- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:q.thargelia-q.theudosian
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁对演说家著作中西塔(Θ)字头词条的训释,涵盖萨耳革利亚节、武器佩戴与法律设立的相关动词义项、历史人物(忒奥格尼斯、忒奥克里涅斯等)、司法官职守以及忒拉普奈、温泉关等地理名目。
ΘΑΡΓΗΛΙΑ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. ἑορτή ἐστι τὰ Θαργήλια, ἄγεται δὲ Θαργηλιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος.
萨耳革利亚节 绪珀里得斯《对波吕厄克托斯》。萨耳革利亚节是一个节日,在献给阿波罗的萨耳革利翁月举行。
ΘΕΜΕΝΟΣ ΤΑ ΟΠΛΑ ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ Ὅμηρος κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην θέτο. καὶ Αἰσχίνης κατὰ Τιμάρχου φησὶν ἄνθρωπε, τῇ πόλει ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι.
穿戴甲胄 用以代替“穿戴上”与“武装自身”;德摩斯梯尼《对迈狄亚斯》。荷马亦云: “在英勇的头颅上戴上了头盔”,埃斯基涅斯在《对提马耳霍斯》中亦称: “你这人,对于你不为其拿起武器的城邦……”
ΘΕΜΙΣΤΕΥΕΙΝ ἀντὶ τοῦ χρησμῳδεῖν Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος. ὅτι δὲ γέγονε τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος Αἰσχύλος ἀρχόμενος τῶν Εὐμενίδων φησίν.
传达神谕 用以代替“传布神谕”;吕西亚斯《论堕胎》(若为真作)。该词派生自忒弥斯在阿波罗之前曾掌管该神谕所,埃斯库罗斯在《欧墨尼得斯》开篇中阐明了这一点。
ΘΕΜΙΣΩΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον. οὗτος ἐτυράννησεν.
忒弥松 德摩斯梯尼《为客忒西丰辩护》。专有名词。此人曾为僭主。
ΘΕΟΓΕΙΤΩΝ Δημοσθένης ἐν τῷ αὐτῷ. ἔνιοι δὲ τοῦτον Θεογένην ὠνόμασαν, ὡς καὶ Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.
忒奥革同 德摩斯梯尼,同篇。有些人称此人为忒奥革涅斯,戴纳尔科斯在《对德摩斯梯尼》中亦如此。
ΘΕΟΓΝΙΣ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ’ Ἀθηναίοις λ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν β Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ᾽ ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς ᾧ μὴ ἐπιστήσας Πλάτων1 ἐν α Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι.
忒奥格尼斯 吕西亚斯《对埃拉托斯忒涅斯》。此人是雅典三十人僭主之一,正如其他人及色诺芬在《希腊史》第二卷中所述。至于诗人忒奥格尼斯,伊索克拉底在《致尼科克勒斯劝谕篇》中提及过他;此人是墨加拉人,来自邻近阿提卡的墨加拉;因为诗人自己便如此说明,但柏拉图在《法律篇》第一卷中未加留意,断言他是西西里墨加拉的公民。随从柏拉图此说者不在少数。
ΘΕΟΙΝΙΟΝ Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν α Συναγωγῶν.
忒奥伊尼亚节 吕库尔戈斯《克罗科尼达伊人与科伊罗尼达伊人的财产纠纷》。各德谟(自治村)的狄奥尼修斯节被称为忒奥伊尼亚节,宗族成员在其中献祭;因为他们称狄奥尼修斯为“忒奥伊诺斯”(神酒或酒神),正如埃斯库罗斯及伊斯忒洛斯在《杂编》第一卷中所揭示的那样。
ΘΕΟΚΡΙΝΗΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος λοιδορούμενος Αἰσχίνῃ φησὶ τραγικὸς Θεοκρίνης. βούλεται δὲ λέγειν αὐτὸν συκοφάντην, ἐπειδὴ ὁ Θεοκρίνης τοιοῦτος, ὡς ἔστι δῆλον ἐκ τοῦ κατὰ Θεοκρίνου, εἴτε Δημοσθένους ἐστὶν εἴτε Δεινάρχου οὗτος ὁ λόγος· τὸν γοῦν πάλαι μὲν ὑποκριτὴν τραγικὸν, ὕστερον δὲ συκοφάντην εἰκότως ὠνόμασε τραγικὸν Θεοκρίνην.
忒奥克里涅斯 德摩斯梯尼在《为客忒西丰辩护》中辱骂埃斯基涅斯道: “悲剧的忒奥克里涅斯。” 他是意指其为诬告者,因为忒奥克里涅斯正是这般人物,正如从《对忒奥克里涅斯》(无论该演说出自德摩斯梯尼还是戴纳尔科斯)中显而易见的;无论如何,将这位昔日的悲剧演员、后来的诬告者恰如其分地称为“悲剧的忒奥克里涅斯”。
ΘΕΡΑΠΝΑΙ Ἰσοκράτης Ἑλένῃ. τόπος ἐστὶν ἐν Λακεδαίμονι Θεράπναι, οὗ μνημονεύει καὶ Ἀλκμὰν ἐν α.
忒拉普奈 伊索克拉底《海伦篇》。忒拉普奈是拉刻代蒙(斯巴达)的一处地方,阿尔克曼在第一卷中亦曾提及。
ΘΕΡΜΑΝ Αἰσχίνης ἐν τῇ παραπρεσβείας ἀπολογίᾳ. Θρᾴκιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβ φησίν.
