← 哈尔伯克拉提昂

十演说家词汇集

§s.saboi-s.skambonidai

从萨博伊到斯坎博尼代的词条

收录哈尔波克拉提翁词典中从“萨博伊”到“斯坎博尼代”以西格玛开头的词条,结合雅典演说家及其他古典文献,考释宗教术语、服饰、人名、地名、雅典官制及德谟名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§s.saboi

ΣΑΒΟΙ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σαβοὺς λέγεσθαι1 τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Νύμφις β περὶ Ἡρακλείας. οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Παταρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον.

萨博伊 德摩斯梯尼《为克特西丰辩护》。有人说,那些向萨巴齐奥斯——即狄奥尼索斯——受秘仪入教的人被称为萨博伊,正如向巴克科斯入教的人被称为巴克科伊一样。其他人,包括宁菲斯在《赫拉克利亚纪事》第二卷中,则说萨巴齐奥斯与狄奥尼索斯是同一位神。亦有人说,希腊人也同样把巴克科斯信徒称为萨博伊。然而帕塔拉的姆纳塞阿斯说,萨巴齐奥斯是狄奥尼索斯之子。

§s.seirina

ΣΕΙΡΙΝΑ Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ ΣΕΙΡΗΝ δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σείρινα.

塞里纳 吕库古《论政务管理》。正如训诂学者们所说,他们将一种类似夏衣的轻薄、稀疏的外衣称为塞里昂。此外,“塞伦”也是一种轻薄透明的短袍,适合在天狼星升起之时穿用。在意大利亦有一座名为塞里斯的城市,或许演说家是指那里的织物或其他类似的物品为“塞里纳”。不过,在某些抄本中它不带艾普西隆而写作“西里纳”。

§s.semnai_theai

ΣΕΜΝΑΙ ΘΕΑΙ οὕτω καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας.

尊严女神 雅典人以此称呼厄里倪厄斯诸女神。

§s.serreion_teichos

ΣΕΡΡΕΙΟΝ ΤΕΙΧΟΣ ΣΕΡΡΕΙΟΝ ΤΕΙΧΟΣ καὶ ΣΙΡΙΟΝ· ὀνόματα χωρίων.

塞雷翁要塞 塞雷翁要塞与西里昂:地名。

§s.sesemasmenoi

ΣΕΣΗΜΑΣΜΕΝΩΙ ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ̓ Ἀντίου ὀρφανικῷ.

被盖上印记的 代替“被封印的”。德摩斯梯尼《论名字》,许佩里德斯《反驳安提阿斯孤儿监护案》。

§s.seuthes

ΣΕΥΘΗΣ Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. ἔστι δὲ εἷς τῶν ἐν Θρᾴκῃ βασιλέων.

塞乌特斯 吕西亚斯《控告斯拉叙布洛斯》。色雷斯诸王之一。

§s.sekos

ΣΗΚΟΣ ἐπιγράφεταί τις λόγος Λυσίου ἐν τῇ τῆς εὐσεβείας περὶ τοῦ σηκοῦ ἀπολογίᾳ, ἐν ᾧ δῆλόν ἐστιν ὡς περὶ ἐλαίας ἐκκοπείσης2 ὁ λόγος ἐστί. γράφει δὲ καὶ ταυτὶ ὁ ῥήτωρ ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών. μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς ἐλαίας καλοῦσι, τὰς δὲ δημοσίας μορίας· σηκὸν δὲ, ὡς ἔοικε, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν.

塞科斯 吕西亚斯的一篇演说题为《关于塞科斯的不敬神罪申辩》,在演说中显然谈及的是关于一棵被砍伐的橄榄树。这位演说家还写道: “他耕作了两年,既未接收私人橄榄树,也未接收神圣橄榄树,亦未接收塞科斯。” 或许,他们将私人的橄榄树称为橄榄树,而将公有的称为莫利亚;看来他们是将同一事物既称作塞科斯,又称作莫利亚。

§s.seraggion

ΣΗΡΑΓΓΙΟΝ Λυσίας ἐν τῷ κατ’ Ἀνδροτίωνος. χωρίον τι τοῦ Πειραιῶς οὕτως ἐκαλεῖτο. μνημονεύει δ’ αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Γεωργοῖς.

塞朗吉翁 吕西亚斯《控告安德罗提翁》。比雷埃夫斯的一个地方以此得名。阿里斯托芬在《农夫》中也提及了它。

§s.semeia

ΣΗΜΕΙΑ οὕτω λέγουσι τὰς σφραγῖδας. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον.

标记 他们以此称呼印章。德摩斯梯尼《反驳淮尼普斯》。

§s.sthenelos

ΣΘΕΝΕΛΟΣ Λυσίας ἐν τῷ πρὸς Διογένην. καὶ ἐν ταῖς Διδασκαλίαις εὑρίσκεται ὁ Σθένελος τραγῳδίας ποιητής. ἐκωμῴδει δὲ αὐτὸν ὁ τοὺς Πλάτωνος Λάκωνας γράψας ὡς τἀλλότρια ἔπη σφετεριζόμενον.

