← 哈尔伯克拉提昂

十演说家词汇集

§q.theorika-q.thustion

从泰奥里卡到梯斯提翁的词条

哈尔波克拉提翁解释了从“泰奥里卡”到“梯斯提翁”的诸词条,引述经典文献考证了观赏金的起源与制度、最底层贫民(泰特斯)的法律地位以及相关地名与村社。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§q.theorika

ΘΕΩΡΙΚΑ Δημοσθένης Φιλιππικῷ. θεωρικὰ ἦν τινὰ ἐν κοινῷ χρήματα, ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατιωτικὰ, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῇ γ τῆς Ἀτθίδος φησὶ τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας,1 ὅθεν καὶ τοὔνομα ἔλαβε καὶ τὰ ἑξῆς. Φιλῖνος δὲ ἐν τῇ πρὸς Σοφοκλέους καὶ Εὐριπίδου εἰκόνας περὶ Εὐβούλου λέγων φησὶν ἐκλήθη δὲ θεωρικὸν, ὅτι τῶν Διονυσίων ὑπογύων ὄντων διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ τῆς θεωρίας μηδεὶς τῶν πολιτῶν ἀπολείπηται δι’ ἀσθένειαν τῶν ἰδίων. ἄλλοτε μέντοι ἄλλως ὡρίσθη τὸ διδόμενον εἴς τε τὰς θέας καὶ εἰς τὰς θυσίας καὶ ἑορτὰς, ὡς ἔστι δῆλον ἐκ τοῦ α Φιλιππικῶν Δημοσθένους. ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν Ὑπερείδης δεδήλωκεν ἐν τῷ κατ̓ Ἀρχεστρατίδου. ἦν δὲ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δεικνύει. ΘΕΩΡΟΙ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεοὺς πεμπόμενοι, καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τῶν θείων φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα·2 ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων τ’ ἀγορέων τε.

观赏金(泰奥里卡)德摩斯梯尼《腓力言说》。观赏金是公共资金的一部分,从城邦的岁入中征集。这些款项从前被储存用于战争之需并被称为军饷金,后来则被存入用于公共工程及配给,民政领袖阿古耳里奥斯最先开创了此项配给。菲洛霍罗斯在《阿提卡史》第三卷中称: “观赏金最初被确立为观览演出的一德拉克马,由此亦得其名”,等等。菲利诺斯在《对索福克勒斯与欧里庇得斯之像》中论及欧布罗斯时称: “它被称为观赏金,是因为在狄奥尼修斯节临近之际,欧布罗斯将其分配用作牺牲,以便所有人都能庆祝节日,没有公民会因私家贫困而被排除在观礼之外。” 不过,为观礼以及为牺牲和节日所发放的金钱在不同时期有不同的规定,正如从德摩斯梯尼《腓力言说》第一卷中显而易见的那样。至于离境在外者不得领取观赏金,绪珀里得斯在《对阿耳凯斯特拉提得斯》中已阐明。埃斯基涅斯在《对客忒西丰》中表明曾设有掌管观赏金的特定官职。此外,“泰奥罗伊”不仅指观摩者,亦指被派遣至神明之处的使节,大抵凡守护圣事或照管神圣事务者,古人都如此称呼;因为他们称照管为“奥拉”:“对争端和集会的照管微不足道”。

§q.theoris

ΘΕΩΡΙΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρὶς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν ς γράφει.

泰奥里斯 德摩斯梯尼《对阿里斯托格同》(若为真作)。泰奥里斯是一位女预言者,因被控不虔敬罪而处死,菲洛霍罗斯在第六卷中亦如此记述。

§q.themakeus

ΘΗΜΑΚΕΥΣ Ἀνδοκίδης ἐν τῷ περὶ μυστηρίων. δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακὸς, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν δήμων.

忒玛库斯(忒玛科斯村民)安多喀得斯《论秘仪》。忒玛科斯是厄瑞克透斯部落的一个村社,如地理志家狄奥多罗斯在《论村社》中所述。

§q.theramenes

ΘΗΡΑΜΕΝΗΣ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. ὃς ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λ.