热尔玛 埃斯基涅斯《出使抗辩》。这是色雷斯的一座小城镇,忒奥庞普斯在第二十二卷中亦如此记述。
ΘΕΡΜΟΠΥΛΑΙ Ἰσοκράτης Πανηγυρικῷ. ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι· Φιλέας δέ φησιν ἐν γῆς περιόδῳ Θερμοπύλας κληθῆναι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ τῷ Ἡρακλεῖ ἐποίησε.
温泉关 伊索克拉底《泛希腊集会演说》。有人称此城为“皮莱(门)”;而菲莱阿斯在《大地周游记》中称其被命名为“温泉关(热门)”,是因为雅典娜曾在那里为赫拉克勒斯设了温水浴池。
ΘΕΡΣΑΝΔΡΟΣ Αἰσχίνης κατὰ Τιμάρχου. ὅτι παιδεραστὴς οὗτος σφοδρὸς καὶ Ἀριστογείτων ἐν τῷ κατὰ Τιμάρχου δηλοῖ.
特耳珊德罗斯 埃斯基涅斯《对提马耳霍斯》。此人是个狂热的少年爱者,阿里斯托格同在《对提马耳霍斯》中亦阐明了这一点。
ΘΕΣΘΑΙ2 ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα, ἀντὶ δὲ τοῦ προσέσθαι καὶ κυρῶσαι νόμον Δημοσθένης· ἐπὶ γὰρ τῶν νόμων λέγεται ὡς ἔθηκε μὲν ὁ νομοθέτης, ἔθετο δὲ ὁ δῆμος· Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησὶν ἑαυτῷ νόμους ἰδίους θέμενον, μήποτε ἀντὶ τοῦ θέντα.3
设定/确立(泰斯泰)用以代替“收取抵押”,绪珀里得斯《对许吉艾农》;用以代替“接纳并批准法律”,德摩斯梯尼;因为对于法律而言,立法者被称为“制定(主动态)”,而民众被称为“确立(中动态)”;德摩斯梯尼《论豁免特权》。不过在《对斯特凡诺斯》中他说: “为自己确立私法”,或许是用以代替“制定(主动态)”。
ΘΕΣΜΟΣ ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός, καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα οὕτω κέκληκεν ὁ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους.
法制(忒斯摩斯)古时每一条具体的法律亦被称为忒斯摩斯,德摩斯梯尼在《对阿里斯托克拉忒斯》中亦将城邦的整个宪制如此称呼。
ΘΕΣΜΟΘΕΤΑΙ Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. ἀρχή τίς ἐστιν Ἀθήνησιν ἡ τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· θεσμοὶ δὲ ἐκαλοῦντο οἱ νόμοι, ὡς προείπομεν. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ’ ἐνιαυτὸν ἕκαστον εἴρηκεν Αἰσχίνης τε ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Θεόφραστος ἐν γ Νόμων. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράττουσιν.
司法官们(忒斯摩忒泰)德摩斯梯尼《对安德罗提翁》。这是雅典的一种官职,人数为六名,属于所谓的九名执政官之列。他们如此得名,是因为他们对法律负有监护之责;正如我们前面所言,法律曾被称为忒斯摩伊。埃斯基涅斯在《对客忒西丰》中与忒奥弗拉斯托斯在《法律篇》第三卷中均称他们每年修正法律。亚里士多德在《雅典政制》中详细记述了他们所执掌的一切公务。
ΘΕΤΗΣ μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα,4 οὐχ ὡς Δίδυμος τὸν εἰσποιησάμενον· θετοὺς γὰρ ἔλεγον, φησὶ, τοὺς εἰσποιητούς.
抵押者(忒忒斯)或许他们将提供抵押的人称为忒忒斯,而非如狄狄摩斯所言指收养者;因为据他说,人们将收养所得之子称为忒托伊。
ΘΕΤΤΑΛΟΣ Λυσίας κατὰ Νικίδου. εἷς τῶν Κίμωνος παίδων Θετταλὸς ἐκαλεῖτο, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ περὶ ἀκροπόλεως.
忒塔罗斯 吕西亚斯《对尼基得斯》。客蒙的儿子之一名叫忒塔罗斯,赫利奥多罗斯在《论卫城》中亦如此记述。
ΘΕΥΔΟΣΙΑΝ Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἔστι δὲ χωρίον κείμενον ἐγγὺς Σκυθῶν, ὃ Σάτυρος πολιορκῶν ἐτελεύτησεν.
忒乌多西亚 德摩斯梯尼《论豁免特权》。这是靠近斯基泰人的一处城镇,萨图罗斯在包围该地时去世。
- q.theognisαὐτὸς γάρ φησιν ὁ ποιητὴς ᾧ μὴ ἐπιστήσας Πλάτων
关系代词 ᾧ 无先行词,实质上指代诗人自己所述的内容(αὐτὸς γάρ φησιν ὁ ποιητής)。分词 ἐπιστήσας 支配此与格,意为“对此未加留心/留意”。
- q.thesthliΘΕΣΘΑΙ
词条 ΘΕΣΘΑΙ 即中动态不定式 θέσθαι。下文关于立法者制法(ἔθηκε,主动态)与民众立订(ἔθετο/θέμενον,中动态)的辨析确证了该词条即 θέσθαι。
- q.thesthliμήποτε ἀντὶ τοῦ θέντα
μήποτε 在此作副词,引导委婉的推测(“或许”、“莫非”)。它提出德摩斯梯尼引文中的中动态分词 θέμενον 可能是用以代替主动态分词 θέντα。
- q.thetesμήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα
此处 μήποτε 同样用于引入委婉的异议推断(“或许他们是将……称为”)。句子的核心对比在于 τὸν ὑποθήκην τεθεικότα(提供抵押者)与 οὐχ ὡς Δίδυμος τὸν εἰσποιησάμενον(而非如狄狄摩斯所称的收养者)。