斯特涅罗斯 吕西亚斯《反驳狄奥革涅斯》。在《戏剧纪录》中也可以找到悲剧诗人斯特涅罗斯。创作柏拉图《拉孔人》的作家在喜剧中嘲讽他剽窃他人的诗句。

§s.sigeion

ΣΙΓΕΙΟΝ Δημοσθένης Φιλιππικοῖς. πόλις ἐστὶ τῆς Τρῳάδος, οὐκ ἄποθεν τοῦ Ἰλίου.

西革翁 德摩斯梯尼《腓力演说》。特罗阿德的一座城市,离伊利昂不远。

§s.simos

ΣΙΜΟΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς τῶν Ἀλευαδῶν οὗτός ἐστι τῶν δοκούντων συμπρᾶξαι τῷ Μακεδόνι.

西莫斯 德摩斯梯尼《为克特西丰辩护》。这是阿琉阿德家族的一员,被认为曾与马其顿人勾结。

§s.simulos

ΣΙΜΥΛΟΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησιν ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκριταῖς Σιμύλῳ καὶ Σωκράτει.

西米罗斯 德摩斯梯尼在《为克特西丰辩护》中说: “然而使自己受雇于悲吟的演员西米罗斯和苏格拉底。”

§s.simon

ΣΙΜΩΝ ὄνομα κύριον.

西蒙 专有名词。

§s.sinope

ΣΙΝΩΠΗ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἡρόδικος ἐν ς Κωμῳδουμένων φησὶν ὅτι Σινώπη ἡ ἑταίρα Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι.

西诺佩 德摩斯梯尼《为克特西丰辩护》。希罗迪科斯在《被喜剧嘲弄之人》第六卷中说,名妓西诺佩因其年老而被称为“阿比多斯”。

§s.sipua

ΣΙΠΥΑ Λυσίας ἐν τῷ περὶ ἡμικληρίου τῶν Μακαρτάτου χρημάτων. σιτηρὸν ἀγγεῖόν ἐστιν ἡ σιπύα, ἔστι δὲ πολλάκις παρὰ τοῖς ἀρχαίοις κωμικοῖς· Εὔπολις Χρυσῷ γένει, Ἀριστοφάνης Τελμησεῦσιν.

西皮亚 吕西亚斯《关于马卡塔托斯半份遗产诉讼》。西皮亚是一种盛放谷物的器皿,在古喜剧诗人那里经常出现:欧波利斯在《黄金时代》中,阿里斯托芬在《泰尔梅索斯人》中。

§s.siteresion

ΣΙΤΗΡΕΣΙΟΝ τὸ διδόμενόν τισιν εἰς τροφήν· Δημοσθένης ἐν τῷ περὶ τριηραρχήματος.

口粮补贴 给予某些人以供生计之物;德摩斯梯尼《关于三列桨座战船装备款》。

§s.sitos

ΣΙΤΟΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου α. σῖτος καλεῖται ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἐξ ἄλλων μαθεῖν ἔστι καὶ ἐκ τοῦ Σόλωνος α ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον, ἀγνοεῖ δὲ ὅτι ἓν ἀνθ’ ἑνὸς3 οὐδέποτε παρ’ αὐτοῖς ὁ τόκος σῖτος καλεῖται.

谷物 德摩斯梯尼《反驳阿福博斯》第一篇。给予妇女或孤儿供其生计的收入被称为“谷物”,这从其他资料、梭伦法典第一柱以及亚里士多德的《雅典政制》中均可得知。但蒂马基达斯认为在阿提卡人中利息被称为“谷物”,他未意识到利息在他们那里绝不可能被直接称作“谷物”。

§s.sitofulakes

ΣΙΤΟΦΥΛΑΚΕΣ Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ι, ε μὲν ἐν ἄστει, ε δ’ ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

谷物官 代纳尔科斯《弹劾卡里斯梯涅斯》。这是雅典的一个官职,负责监管谷物、大麦粉和面包的买卖合乎公正。其人数为十人,五人在城内,五人在比雷埃夫斯,正如亚里士多德在《雅典政制》中所述。

§s.skambonidai

ΣΚΑΜΒΩΝΙΔΑΙ Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.

斯坎博尼代 吕库古《克罗科尼代裁决案》。莱翁蒂斯部落的一个德谟。

语法注3 条
  1. s.saboiοἱ μὲν Σαβοὺς λέγεσθαι

    紧接在 οἱ μέν 后的不定式 λέγεσθαι 构成了对格加不定式结构,但其统属的陈述动词(如 φασί)被省略了,与下文中的 φασιν 及 φησι 形成照应。

  2. s.sekosπερὶ ἐλαίας ἐκκοπείσης

    介词 περί 统属名词与不定过去时被动分词组合(类似于拉丁语的 ab urbe condita 结构),语义重心在于该事件本身,即“关于一棵橄榄树被砍伐之事”。

  3. s.sitosἓν ἀνθ’ ἑνὸς

    具有副词功能的习语表达,字面义为“一对一”,在此意为“直接地”、“简单无条件地”,指“利息”(ὁ τόκος)绝不会无条件地被直接称作“谷物”(σῖτος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:s.saboi-s.skambonidai