忒拉墨涅斯 吕西亚斯《对埃拉托斯忒涅斯》。在三十人僭主统治时期,他在克里提阿斯控告他后被处决。

§q.theseion

ΘΗΣΕΙΟΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τέμενός ἐστιν ἀνειμένον τῷ Θησεῖ.

忒修斯神域(忒塞翁)德摩斯梯尼《为客忒西丰辩护》。这是奉献给忒修斯的圣域。

§q.thetes2

ΘΗΤΕΣ ΘΗΤΕΣ καὶ ΘΗΤΙΚΟΝ· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶ τούς τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαι καὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν. εἰς τέσσαρα διῃρημένης παρ’ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. ὁ μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους3 τὰς θήσσας ἢ λαμβάνειν πρὸς γάμον ἢ ε μνᾶς διδόναι, ὡς καὶ Ποσείδιππός που ὁ κωμικός φησιν.

泰特斯(雇工贫民阶层)雇工阶层与属于雇工阶级。安提丰在《对菲利诺斯》中称: “使所有的泰特斯都成为重装步兵”;德摩斯梯尼在《论哈格尼亚斯的遗产》中称: “女继承人中凡属于泰特斯阶级者”。 雅典城邦分为四个等级,最赤贫者被称为泰特斯,其纳税等级属于泰特斯级。这些人不得担任任何官职,亚里士多德在《雅典政制》中亦阐明了这一点。至于他们不服兵役,阿里斯托芬在《宴会者》中亦已言及。然而德摩斯梯尼在上述文句中将贫苦的未婚女子称为女继承人,阿提卡人将其称为“泰萨”。最近的亲属必须要么迎娶这些泰萨女子,要么出资五明纳,正如喜剧诗人波塞狄普斯在某处所言。

§q.thiasos

ΘΙΑΣΟΣ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. θίασός ἐστι τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ θεῶν· Ξενοφῶν ἐν β Ἀπομνημονευμάτων. Ἴων δὲ ἐν Ὀμφάλῃ κοινῶς ἐπὶ παντὸς ἀθροίσματος ἔταξε τοὔνομα. θιασῶται δ’ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· Ἰσαῖος ἐν τῷ περὶ Ἀστυφίλου κλήρου.

祭神集会(梯阿索斯)德摩斯梯尼《对埃斯基涅斯》。梯阿索斯是指为了行入教秘仪和敬奉神明而聚集的会众;色诺芬《回忆录》第二卷。然而伊翁在《翁法勒》中将此名称泛指一切集会。参与此类社团者被称为梯阿索泰;伊萨奥斯《论阿斯提菲罗斯的遗产》。

§q.thibron

ΘΙΒΡΩΝ Ἰσοκράτης Πανηγυρικῷ. Λακεδαιμόνιος οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά.

梯布龙 伊索克拉底《泛希腊集会演说》。此人是斯巴达人,在伯罗奔尼撒战争后作为总督(哈耳摩斯特斯)被派往小亚细亚。

§q.tholos

ΘΟΛΟΣ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὁ τόπος ἔνθα ἐδείπνουν οἱ πρυτάνεις οὕτως ἐκαλεῖτο παρ’ Ἀθηναίοις. Ἀμμώνιος γοῦν ἐν δ περὶ βωμῶν γράφει ταυτί ὁ δὲ τόπος ὅπου ἑστιῶνται οἱ πρυτάνεις καλεῖται θόλος, ὑπ’ ἐνίων δὲ σκιὰς, διὰ τὸ οὕτως ᾠκοδομῆσθαι αὐτὸν στρογγύλον παρόμοιον θολίᾳ.

圆楼(托罗斯)德摩斯梯尼《对埃斯基涅斯》。雅典的五十人团议员(普律塔涅伊斯)用餐的地方如此得名。阿摩尼奥斯在《论祭坛》第四卷中记述如下: “议员们聚餐的地方被称为圆楼,有人亦称其为凉亭(斯基阿斯),因为它的建制呈圆形,犹如草帽一般。”

§q.thorai

ΘΟΡΑΙ δῆμος τῆς Ἀντιοχίδος, ὥς φησι Διόδωρος.

