种器具,有人说是某种妇女饰品,也有人说是遮阳伞。
ΣΚΗΨΙΣ Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐστὶν ἐν Τροίᾳ, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν ιε.
斯刻普西斯 德摩斯梯尼《反驳阿里斯托克拉特斯》。特洛伊的一座城市,其他人以及埃福罗斯在第十五卷中均提及了它。
ΣΚΙΑΘΟΣ Δημοσθένης Φιλιππικοῖς. νῆσός ἐστι πλησίον Εὐβοίας.
斯基阿托斯 德摩斯梯尼《腓力演说》。优卑亚附近的一座岛屿。
ΣΚΙΑΠΟΔΕΣ Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν περίπλῳ Ἀσίας φησὶν ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ τούς τε πόδας οἵους οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν.
影足族 安提丰《论和谐》。一个利比亚的部族。克特西亚斯在《亚洲周航记》中说: “在这些人之外是影足族,他们拥有极宽的脚,如同鹅掌一般,每当天气炎热时,他们仰面躺下,抬起双腿,用脚给自己遮阳。”
ΣΚΙΡΟΝ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Σκίρα ἑορτὴ παρ’ Ἀθηναίοις, ἀφ’ ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ’ ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται3 ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν β Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν β Μεγαρικῶν ἀπὃ??ʼ Σκίρωνος.
斯基隆 吕库古《论女祭司》。斯基拉是雅典人的一个节日,斯基罗福里翁月亦由此得名。那些记述雅典月份与节日的人(其中包括吕西马基德斯)说,斯基隆是一把巨大的遮阳伞,当它被从卫城抬往一个被称为斯基隆的地方时,雅典娜女祭司、波塞冬祭司和赫利俄斯祭司便在其下行进;埃特奥布塔代家族的人抬着这把伞。这成为必须建造房屋并遮挡风雨的象征,因为这个时节最适合建筑工程。雅典人还崇拜斯基拉斯·雅典娜,菲洛科罗斯在《阿提卡史》第二卷中称她是因厄琉息斯的预言家斯基罗斯而得名,而普拉克西翁在《墨加拉纪事》第二卷中则称是因斯基隆而得名。
ΣΚΙΡΑΦΙΑ Δείναρχος ἐν τῷ κατὰ Προξένου. σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ ν ὑποσημαίνει.
骰子房 代纳尔科斯《控告普罗克塞诺斯》。他们把掷骰子的赌窝称为斯基拉菲亚,因为掷骰子的人常逗留在斯基隆,正如泰奥彭波斯在第五十卷中所暗示的。
ΣΚΥΘΙΚΑΙ Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. εἶδός τι ὑποδήματός εἰσιν αἱ Σκυθικαί. καὶ Ἀλκαῖος ἐν η καὶ Σκυθικὰς ὑποδησάμενος.
斯基泰鞋 吕西亚斯《为巴克基奥斯与毕达哥拉斯辩护》(若是真作)。斯基泰鞋是一种鞋类。阿尔卡埃乌斯在第八卷中亦说:“穿上斯基泰鞋”。
ΣΜΙΚΥΘΙΩΝ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. ὄνομα κύριον.
斯米库蒂翁 德摩斯梯尼《反驳阿里斯托克拉特斯》。专有名词。
ΣΟΛΟΙ Ἰσοκράτης Εὐαγόρᾳ. Σόλοι ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῇ ε.
索洛伊 伊索克拉底《欧阿戈拉斯》。索洛伊一座在塞浦路斯,另一座在基利家,正如其他人以及埃福罗斯在第五卷中所记述。
ΣΠΑΡΤΩΛΟΣ Ἀντιφῶν ἐν τῷ ἐπιγραφομένῳ ʽἐπιτροπικὸς Τιμοκράτει.ʼ πόλις ἐστὶ τῆς Βοττικῆς ἡ Σπάρτωλος.
斯帕托洛斯 安提丰题为《给提摩克拉特斯的监护案演说》。斯帕托洛斯是博提克的一座城市。
ΣΠΕΡΜΟΛΟΓΟΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. λέγεταί τι μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος, ὠνομασμένον, ὡς ἔοικεν, ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν, οὗ μνημονεύει Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν σπερμολόγος.
捡种雀/拾人牙慧者 德摩斯梯尼《为克特西丰辩护》。一种类似寒鸦的小鸟被称为“捡种雀”(斯佩尔莫洛戈斯),其得名似乎是因为拣拾种子,阿里斯托芬在《鸟》中提及了它。因此,卑贱可鄙之人、或许依靠掠取他人财物为生的人,便由此被称为“拾人牙慧者”。
ΣΤΑΣΙΩΤΗΣ Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὡς στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός. ἔοικε νῦν ὁ ῥήτωρ ἰδίως ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι· ἐν γοῦν τοῖς ἑξῆς φησιν ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν.4
同党/卫士 安提丰《论政变》: “那么关于阿波勒克西斯所控告的那些事,即我和我祖父曾是叛党一员。” 此处演说家似乎特异地将该词用于护卫(亲卫队)之意;因为在接下来的段落中他说,先祖们绝不可能惩治了僭主,却无力惩治其护卫。
ΣΤΑΦΥΛΟΒΟΛΕΙΟΝ Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. ἔστι δὲ τὸ καλούμενον πατητήριον, ὡς Ἀνδροτίων ἢ Φίλιππος ἐν τῷ Γεωργικῷ.
压榨场 伊赛奥斯《控告狄奥克勒斯》。这就是所谓的踩葡萄槽,正如安德罗提翁或菲利普在《农事记》中所说。
- s.skafeforoiοἳ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται
在关系代词 οἵ 引导的从句中,ἀντὶ σκαφηφόρων(代替端盘者)与主格补足语 ἔφηβοι(作为青年市民)形成意义上的对比,意在指控通过非法手段僭取公民权:即由外侨服役的“端盘者”摇身一变成为登上卫城的“青年公民”。
- s.skenitesμήποτε δὲ ὡς ἀγοραῖον καλούμενον
μήποτε 接在前面的 ἔοικεν ἐπώνυμον εἶναι 之后,提出审慎的推测或另一种解释(“或许是……”)。分词 καλούμενον 顺承了引文中的宾格形式(Πυθόδωρον τὸν σκηνίτην καλούμενον)。
- s.skironὑφ’ ᾧ φερομένῳ ... πορεύονται
介词 ὑπό + 与格(ᾧ φερομένῳ)表示“在……被抬着移动之下”的处所与情状。关系代词 ᾧ 的先行词是 τὸ σκίρον(遮阳伞),描绘了祭司们走在被抬着的巨型遮阳伞下的行列场景。
- s.stasiotesοὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν
由 ἄν 与不定过去时直陈式 ἠδυνήθησαν 构成的过去非真实条件/推测句。小辞 μέν 与 δέ 构成鲜明对比:“先祖们绝不可能惩治得了僭主,却未能惩治其护卫兵”。ἄν 的虚拟效力同样延续至后半句的动词 ἠδυνάτησαν。