托赖 安提奥客斯部落的一个村社,正如狄奥多罗斯所述。

§q.thorikos

ΘΟΡΙΚΟΣ Ἰσαῖος ἐν τῷ κατὰ Ποσειδίππου. δῆμός ἐστι τῆς Ἀκαμαντίδος, ὡς ὁ αὐτὸς Διόδωρός φησιν ἐν τῷ περὶ τῶν δήμων.

托里科斯 伊萨奥斯《对波塞狄普斯》。阿卡曼提斯部落的一个村社,同一位狄奥多罗斯在《论村社》中如此所述。

§q.thripedeston

ΘΡΙΠΗΔΕΣΤΟΝ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου θριπήδεστον τὴν Ἑλλάδα εἶπεν ἀντὶ τοῦ διεφθαρμένην, ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσμένων ξύλων.

被蛀蚀的(特里佩得斯通)绪珀里得斯在《对得玛得斯》中称希腊“被虫蛀蚀”,用以代替“已毁坏”,该词派生自被木蠢虫蛀蚀的木材。

§q.thronion

ΘΡΟΝΙΟΝ Αἰσχίνης ἐν τῷ παραπρεσβείας. πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῇ * * ΘΥΜΑΙΤΑΔΑΙ δῆμος τῆς Ἱπποθωντίδος, ἀπὸ Θυμαίτου ἥρωος ὀνομασθεὶς, ὥς φησι Διόδωρος.

特罗尼翁 埃斯基涅斯《出使抗辩》。特罗尼翁是洛克里斯的一座城邦,正如忒奥庞普斯在第〔……〕卷中所述。梯迈塔代 希波同提斯部落的一个村社,得名自英雄梯迈忒斯,正如狄奥多罗斯所述。

§q.thurgonidai

ΘΥΡΓΩΝΙΔΑΙ Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμων μετετέθησάν φησιν ἐξ Αἰαντίδος Ἀφιδναῖοι, Περρίδαι, Τιτακίδαι, Θυργωνίδαι. φησὶ δὲ καὶ Δημήτριος ὁ Σκήψιος ἐν β Διακόσμου τῆς Πτολεμαΐδος φυλῆς τὸν δῆμον εἶναι.

梯尔戈尼代 伊萨奥斯《致尼科克勒斯》。梯阿泰拉的尼坎德罗斯在《论村社》中称: “从埃安提斯部落中移出了阿菲德奈人、佩耳里代、提塔客代和梯尔戈尼代。” 斯刻普西斯的德米特里奥斯在《特洛伊战线列次》第二卷中亦称该村社属于托勒密部落。

§q.thustion

ΘΥΣΤΙΟΝ Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Αἰτωλίας, καθά φησι Δίδυμος ἐπαγόμενος μαρτύριον ἐκ τῆς α Νικάνδρου τῶν Αἰτωλικῶν. ἡμεῖς μέντοι ἐν τοῖς Ἀττικιανοῖς διὰ τοῦ τ Θύτιον εὕρομεν γεγραμμένον.

梯斯提翁 埃斯基涅斯《对客忒西丰》。埃托利亚的一座城邦,正如狄狄摩斯引证尼坎德罗斯《埃托利亚史》第一卷所阐述的那样。不过,我们在阿提库斯写本中发现它用字母tau写成了梯提翁。

语法注3 条
  1. q.theorikaτὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας

    此处 δραχμή 作主语 τὸ θεωρικόν 的谓词性补足语(系动词为 ἦν),中性被动分词 νομισθέν 修饰主语并表时间或方式(“最初被规定时”)。属格 τῆς θέας 表目的或代价(“为了观览”)。

  2. q.theorikaὤρην γὰρ ἔλεγον τὴν φροντίδα

    动词 ἔλεγον 支配的双重宾格结构:τὴν φροντίδα 为直接宾格,ὤρην 为谓词性宾格(“因为他们把挂念称为 ὤρη”)。此句用于解释将 θεωρός 拆解为 θεῖος 与 ὤρη 的民间词源。

  3. q.thetes2τοῖς ἔγγιστα γένους

    该与格短语由非人称句式 ἐπάναγκες ἦν(“……是必须的”)所支配,表示承担义务的人(“对最近的血亲而言”)。最高级副词 ἔγγιστα 支配表示亲缘关系的关涉属格 γένους(“亲等最近的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:q.theorika-q.thustion